§512ΣΩ. λογίζεται οὖν ὅτι οὐκ, εἰ μέν τις μεγάλοις καὶ ἀνιάτοις νοσήμασιν κατὰ τὸ σῶμα συνεχόμενος μὴ ἀπεπνίγη, οὗτος μὲν ἄθλιός ἐστιν ὅτι οὐκ ἀπέθανεν, καὶ οὐδὲν ὑπʼ αὐτοῦ ὠφέληται· εἰ δέ τις ἄρα ἐν τῷ τοῦ σώματος τιμιωτέρῳ, τῇ ψυχῇ, πολλὰ νοσήματα ἔχει καὶ ἀνίατα, τούτῳ δὲ βιωτέον ἐστὶν καὶ τοῦτον ὀνήσει, ἄντε ἐκ θαλάττης ἄντε ἐκ δικαστηρίου ἐάντε ἄλλοθεν ὁποθενοῦν σώσῃ, ἀλλʼ οἶδεν ὅτι οὐκ ἄμεινόν ἐστιν ζῆν τῷ μοχθηρῷ ἀνθρώπῳ· κακῶς γὰρ ἀνάγκη ἐστὶν ζῆν.
苏格拉底:因此,他推算,如果有人身体遭受重大且无可医治的疾病折磨而没有淹死,这个人因没有死而显得可怜,并且没有从他那里得到任何好处;但如果有人在比身体更尊贵的魂里,患有许多无可医治的疾病,那么他就不会认为这个人应该活下去,也不会认为自己无论从海上、法庭还是其他任何地方救了他,就会对他有益。 相反,他知道对于一个卑劣的人来说,活下去并没有更好,因为他必然要过着糟糕的生活。
διὰ ταῦτα οὐ νόμος ἐστὶ σεμνύνεσθαι τὸν κυβερνήτην, καίπερ σῴζοντα ἡμᾶς, οὐδέ γε, ὦ θαυμάσιε, τὸν μηχανοποιόν, ὃς οὔτε στρατηγοῦ, μὴ ὅτι κυβερνήτου, οὔτε ἄλλου οὐδενὸς ἐλάττω ἐνίοτε δύναται σῴζειν· πόλεις γὰρ ἔστιν ὅτε ὅλας σῴζει.
由于这些原因,航海士尽管救了我们,也并不习惯自夸;而且,我奇妙的朋友,制造机器的人也是如此,他有时能起到的救人作用不亚于将军,更不用说航海士或其他任何人了;因为他有时能拯救整个城邦。
μή σοι δοκεῖ κατὰ τὸν δικανικὸν εἶναι;
难道你认为他不及司法辩护士吗?
καίτοι εἰ βούλοιτο λέγειν, ὦ Καλλίκλεις, ἅπερ ὑμεῖς, σεμνύνων τὸ πρᾶγμα, καταχώσειεν ἂν ὑμᾶς τοῖς λόγοις, λέγων καὶ παρακαλῶν ἐπὶ τὸ δεῖν γίγνεσθαι μηχανοποιούς, ὡς οὐδὲν τἆλλά ἐστιν· ἱκανὸς γὰρ αὐτῷ ὁ λόγος.
然而,卡里克勒斯,如果他想学你们那样说话,夸大自己的行当,他就会用话语把你们淹没,极力宣称并劝说人们应当成为机器制造者,因为其他一切都微不足道;因为他有充足的理由这样说。
ἀλλὰ σὺ οὐδὲν ἧττον αὐτοῦ καταφρονεῖς καὶ τῆς τέχνης τῆς ἐκείνου, καὶ ὡς ἐν ὀνείδει ἀποκαλέσαις ἂν μηχανοποιόν, καὶ τῷ ὑεῖ αὐτοῦ οὔτʼ ἂν δοῦναι θυγατέρα ἐθέλοις, οὔτʼ ἂν αὐτὸς λαβεῖν τὴν ἐκείνου.
然而,你却同样瞧不起力和他的技术,甚至会把“机器制造者”当作一种耻辱的称呼,你既不愿意把自己的女儿嫁给他的儿子,也不愿意自己娶他的女儿。
καίτοι ἐξ ὧν τὰ σαυτοῦ ἐπαινεῖς, τίνι δικαίῳ λόγῳ τοῦ μηχανοποιοῦ καταφρονεῖς καὶ τῶν ἄλλων ὧν νυνδὴ ἔλεγον;
然而,根据你赞美自己行当的那些理由,你凭什么正当的道理去瞧不起机器制造者以及我刚才提到的那些人呢?
