Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §517

作为欲望仆从的政治家与灵魂的真正照料

第 47 段,共 53 段 · 希腊语

内容简介

苏格拉底指出,即使是过去著名的政治家也并非真正优秀的政治家,因为他们只是迎合公民的欲望,而没有使公民变得更好。他通过对比提供物质需求与真正的身体护理(体育和医术)来阐明政治的真正职责。

§517ΣΩ. ἀληθεῖς ἄρα, ὡς ἔοικεν, οἱ ἔμπροσθεν λόγοι ἦσαν, ὅτι οὐδένα ἡμεῖς ἴσμεν ἄνδρα ἀγαθὸν γεγονότα τὰ πολιτικὰ ἐν τῇδε τῇ πόλει.
苏格拉底:那么,看来我们之前的讨论确实是真的,即在这座城邦中,我们不曾知道有谁在政治事务上成了优秀的人物。
σὺ δὲ ὡμολόγεις τῶν γε νῦν οὐδένα, τῶν μέντοι ἔμπροσθεν, καὶ προείλου τούτους τοὺς ἄνδρας·
你之前也同意现在的政治家没有一个是这样的,但你选择了过去的那些人,并推崇他们。
οὗτοι δὲ ἀνεφάνησαν ἐξ ἴσου τοῖς νῦν ὄντες, ὥστε, εἰ οὗτοι ῥήτορες ἦσαν, οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο—οὐ γὰρ ἂν ἐξέπεσον—οὔτε τῇ κολακικῇ.
然而,他们显然与现在的人并无二致,因此,如果他们是辩论家,他们既没有使用真正的辩论术(否则他们就不会被驱逐),也没有使用奉迎的辩论术。
ΚΑΛ. ἀλλὰ μέντοι πολλοῦ γε δεῖ, ὦ Σώκρατες, μή ποτέ τις τῶν νῦν ἔργα τοιαῦτα ἐργάσηται οἷα τούτων ὅστις βούλει εἴργασται.
卡里克勒斯:但是,苏格拉底,现在的人是绝对不可能做出他们中任何你所中意的人所做出的那些功绩的。
ΣΩ. ὦ δαιμόνιε, οὐδʼ ἐγὼ ψέγω τούτους ὥς γε διακόνους εἶναι πόλεως, ἀλλά μοι δοκοῦσι τῶν γε νῦν διακονικώτεροι γεγονέναι καὶ μᾶλλον οἷοί τε ἐκπορίζειν τῇ πόλει ὧν ἐπεθύμει.
苏格拉底:神奇的人啊,我也没有因为他们是城邦的仆人而指责他们,相反,在我看来,他们比现在的人更善于服务,更能为城邦提供它所渴望的东西。
ἀλλὰ γὰρ μεταβιβάζειν τὰς ἐπιθυμίας καὶ μὴ ἐπιτρέπειν, πείθοντες καὶ βιαζόμενοι ἐπὶ τοῦτο ὅθεν ἔμελλον ἀμείνους ἔσεσθαι οἱ πολῖται, ὡς ἔπος εἰπεῖν οὐδὲν τούτων διέφερον ἐκεῖνοι·
然而,在转变公民的欲望、不放任它们,通过说服或强制引导公民朝向能使他们变得更好的方向这一点上,他们与现在的人可以说毫无区别。
ὅπερ μόνον ἔργον ἐστὶν ἀγαθοῦ πολίτου.
而这才是优秀公民唯一的职责。
ναῦς δὲ καὶ τείχη καὶ νεώρια καὶ ἄλλα πολλὰ τοιαῦτα καὶ ἐγώ σοι ὁμολογῶ δεινοτέρους εἶναι ἐκείνους τούτων ἐκπορίζειν.
至于提供船只、城墙、船坞以及许多其他此类事物,我也同意你的看法,他们确实比现在的人更在行。
πρᾶγμα οὖν γελοῖον ποιοῦμεν ἐγώ τε καὶ σὺ ἐν τοῖς λόγοις· ἐν παντὶ γὰρ τῷ χρόνῳ ὃν διαλεγόμεθα οὐδὲν παυόμεθα εἰς τὸ αὐτὸ ἀεὶ περιφερόμενοι καὶ ἀγνοοῦντες ἀλλήλων ὅτι λέγομεν.
因此,你和我在讨论中做了一件可笑的事:因为在我们交谈的整个过程中,我们一刻不停地绕着同一个地方打转,完全不明白对方在说什么。
