§502ΣΩ. τί δὲ ἡ τῶν χορῶν διδασκαλία καὶ ἡ τῶν διθυράμβων ποίησις;
苏格拉底:那么,合唱队的训练和双人舞(迪堤兰博斯)的创作又如何呢?
οὐ τοιαύτη τίς σοι καταφαίνεται;
在你看来,这不也是类似的一种活动吗?
ἢ ἡγῇ τι φροντίζειν Κινησίαν τὸν Μέλητος, ὅπως ἐρεῖ τι τοιοῦτον ὅθεν ἂν οἱ ἀκούοντες βελτίους γίγνοιντο, ἢ ὅτι μέλλει χαριεῖσθαι τῷ ὄχλῳ τῶν θεατῶν;
还是你认为,梅莱托斯之子基内西亚斯,他在乎说些能让听众变得更好的话,还是他意图迎合观众中的群众?
ΚΑΛ. δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, Κινησίου γε πέρι.
卡里克勒斯:苏格拉底,至少关于基内西亚斯,这显然是确定无疑的。
ΣΩ. τί δὲ ὁ πατὴρ αὐτοῦ Μέλης;
苏格拉底:那么,他的父亲梅莱斯又如何呢?
ἦ πρὸς τὸ βέλτιστον βλέπων ἐδόκει σοι κιθαρῳδεῖν;
在你看来,他弹唱基塔拉琴是朝着最好的方向看吗?
ἢ ἐκεῖνος μὲν οὐδὲ πρὸς τὸ ἥδιστον;
还是他甚至连最令人愉快的事情都不看?
ἠνία γὰρ ᾁδων τοὺς θεατάς.
因为他唱歌时常让观众感到痛苦。
ἀλλὰ δὴ σκόπει· οὐχὶ ἥ τε κιθαρῳδικὴ δοκεῖ σοι πᾶσα καὶ ἡ τῶν διθυράμβων ποίησις ἡδονῆς χάριν ηὑρῆσθαι;
但是,你想想:难道你不认为整个基塔拉弹唱以及迪堤兰博斯的创作,都是为了快乐而发明的吗?
ΚΑΛ. ἔμοιγε.
卡里克勒斯:在我看来是的。
ΣΩ. τί δὲ δὴ ἡ σεμνὴ αὕτη καὶ θαυμαστή, ἡ τῆς τραγῳδίας ποίησις, ἐφʼ ᾧ ἐσπούδακεν;
苏格拉底:那么,这庄严而神奇的悲剧创作,它又热衷于什么呢?
πότερόν ἐστιν αὐτῆς τὸ ἐπιχείρημα καὶ ἡ σπουδή, ὡς σοὶ δοκεῖ, χαρίζεσθαι τοῖς θεαταῖς μόνον, ἢ καὶ διαμάχεσθαι, ἐάν τι αὐτοῖς ἡδὺ μὲν ᾖ καὶ κεχαρισμένον, πονηρὸν δέ, ὅπως τοῦτο μὲν μὴ ἐρεῖ, εἰ δέ τι τυγχάνει ἀηδὲς καὶ ὠφέλιμον, τοῦτο δὲ καὶ λέξει καὶ ᾁσεται, ἐάντε χαίρωσιν ἐάντε μή;
在你看来,它的企图和热忱,只是为了迎合观众,还是也在斗争——如果有某种东西对他们来说是愉快和迎合的,但是是恶劣的,它就努力不唱不说这个;如果某种东西碰巧是不愉快的,但是是有益的,那么无论他们高兴与否,它都去说去唱?
ποτέρως σοι δοκεῖ παρεσκευάσθαι ἡ τῶν τραγῳδιῶν ποίησις;
你认为悲剧创作是朝着这两个方向中的哪一个做准备的?
ΚΑΛ. δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, ὅτι πρὸς τὴν ἡδονὴν μᾶλλον ὥρμηται καὶ τὸ χαρίζεσθαι τοῖς θεαταῖς.
卡里克勒斯:苏格拉底,这显然是确定无疑的,它更多地倾向于快乐和迎合观众。
ΣΩ. οὐκοῦν τὸ τοιοῦτον, ὦ Καλλίκλεις, ἔφαμεν νυνδὴ κολακείαν εἶναι;
苏格拉底:那么,卡里克勒斯,我们刚才不是说,这种东西就是谄媚吗?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:确实如此。
ΣΩ. φέρε δή, εἴ τις περιέλοι τῆς ποιήσεως πάσης τό τε μέλος καὶ τὸν ῥυθμὸν καὶ τὸ μέτρον, ἄλλο τι ἢ λόγοι γίγνονται τὸ λειπόμενον;
苏格拉底:来吧,如果人们把所有诗歌的旋律、节奏和格律都剥离掉,剩下的除了语言之外,不就是别的什么了吗?
