Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §498

从愚者与懦夫的快乐看快善合一说的矛盾

第 34 段,共 53 段 · 希腊语

内容简介

苏格拉底通过向卡里克勒斯指出智者、愚者、懦夫和勇士在同样程度上体验到快乐与痛苦,从而推论出好人和坏人也将在同样程度上变好和变坏的矛盾。

§498ΣΩ. τί δέ;
苏格拉底:那又怎么样呢?
νοῦν ἔχοντα λυπούμενον καὶ χαίροντα;
你曾见过有理智的人在痛苦和在快乐吗?
ΚΑΛ. φημί.
卡里克勒斯:我见过。
ΣΩ. πότεροι δὲ μᾶλλον χαίρουσι καὶ λυποῦνται, οἱ φρόνιμοι ἢ οἱ ἄφρονες;
苏格拉底:那么,哪一方更多地感到快乐和痛苦呢,是聪明人还是愚人?
ΚΑΛ. οἶμαι ἔγωγε οὐ πολύ τι διαφέρειν.
卡里克勒斯:我想没有什么大的差别。
ΣΩ. ἀλλʼ ἀρκεῖ καὶ τοῦτο.
苏格拉底:不过,这也足够了。
ἐν πολέμῳ δὲ ἤδη εἶδες ἄνδρα δειλόν;
那么,在战争中你曾见过懦弱的人吗?
ΚΑΛ. πῶς γὰρ οὔ;
卡里克勒斯:当然见过。
ΣΩ. τί οὖν;
苏格拉底:那么怎么样?
ἀπιόντων τῶν πολεμίων πότεροί σοι ἐδόκουν μᾶλλον χαίρειν, οἱ δειλοὶ ἢ οἱ ἀνδρεῖοι;
当敌人撤退时,在你看来哪一方更快乐呢,是懦夫还是勇士?
ΚΑΛ. ἀμφότεροι ἔμοιγε· εἰ δὲ μή, παραπλησίως γε.
卡里克勒斯:在我看来两方都很快乐;如果不是,那也至少差不多。
ΣΩ. οὐδὲν διαφέρει.
苏格拉底:这没区别。
χαίρουσιν δʼ οὖν καὶ οἱ δειλοί;
无论如何,懦弱的人也是会快乐的吧?
ΚΑΛ. σφόδρα γε.
卡里克勒斯:非常快乐。
ΣΩ. καὶ οἱ ἄφρονες, ὡς ἔοικεν.
苏格拉底:而且愚蠢的人也是,似乎是这样。
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. προσιόντων δὲ οἱ δειλοὶ μόνον λυποῦνται ἢ καὶ οἱ ἀνδρεῖοι;
苏格拉底:那么当敌人逼近时,只有懦夫感到痛苦,还是勇士也一样?
ΚΑΛ. ἀμφότεροι.
卡里克勒斯:两方都痛苦。
ΣΩ. ἆρα ὁμοίως;
苏格拉底:同样痛苦吗?
ΚΑΛ. μᾶλλον ἴσως οἱ δειλοί.
卡里克勒斯:懦夫可能更痛苦一些。
ΣΩ. ἀπιόντων δʼ οὐ μᾶλλον χαίρουσιν;
苏格拉底:而当敌人撤退时,他们不也更快乐吗?
ΚΑΛ. ἴσως.
卡里克勒斯:大概吧。
ΣΩ. οὐκοῦν λυποῦνται μὲν καὶ χαίρουσιν καὶ οἱ ἄφρονες καὶ οἱ φρόνιμοι καὶ οἱ δειλοὶ καὶ οἱ ἀνδρεῖοι παραπλησίως, ὡς σὺ φῄς, μᾶλλον δὲ οἱ δειλοὶ τῶν ἀνδρείων;
苏格拉底:那么,正如你所说,愚蠢的人和聪明的人、懦夫和勇士,都差不多同样地痛苦和快乐,甚至懦夫比勇士还更甚一些,是吗?
ΚΑΛ. φημί.
卡里克勒斯:我承认。
ΣΩ. ἀλλὰ μὴν οἵ γε φρόνιμοι καὶ οἱ ἀνδρεῖοι ἀγαθοί, οἱ δὲ δειλοὶ καὶ ἄφρονες κακοί;
苏格拉底:然而,聪明和勇敢的人是好人,而懦弱和愚蠢的人是坏人,对吧?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. παραπλησίως ἄρα χαίρουσιν καὶ λυποῦνται οἱ ἀγαθοὶ καὶ οἱ κακοί;
苏格拉底:那么,好人和坏人也差不多同样地快乐和痛苦吗?
ΚΑΛ. φημί.
卡里克勒斯:我承认。
ΣΩ. ἆρʼ οὖν παραπλησίως εἰσὶν ἀγαθοὶ καὶ κακοὶ οἱ ἀγαθοί τε καὶ οἱ κακοί;
苏格拉底:那么,好人和坏人也是差不多同样地好和坏吗?
ἢ καὶ ἔτι μᾶλλον ἀγαθοὶ εἰσιν οἱ κακοί;