ἐγὼ γοῦν σε πολλάκις οἶμαι ὡμολογηκέναι καὶ ἐγνωκέναι ὡς ἄρα διττὴ αὕτη τις ἡ πραγματεία ἔστιν καὶ περὶ τὸ σῶμα καὶ περὶ τὴν ψυχήν, καὶ ἡ μὲν ἑτέρα διακονική ἐστιν, ᾗ δυνατὸν εἶναι ἐκπορίζειν, ἐὰν μὲν πεινῇ τὰ σώματα ἡμῶν, σιτία, ἐὰν δὲ διψῇ, ποτά, ἐὰν δὲ ῥιγῷ, ἱμάτια, στρώματα, ὑποδήματα, ἄλλʼ ὧν ἔρχεται σώματα εἰς ἐπιθυμίαν·
我至少认为你已经多次同意并认识到,这种营生确实有两种,分别关乎身体和灵魂;其中一种具有服务性,能够在我们身体饥饿时提供食物,口渴时提供饮料,寒冷时提供衣服、被褥、鞋子,以及其他身体会产生欲望的东西。
καὶ ἐξεπίτηδές σοι διὰ τῶν αὐτῶν εἰκόνων λέγω, ἵνα ῥᾷον καταμάθῃς.
我特意用相同的比喻对你说明,以便你更容易理解。
τούτων γὰρ ποριστικὸν εἶναι ἢ κάπηλον ὄντα ἢ ἔμπορον ἢ δημιουργόν του αὐτῶν τούτων, σιτοποιὸν ἢ ὀψοποιὸν ἢ ὑφάντην ἢ σκυτοτόμον ἢ σκυτοδεψόν, οὐδὲν θαυμαστόν ἐστιν ὄντα τοιοῦτον δόξαι καὶ αὑτῷ καὶ τοῖς ἄλλοις θεραπευτὴν εἶναι σώματος, παντὶ τῷ μὴ εἰδότι ὅτι ἔστιν τις παρὰ ταύτας ἁπάσας τέχνη γυμναστική τε καὶ ἰατρική, ἣ δὴ τῷ ὄντι γε ἐστὶν σώματος θεραπεία, ἥνπερ καὶ προσήκει τούτων ἄρχειν πασῶν τῶν τεχνῶν καὶ χρῆσθαι τοῖς τούτων ἔργοις διὰ τὸ εἰδέναι ὅτι χρηστὸν καὶ πονηρὸν τῶν σιτίων ἢ ποτῶν ἐστιν εἰς ἀρετὴν σώματος, τὰς δʼ ἄλλας πάσας ταύτας ἀγνοεῖν·
因为,如果一个提供这些东西的人——无论是零售商、批发商,还是这些东西本身的制造者,比如面包师、厨师、织工、鞋匠或皮革匠——因其职业而在自己和他人看来是在照料身体,这并不奇怪,只要人们不知道在这所有技术之外,还存在着体育和医术,这才是真正意义上的身体照料,且理应主宰上述所有技术并使用其成果,因为它们懂得哪些食物和饮料对身体的健康有益或有害,而其他所有技术对此却一无所知。

词汇与语法注释

  1. 517aπολλοῦ γε δεῖ ... μή ποτέ τις — 无人称句 `πολλοῦ δεῖ`(差得远)后接否定连词 `μή`,表示强烈的否定语气,意为“绝不可能……”或“离……还差得远”。此处卡里克勒斯用它来强烈否认现代政治家能取得与过去伟人相比拟的成就。
  2. 517bμεταβιβάζειν ... διέφερον — 不定式 `μεταβιβάζειν` 和 `ἐπιτρέπειν` 作为表示关系或限制的说明性不定式(respect infinitive),修饰主动词 `διέφερον`(不同)。它们指明了过去的政治家在何种层面上与现代政治家毫无区别:“在转变欲望和不放任欲望方面,他们毫无区别。”
  3. 517dᾗ δυνατὸν εἶναι ἐκπορίζειν — 关系代词阴性单数与格 `ᾗ`(先行词为 `ἡ 阴性关系代词` 或 `διακονική`)表示手段或方式(“借此”)。紧随其后的不定式结构 `δυνατὸν εἶναι` 起到解释性从句的作用,说明这一服务性事务所具备的能力或产生的结果。

引用这一段

柏拉图, 高尔吉亚篇 §517. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:517

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。