§500ΣΩ. ἕνεκα γάρ που τῶν ἀγαθῶν ἅπαντα ἡμῖν ἔδοξεν πρακτέον εἶναι, εἰ μνημονεύεις, ἐμοί τε καὶ Πώλῳ.
苏格拉底:因为我想,如果你还记得的话,我和波洛斯都认为,我们做一切事情都是为了好的事物。
ἆρα καὶ σοὶ συνδοκεῖ οὕτω, τέλος εἶναι ἁπασῶν τῶν πράξεων τὸ ἀγαθόν, καὶ ἐκείνου ἕνεκα δεῖν πάντα τἆλλα πράττεσθαι ἀλλʼ οὐκ ἐκεῖνο τῶν ἄλλων;
难道你不同意这也是你的看法吗? 即一切行为的终点是好的事物,为了它,必须做其他所有的事情,而不是为了其他事情而做它?
σύμψηφος ἡμῖν εἶ καὶ σὺ ἐκ τρίτων;
你愿意和我们一样投赞成票,成为第三者吗?
ΚΑΛ. ἔγωγε.
卡里克勒斯:我同意。
ΣΩ. τῶν ἀγαθῶν ἄρα ἕνεκα δεῖ καὶ τἆλλα καὶ τὰ ἡδέα πράττειν, ἀλλʼ οὐ τἀγαθὰ τῶν ἡδέων.
苏格拉底:因此,我们必须为了好的事物而做其他事情,包括快乐的事物,而不是为了快乐的事物而做好的事物。
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:正是如此。
ΣΩ. ἆρʼ οὖν παντὸς ἀνδρός ἐστιν ἐκλέξασθαι ποῖα ἀγαθὰ τῶν ἡδέων ἐστὶν καὶ ὁποῖα κακά, ἢ τεχνικοῦ δεῖ εἰς ἕκαστον;
苏格拉底:那么,从快乐的事物中挑选出哪些是好的、哪些是坏的,是任何人都能做到的,还是在每种情况下都需要专业技术人员?
ΚΑΛ. τεχνικοῦ.
卡里克勒斯:需要专业技术人员。
ΣΩ. ἀναμνησθῶμεν δὴ ὧν αὖ ἐγὼ πρὸς Πῶλον καὶ Γοργίαν ἐτύγχανον λέγων.
苏格拉底:那么,让我们回想一下我刚才对波洛斯和高尔吉亚所说的话。
ἔλεγον γὰρ αὖ, εἰ μνημονεύεις, ὅτι εἶεν παρασκευαὶ αἱ μὲν μέχρι ἡδονῆς, αὐτὸ τοῦτο μόνον παρασκευάζουσαι, ἀγνοοῦσαι δὲ τὸ βέλτιον καὶ τὸ χεῖρον, αἱ δὲ γιγνώσκουσαι ὅτι τε ἀγαθὸν καὶ ὅτι κακόν·
因为我刚才说过,如果你还记得的话,有些准备工作只达到快乐,只提供这快乐本身,而不知道什么是更好的、什么是更坏的;而另一些则知道什么是好的、什么是坏的。
καὶ ἐτίθην τῶν μὲν περὶ τὰς ἡδονὰς τὴν μαγειρικὴν ἐμπειρίαν ἀλλὰ οὐ τέχνην, τῶν δὲ περὶ τὸ ἀγαθὸν τὴν ἰατρικὴν τέχνην.
我把关于快乐的那些归为烹饪经验,而不是技术;而把关于好的那些归为医术。
καὶ πρὸς Φιλίου, ὦ Καλλίκλεις, μήτε αὐτὸς οἴου δεῖν πρὸς ἐμὲ παίζειν μηδʼ ὅτι ἂν τύχῃς παρὰ τὰ δοκοῦντα ἀποκρίνου, μήτʼ αὖ τὰ παρʼ ἐμοῦ οὕτως ἀποδέχου ὡς παίζοντος·
看在友谊之神的份上,卡里克勒斯,你既不要以为应该对我开玩笑,也不要违背自己的真实想法随口回答,也不要把我所说的话当成是在开玩笑。
ὁρᾷς γὰρ ὅτι περὶ τούτου ἡμῖν εἰσιν οἱ λόγοι, οὗ τί ἂν μᾶλλον σπουδάσειέ τις καὶ σμικρὸν νοῦν ἔχων ἄνθρωπος, ἢ τοῦτο, ὅντινα χρὴ τρόπον ζῆν, πότερον ἐπὶ ὃν σὺ παρακαλεῖς ἐμέ, τὰ τοῦ ἀνδρὸς δὴ ταῦτα πράττοντα, λέγοντά τε ἐν τῷ δήμῳ καὶ ῥητορικὴν ἀσκοῦντα καὶ πολιτευόμενον τοῦτον τὸν τρόπον ὃν ὑμεῖς νῦν πολιτεύεσθε, ἢ τόνδε τὸν βίον τὸν ἐν φιλοσοφίᾳ, καὶ τί ποτʼ ἐστὶν οὗτος ἐκείνου διαφέρων.
因为你看到,我们的讨论是关于这个问题的——即使是一个只有一点点理智的人,还会对什么事情比这更认真呢? ——那就是:应当以什么样的方式生活? 是像你劝我的那样,去做那些“大国之士”的事,在民众中演讲、练习修辞、以你们现在参政的那种方式参政;还是过这种哲学的生活,而这生活到底与那生活有什么不同。
ἴσως οὖν βέλτιστόν ἐστιν, ὡς ἄρτι ἐγὼ ἐπεχείρησα, διαιρεῖσθαι, διελομένους δὲ καὶ ὁμολογήσαντας ἀλλήλοις, εἰ ἔστιν τούτω διττὼ τὼ βίω, σκέψασθαι τί τε διαφέρετον ἀλλήλοιν καὶ ὁπότερον βιωτέον αὐτοῖν.
也许,就像我刚才尝试的那样,最好进行划分,在划分并相互达成一致之后(如果这确实是两种不同的生活方式),去审视它们彼此有何不同,以及这两种生活应当选择哪一种。
ἴσως οὖν οὔπω οἶσθα τί λέγω.
也许你现在还不知道我在说什么。
ΚΑΛ. οὐ δῆτα.
卡里克勒斯:确实不知道。
ΣΩ. ἀλλʼ ἐγώ σοι σαφέστερον ἐρῶ.
苏格拉底:那我会对你说明白些。
ἐπειδὴ ὡμολογήκαμεν ἐγώ τε καὶ σὺ εἶναι μέν τι ἀγαθόν, εἶναι δέ τι ἡδύ, ἕτερον δὲ τὸ ἡδὺ τοῦ ἀγαθοῦ, ἑκατέρου δὲ αὐτοῖν μελέτην τινὰ εἶναι καὶ παρασκευὴν τῆς κτήσεως, τὴν μὲν τοῦ ἡδέος θήραν, τὴν δὲ τοῦ ἀγαθοῦ—αὐτὸ δέ μοι τοῦτο πρῶτον ἢ σύμφαθι ἢ μή.
既然我和你已经同意,存在某种好的事物,也存在某种快乐的事物,并且快乐的事物与好的事物不同,而且对它们两者的每一个,都有某种关注和获取它的准备,一是对快乐的猎取,一是对好的猎取——但首先对这一点,你同意还是不同意?
σύμφῃς;
你同意吗?
ΚΑΛ. οὕτως φημί.
卡里克勒斯:我同意。