ΚΑΛ. ἀνάγκη.
卡里克勒斯:必然如此。
ΣΩ. οὐκοῦν πρὸς πολὺν ὄχλον καὶ δῆμον οὗτοι λέγονται οἱ λόγοι;
苏格拉底:那么,这些语言不正是对大群大众和民众人群说的吗?
ΚΑΛ. φημί.
卡里克勒斯:是的。
ΣΩ. δημηγορία ἄρα τίς ἐστιν ἡ ποιητική.
苏格拉底:那么,诗歌创作成了一种大众演说。
ΚΑΛ. φαίνεται.
卡里克勒斯:看起来是这样。
ΣΩ. οὐκοῦν ῥητορικὴ δημηγορία ἂν εἴη·
苏格拉底:那么它就是一种修辞性的大众演说。
ἢ οὐ ῥητορεύειν δοκοῦσί σοι οἱ ποιηταὶ ἐν τοῖς θεάτροις;
或者在你看来,诗人们难道不是在剧场里进行修辞演说吗?
ΚΑΛ. ἔμοιγε.
卡里克勒斯:在我看来是的。
ΣΩ. νῦν ἄρα ἡμεῖς ηὑρήκαμεν ῥητορικήν τινα πρὸς δῆμον τοιοῦτον οἷον παίδων τε ὁμοῦ καὶ γυναικῶν καὶ ἀνδρῶν, καὶ δούλων καὶ ἐλευθέρων, ἣν οὐ πάνυ ἀγάμεθα·
苏格拉底:那么,现在我们已经找到了一种针对这种由儿童、妇女、男人,以及奴隶和自由人共同组成的大众的修辞术。
κολακικὴν γὰρ αὐτήν φαμεν εἶναι.
我们对此并不完全赞赏,因为我们说它是谄媚性的。
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:确实如此。
ΣΩ. εἶεν·
苏格拉底:好极了。
τί δὲ ἡ πρὸς τὸν Ἀθηναίων δῆμον ῥητορικὴ καὶ τοὺς ἄλλους τοὺς ἐν ταῖς πόλεσιν δήμους τοὺς τῶν ἐλευθέρων ἀνδρῶν, τί ποτε ἡμῖν αὕτη ἐστίν;
那么,针对雅典民众的修辞术,以及各城邦中由自由民组成的其他民众的修辞术,这对我们来说到底是什么?
πότερόν σοι δοκοῦσιν πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι, ὅπως οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὑτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι, καὶ ἕνεκα τοῦ ἰδίου τοῦ αὑτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ, ὥσπερ παισὶ προσομιλοῦσι τοῖς δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον, εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα, οὐδὲν φροντίζουσιν;
在你看来,修辞家们总是朝着最好的方向说,并以此为目标,使市民们通过他们的言说而尽可能地变好,还是他们也同样倾向于迎合市民,为了个人私利而轻视公利,像对待儿童一样对待民众,只图迎合他们,而至于他们是否会因此变得更好或更坏,则完全不加关心?
§503ΚΑΛ. οὐχ ἁπλοῦν ἔτι τοῦτο ἐρωτᾷς·
卡里克勒斯:你现在问的这个问题已经不再简单了。
εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶν δὲ καὶ οἵους σὺ λέγεις.
因为有些人确实是因为关心市民而说他们所说的话,但也有一些像你所说的那样的人。
ΣΩ. ἐξαρκεῖ.
苏格拉底:这就够了。
εἰ γὰρ καὶ τοῦτό ἐστι διπλοῦν, τὸ μὲν ἕτερόν που τούτου κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δʼ ἕτερον καλόν, τὸ παρασκευάζειν ὅπως ὡς βέλτισται ἔσονται τῶν πολιτῶν αἱ ψυχαί, καὶ διαμάχεσθαι λέγοντα τὰ βέλτιστα, εἴτε ἡδίω εἴτε ἀηδέστερα ἔσται τοῖς ἀκούουσιν.
因为如果这也是双重的,那么其中一个大概就是谄媚和丑恶的大众演说,而另一个则是美好的——准备着让市民的灵魂尽可能地变好,并为说出最好的话而斗争,无论这些话对听众来说是更愉快还是更不愉快。
ἀλλʼ οὐ πώποτε σὺ ταύτην εἶδες τὴν ῥητορικήν·
但是,你还从未见过这种修辞术。
ἢ εἴ τινα ἔχεις τῶν ῥητόρων τοιοῦτον εἰπεῖν, τί οὐχὶ καὶ ἐμοὶ αὐτὸν ἔφρασας τίς ἐστιν;
或者,如果能从修辞家中间指出这样一个人的话,为什么你没有告诉我他是谁?