甚至坏人还更好一些?
ΚΑΛ. ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ὅτι λέγεις.
卡里克勒斯:可是,凭宙斯起誓,我根本不知道你在说什么。
ΣΩ. οὐκ οἶσθʼ ὅτι τοὺς ἀγαθοὺς ἀγαθῶν φῂς παρουσίᾳ εἶναι ἀγαθούς, καὶ κακοὺς δὲ κακῶν;
苏格拉底:难道你不知道,你曾说过好人是因为有好事物显现才是好人,坏人是因为有坏事物显现才是坏人?
τὰ δὲ ἀγαθὰ εἶναι τὰς ἡδονάς, κακὰ δὲ τὰς ἀνίας;
而好事物就是快乐,坏事物就是痛苦吗?
ΚΑΛ. ἔγωγε.
卡里克勒斯:我知道。
ΣΩ. οὐκοῦν τοῖς χαίρουσιν πάρεστιν τἀγαθά, αἱ ἡδοναί, εἴπερ χαίρουσιν;
苏格拉底:那么,既然那些快乐的人在感到快乐,好事物(即快乐)不就呈现在他们面前了吗?
ΚΑΛ. πῶς γὰρ οὔ;
卡里克勒斯:当然如此。
ΣΩ. οὐκοῦν ἀγαθῶν παρόντων ἀγαθοί εἰσιν οἱ χαίροντες;
苏格拉底:所以,既然好事物呈现了,那些快乐的人就是好人吧?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. τί δέ;
苏格拉底:那又怎么样?
τοῖς ἀνιωμένοις οὐ πάρεστιν τὰ κακά, αἱ λῦπαι;
在痛苦的人身上,坏事物(即痛苦)不也呈现着吗?
ΚΑΛ. πάρεστιν.
卡里克勒斯:是的,呈现着。
ΣΩ. κακῶν δέ γε παρουσίᾳ φῂς σὺ εἶναι κακοὺς τοὺς κακούς·
苏格拉底:然而你又说,坏人之所以是坏人,是因为有坏事物显现。
ἢ οὐκέτι φῄς;
还是说你现在不这么说了?
ΚΑΛ. ἔγωγε.
卡里克勒斯:我还是这么说的。
ΣΩ. ἀγαθοὶ ἄρα οἳ ἂν χαίρωσι, κακοὶ δὲ οἳ ἂν ἀνιῶνται;
苏格拉底:所以,感到快乐的人就是好人,感到痛苦的人就是坏人?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:正是如此。
ΣΩ. οἳ μέν γε μᾶλλον μᾶλλον, οἳ δʼ ἧττον ἧττον, οἳ δὲ παραπλησίως παραπλησίως;
苏格拉底:那么,程度更甚的就更甚,程度轻的就轻,程度差不多的就差不多?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. οὐκοῦν φῂς παραπλησίως χαίρειν καὶ λυπεῖσθαι τοὺς φρονίμους καὶ τοὺς ἄφρονας καὶ τοὺς δειλοὺς καὶ τοὺς ἀνδρείους, ἢ καὶ μᾶλλον ἔτι τοὺς δειλούς;
苏格拉底:那么,你承认聪明人和愚蠢的人、懦夫和勇士,都差不多同样地感到快乐和痛苦,甚至懦夫可能还要更多一些?
ΚΑΛ. ἔγωγε.
卡里克勒斯:我承认。

词汇与语法注释

  1. 498aνοῦν ἔχοντα — 意为“有理智(智慧)的人”的宾格名词短语。承接前句中 `παῖδα ἀνόητον`(愚蠢的孩子)和 `ἄνδρα ἀνόητον`(愚蠢的大人)的对比语境,作为被省略的动词 `εἶδες`(你曾见过……吗)的直接宾语。
  2. 498bἀπιόντων τῶν πολεμίων — 属格独立结构,表示时间(“当敌人退却时”)或条件。在文法上与后文的 `προσιόντων`(逼近时)形成对比。
  3. 498eοἳ μέν γε μᾶλλον μᾶλλον — 极具省略性的排比结构,省略了动词(如 `χαίρωσιν / ἀνιῶνται` 和 `ἀγαθοὶ / κα校 εἰσιν`)。它简明地表达了一种比例关系,即“那些更[快乐/痛苦]的人就更[好/坏]”。

引用这一段

柏拉图, 高尔吉亚篇 §498. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:498

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。