§499ΣΩ. συλλόγισαι δὴ κοινῇ μετʼ ἐμοῦ τί ἡμῖν συμβαίνει ἐκ τῶν ὡμολογημένων·
苏格拉底:那么,请和我一起共同推论,从我们已经同意的观点中会得出什么结论。
καὶ δὶς γάρ τοι καὶ τρίς φασιν καλὸν εἶναι τὰ καλὰ λέγειν τε καὶ ἐπισκοπεῖσθαι.
因为人们常说,把美好的事情说上两遍甚至三遍并加以检验是件好事。
ἀγαθὸν μὲν εἶναι τὸν φρόνιμον καὶ ἀνδρεῖόν φαμεν.
我们说聪明和勇敢的人是好人。
ἦ γάρ;
难道不是吗?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. κακὸν δὲ τὸν ἄφρονα καὶ δειλόν;
苏格拉底:而愚蠢和懦弱的人是坏人?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:正是如此。
ΣΩ. ἀγαθὸν δὲ αὖ τὸν χαίροντα;
苏格拉底:另外,感到快乐的人是好人?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. κακὸν δὲ τὸν ἀνιώμενον;
苏格拉底:而感到痛苦的人是坏人?
ΚΑΛ. ἀνάγκη.
卡里克勒斯:必然如此。
ΣΩ. ἀνιᾶσθαι δὲ καὶ χαίρειν τὸν ἀγαθὸν καὶ κακὸν ὁμοίως, ἴσως δὲ καὶ μᾶλλον τὸν κακόν;
苏格拉底:而且好人和坏人同样地感到痛苦和快乐,甚至坏人可能还更多一些?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. οὐκοῦν ὁμοίως γίγνεται κακὸς καὶ ἀγαθὸς τῷ ἀγαθῷ ἢ καὶ μᾶλλον ἀγαθὸς ὁ κακός;
苏格拉底:那么,坏人变坏和变好的程度,岂不是和好人一样,甚至坏人还更好一些吗?
οὐ ταῦτα συμβαίνει καὶ τὰ πρότερα ἐκεῖνα, ἐάν τις ταὐτὰ φῇ ἡδέα τε καὶ ἀγαθὰ εἶναι;
如果有人坚称快乐的事物和好的事物是同一回事,难道不会得出这些结论以及先前的那些结论吗?
οὐ ταῦτα ἀνάγκη, ὦ Καλλίκλεις;
卡里克勒斯,这些难道不是必然的吗?
ΚΑΛ. πάλαι τοί σου ἀκροῶμαι, ὦ Σώκρατες, καθομολογῶν, ἐνθυμούμενος ὅτι, κἂν παίζων τίς σοι ἐνδῷ ὁτιοῦν, τούτου ἅσμενος ἔχῃ ὥσπερ τὰ μειράκια.
卡里克勒斯:苏格拉底,我听你说了好久,也一直在随声附和,心里却在想,哪怕有人在开玩笑时给你让步一点点,你就会像小孩子一样高兴地抓住不放。
ὡς δὴ σὺ οἴει ἐμὲ ἢ καὶ ἄλλον ὁντινοῦν ἀνθρώπων οὐχ ἡγεῖσθαι τὰς μὲν βελτίους ἡδονάς, τὰς δὲ χείρους.
难道你真的以为我,或者其他任何人,不认为有些快乐是更好的,有些是更坏的吗?
ΣΩ. ἰοῦ ἰοῦ, ὦ Καλλίκλεις, ὡς πανοῦργος εἶ καί μοι ὥσπερ παιδὶ χρῇ, τοτὲ μὲν τὰ αὐτὰ φάσκων οὕτως ἔχειν, τοτὲ δὲ ἑτέρως, ἐξαπατῶν με.
苏格拉底:哎呀呀,卡里克勒斯,你真是个狡黠的人! 你把我当成小孩子对待,一会儿说事情是这样,一会儿又说那样,来欺骗我。
καίτοι οὐκ ᾤμην γε κατʼ ἀρχὰς ὑπὸ σοῦ ἑκόντος εἶναι ἐξαπατηθήσεσθαι, ὡς ὄντος φίλου·
可我一开始绝没有想到会被你故意欺骗,因为我们是朋友。
νῦν δὲ ἐψεύσθην, καὶ ὡς ἔοικεν ἀνάγκη μοι κατὰ τὸν παλαιὸν λόγον τὸ παρὸν εὖ ποιεῖν καὶ τοῦτο δέχεσθαι τὸ διδόμενον παρὰ σοῦ.
如今我却看错了。 看来我不得不按照古老的谚语“尽力做好眼前的事”,接受你所给出的这一点了。
ἔστιν δὲ δή, ὡς ἔοικεν, ὃ νῦν λέγεις, ὅτι ἡδοναί τινές εἰσιν αἱ μὲν ἀγαθαί, αἱ δὲ κακαί· ἦ γάρ;
正如你现在所说的,看来有些快乐是好的,有些是坏的,对吗?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. ἆρʼ οὖν ἀγαθαὶ μὲν αἱ ὠφέλιμοι, κακαὶ δὲ αἱ βλαβεραί;
苏格拉底:那么,有益的快乐是好的,有害的快乐是坏的吗?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:正是如此。
ΣΩ. ὠφέλιμοι δέ γε αἱ ἀγαθόν τι ποιοῦσαι, κακαὶ δὲ αἱ κακόν τι;
苏格拉底:而产生某种好结果的是有益的,产生某种坏结果的是坏的?
ΚΑΛ. φημί.
卡里克勒斯:我承认。
ΣΩ. ἆρʼ οὖν τὰς τοιάσδε λέγεις, οἷον κατὰ τὸ σῶμα ἃς νυνδὴ ἐλέγομεν ἐν τῷ ἐσθίειν καὶ πίνειν ἡδονάς, ἦ ἄρα τούτων αἱ μὲν ὑγίειαν ποιοῦσαι ἐν τῷ σώματι, ἢ ἰσχὺν ἢ ἄλλην τινὰ ἀρετὴν τοῦ σώματος, αὗται μὲν ἀγαθαί, αἱ δὲ τἀναντία τούτων κακαί;
苏格拉底:那么,你指的是不是像下面这些情况:例如关于身体,我们刚才所说的在饮食中的快乐,其中那些能在身体中产生健康、力量或任何其他身体德性的是好的快乐,而产生相反结果的是坏的快乐?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:正是如此。
ΣΩ. οὐκοῦν καὶ λῦπαι ὡσαύτως αἱ μὲν χρησταί εἰσιν, αἱ δὲ πονηραί;
苏格拉底:那么,痛苦也同样,有些是好的,有些是坏的吗?
ΚΑΛ. πῶς γὰρ οὔ;
卡里克勒斯:当然如此。
ΣΩ. οὐκοῦν τὰς μὲν χρηστὰς καὶ ἡδονὰς καὶ λύπας καὶ αἱρετέον ἐστὶν καὶ πρακτέον;
苏格拉底:所以,好的快乐和好的痛苦,我们都应该选择并实行吗?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:正是如此。
ΣΩ. τὰς δὲ πονηρὰς οὔ;
苏格拉底:而坏的则不应该?
ΚΑΛ. δῆλον δή.
卡里克勒斯:显而易见。