ΚΑΛ. ἀλλὰ μὰ Δία οὐκ ἔχω ἔγωγέ σοι εἰπεῖν τῶν γε νῦν ῥητόρων οὐδένα.
卡里克勒斯:但是,凭着宙斯,在现在的修辞家中间,我一个也指不出来。
ΣΩ. τί δέ;
苏格拉底:那么,在过去的人里呢?
τῶν παλαιῶν ἔχεις τινὰ εἰπεῖν διʼ ὅντινα αἰτίαν ἔχουσιν Ἀθηναῖοι βελτίους γεγονέναι, ἐπειδὴ ἐκεῖνος ἤρξατο δημηγορεῖν, ἐν τῷ πρόσθεν χρόνῳ χείρους ὄντες;
你能否指出任何一个,因为他的缘故,雅典人变得更好了——自从那个人开始进行大众演说以来,而在此前的时期里,雅典人是更坏的?
ἐγὼ μὲν γὰρ οὐκ οἶδα τίς ἐστιν οὗτος.
因为我,就我而言,不知道这个人是谁。
ΚΑΛ. τί δέ;
卡里克勒斯:什么?
Θεμιστοκλέα οὐκ ἀκούεις ἄνδρα ἀγαθὸν γεγονότα καὶ Κίμωνα καὶ Μιλτιάδην καὶ Περικλέα τουτονὶ τὸν νεωστὶ τετελευτηκότα, οὗ καὶ σὺ ἀκήκοας;
你难道没有听说过,地米斯托克利成了一个好人,还有客蒙、米太亚德,以及最近刚刚去世的这个伯里克利,你也听过他的声音?
ΣΩ. εἰ ἔστιν γε, ὦ Καλλίκλεις, ἣν πρότερον σὺ ἔλεγες ἀρετήν, ἀληθής, τὸ τὰς ἐπιθυμίας ἀποπιμπλάναι καὶ τὰς αὑτοῦ καὶ τὰς τῶν ἄλλων· εἰ δὲ μὴ τοῦτο, ἀλλʼ ὅπερ ἐν τῷ ὑστέρῳ λόγῳ ἠναγκάσθημεν ἡμεῖς ὁμολογεῖν—ὅτι αἳ μὲν τῶν ἐπιθυμιῶν πληρούμεναι βελτίω ποιοῦσι τὸν ἄνθρωπον, ταύτας μὲν ἀποτελεῖν, αἳ δὲ χείρω, μή, τοῦτο δὲ τέχνη τις εἴη—τοιοῦτον ἄνδρα τούτων τινὰ οὐκ ἔχω ἔγωγε πῶς εἴπω.
苏格拉底:卡里克勒斯,如果确实如此——也就是说你之前所说的“德性”是真实的,即满足自己和别人的欲望;但如果不是这个,而是我们在后面的论证中被迫承认的那样——即我们应该去实现那些在满足时让人变得更好的欲望,而不应该去满足那些让人变坏的欲望,并且这是一种技术——那么在这些人中间,我不知道如何才能说有谁是这样的。
ΚΑΛ. ἀλλʼ ἐὰν ζητῇς καλῶς, εὑρήσεις.
卡里克勒斯:但是,如果你好好寻找,你就会找到。
ΣΩ. ἴδωμεν δὴ οὑτωσὶ ἀτρέμα σκοπούμενοι εἴ τις τούτων τοιοῦτος γέγονεν·
苏格拉底:那么,让我们以这种方式静静地考察,看看他们中是否有人曾经是这样的。
φέρε γάρ, ὁ ἀγαθὸς ἀνὴρ καὶ ἐπὶ τὸ βέλτιστον λέγων, ἃ ἂν λέγῃ ἄλλο τι οὐκ εἰκῇ ἐρεῖ, ἀλλʼ ἀποβλέπων πρός τι;
因为来吧,一个好人并且朝着最好的方向说话,他所说的任何话,难道不都是不随意地说,而是朝着某个目标看吗?
ὥσπερ καὶ οἱ ἄλλοι πάντες δημιουργοὶ πρὸς τὸ αὑτῶν ἔργον ἕκαστος οὐκ εἰκῇ ἐκλεγόμενος προσφέρει ἀλλʼ ὅπως ἂν εἶδός τι αὐτῷ σχῇ τοῦτο ὃ ἐργάζεται.
正如所有其他手艺人一样,每个人都朝着自己的工作看,不是随意挑选和施加,而是为了让他所加工的东西具有某种形式。