οἶδʼ ὅτι φαίης ἂν βελτίων εἶναι καὶ ἐκ βελτιόνων.
我知道你会说,你比他们更优越,并且出身于更好的家庭。
τὸ δὲ βέλτιον εἰ μὴ ἔστιν ὃ ἐγὼ λέγω, ἀλλʼ αὐτὸ τοῦτʼ ἐστὶν ἀρετή, τὸ σῴζειν αὑτὸν καὶ τὰ ἑαυτοῦ ὄντα ὁποῖός τις ἔτυχεν, καταγέλαστός σοι ὁ ψόγος γίγνεται καὶ μηχανοποιοῦ καὶ ἰατροῦ καὶ τῶν ἄλλων τεχνῶν ὅσαι τοῦ σῴζειν ἕνεκα πεποίηνται.
但如果“更优越” le 并不是指我所说的意思,而这本身就是美德——即无论自己是怎样的人,只要能保全自己和自己的财产就行,那么你对机器制造者、医生以及其他所有为了保全目的而设立的技术的贬低,就会变得荒谬可笑。
ἀλλʼ, ὦ μακάριε, ὅρα μὴ ἄλλο τι τὸ γενναῖον καὶ τὸ ἀγαθὸν ᾖ ἢ τὸ σῴζειν τε καὶ σῴζεσθαι.
但是,我幸福的朋友,看看高尚与善良是否是不同于拯救和被拯救的其他某种东西。
μὴ γὰρ τοῦτο μέν, τὸ ζῆν ὁποσονδὴ χρόνον, τόν γε ὡς ἀληθῶς ἄνδρα ἐατέον ἐστὶν καὶ οὐ φιλοψυχητέον, ἀλλὰ ἐπιτρέψαντα περὶ τούτων τῷ θεῷ καὶ πιστεύσαντα ταῖς γυναιξὶν ὅτι τὴν εἱμαρμένην οὐδʼ ἂν εἷς ἐκφύγοι, τὸ ἐπὶ τούτῳ σκεπτέον τίνʼ ἂν τρόπον τοῦτον ὃν μέλλοι χρόνον βιῶναι ὡς ἄριστα βιοίη,
因为,对于活过多少时间这回事,一个真正称得上男子汉的人应该予以放弃,不该贪恋生命,而是要把这些事情托付给神,并相信女人们所说的“任何人都无法逃脱命运”的话,在此基础上去思考,在接下来的时间里,用什么方式才能生活得最好。
§513ΣΩ. ἆρα ἐξομοιῶν αὑτὸν τῇ πολιτείᾳ ταύτῃ ἐν ᾗ ἂν οἰκῇ, καὶ νῦν δὲ ἄρα δεῖ σὲ ὡς ὁμοιότατον γίγνεσθαι τῷ δήμῳ τῷ Ἀθηναίων, εἰ μέλλεις τούτῳ προσφιλὴς εἶναι καὶ μέγα δύνασθαι ἐν τῇ πόλει·
苏格拉底:难道是通过使自己与自己所居住的那个政体相似吗? 那么现在,如果你想受到雅典人民的喜爱并在城邦中拥有巨大的权力,你就必须变得与他们尽可能相似。
τοῦθʼ ὅρα εἰ σοὶ λυσιτελεῖ καὶ ἐμοί, ὅπως μή, ὦ δαιμόνιε, πεισόμεθα ὅπερ φασὶ τὰς τὴν σελήνην καθαιρούσας, τὰς Θετταλίδας· σὺν τοῖς φιλτάτοις ἡ αἵρεσις ἡμῖν ἔσται ταύτης τῆς δυνάμεως τῆς ἐν τῇ πόλει.
奇怪的人啊,看看这是否对你和我有利,免得我们遭受传闻中那些把月亮拉下来的色萨利女巫所遭受的命运;我们对城邦中这项权力的选择,将以牺牲我们最珍贵的事物为代价。
εἰ δέ σοι οἴει ὁντινοῦν ἀνθρώπων παραδώσειν τέχνην τινὰ τοιαύτην, ἥτις σε ποιήσει μέγα δύνασθαι ἐν τῇ πόλει τῇδε ἀνόμοιον ὄντα τῇ πολιτείᾳ εἴτʼ ἐπὶ τὸ βέλτιον εἴτʼ ἐπὶ τὸ χεῖρον, ὡς ἐμοὶ δοκεῖ, οὐκ ὀρθῶς βουλεύῃ, ὦ Καλλίκλεις·
但如果你认为有人能传授给你某种技术,使你在与政体不相似的情况下——无论是在更好的方向还是在更坏的方向上—— 能够在这座城邦中拥有巨大的权力,卡里克勒斯,依我之见,你想错了。
οὐ γὰρ μιμητὴν δεῖ εἶναι ἀλλʼ αὐτοφυῶς ὅμοιον τούτοις, εἰ μέλλεις τι γνήσιον ἀπεργάζεσθαι εἰς φιλίαν τῷ Ἀθηναίων δήμῳ καὶ ναὶ μὰ Δία τῷ Πυριλάμπους γε πρός.
因为,如果你想在与雅典人民的友谊上,而且凭宙斯起誓,在与皮里兰佩斯之子的友谊上取得任何真实的成果,你就不应该做一个模仿者,而必须在天性上与他们相似。
ὅστις οὖν σε τούτοις ὁμοιότατον ἀπεργάσεται, οὗτός σε ποιήσει, ὡς ἐπιθυμεῖς πολιτικὸς εἶναι, πολιτικὸν καὶ ῥητορικόν·
因此,谁能使你与他们最相似,谁就能使你成为你所渴望成为的政治家和修辞学家。
τῷ αὑτῶν γὰρ ἤθει λεγομένων τῶν λόγων ἕκαστοι χαίρουσι, τῷ δὲ ἀλλοτρίῳ ἄχθονται, εἰ μή τι σὺ ἄλλο λέγεις, ὦ φίλη κεφαλή.
因为每个人都喜欢符合他们自己性格的话语,而讨厌异己的性格,除非你另有所指,我亲爱的朋友。
λέγομέν τι πρὸς ταῦτα, ὦ Καλλίκλεις;
对此我们有什么可说的吗,卡里克勒斯?
ΚΑΛ. οὐκ οἶδʼ ὅντινά μοι τρόπον δοκεῖς εὖ λέγειν, ὦ Σώκρατες, πέπονθα δὲ τὸ τῶν πολλῶν πάθος· οὐ πάνυ σοι πείθομαι.
卡里克勒斯:苏格拉底,我不知道怎么回事,你似乎说得对;但我经历了大伙儿常有的那种感受:我不太信服你。
ΣΩ. ὁ δήμου γὰρ ἔρως, ὦ Καλλίκλεις, ἐνὼν ἐν τῇ ψυχῇ τῇ σῇ ἀντιστατεῖ μοι·
苏格拉底:因为对人民的爱,卡里克勒斯,存在于你的灵魂中,在抗拒着我。
ἀλλʼ ἐὰν πολλάκις βέλτιον ταὐτὰ ταῦτα διασκοπώμεθα, πεισθήσῃ.
但如果我们能多次且更好地审视这些同样的事,你就会被说服的。
ἀναμνήσθητι δʼ οὖν ὅτι δύʼ ἔφαμεν εἶναι τὰς παρασκευὰς ἐπὶ τὸ ἕκαστον θεραπεύειν, καὶ σῶμα καὶ ψυχήν, μίαν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὴν ἑτέραν δὲ πρὸς τὸ βέλτιστον, μὴ καταχαριζόμενον ἀλλὰ διαμαχόμενον.
总之,请你想一想,我们曾说过,针对每个对象——身体和魂——的照料准备有两种方式:一种是为了享乐而与之交往,另一种是为了最好,不加迎合而是与之斗争。
οὐ ταῦτα ἦν ἃ τότε ὡριζόμεθα;
这难道不是我们当时所定义的吗?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:完全如此。
ΣΩ. οὐκοῦν ἡ μὲν ἑτέρα, ἡ πρὸς ἡδονήν, ἀγεννὴς καὶ οὐδὲν ἄλλο ἢ κολακεία τυγχάνει οὖσα·
苏格拉底:那么,其中一种,即为了享乐的,是卑劣的,且无非是献媚。
ἦ γάρ;
不是吗?
ΚΑΛ. ἔστω, εἰ βούλει, σοὶ οὕτως.
卡里克勒斯:如果你愿意,就让它如你所说吧。
ΣΩ. ἡ δέ γε ἑτέρα, ὅπως ὡς βέλτιστον ἔσται τοῦτο, εἴτε σῶμα τυγχάνει ὂν εἴτε ψυχή, ὃ θεραπεύομεν;
苏格拉底:而另一种,则是要使我们照料的这个对象,无论它是身体还是魂,都达到尽可能最好的状态?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:完全如此。