§496ΣΩ. οἷον περὶ ὅτου βούλει τοῦ σώματος ἀπολαβὼν σκόπει.
苏格拉底:例如,把你所愿意的身体的任何一部分分离出来考察一下。
νοσεῖ που ἄνθρωπος ὀφθαλμούς, ᾧ ὄνομα ὀφθαλμία;
人不是有时会眼睛生病,这病的名字叫眼炎吗?
ΚΑΛ. πῶς γὰρ οὔ;
卡里克勒斯:当然如此。
ΣΩ. οὐ δήπου καὶ ὑγιαίνει γε ἅμα τοὺς αὐτούς;
苏格拉底:想必他不会同时这双眼睛也是健康的吧?
ΚΑΛ. οὐδʼ ὁπωστιοῦν.
卡里克勒斯:绝不可能。
ΣΩ. τί δὲ ὅταν τῆς ὀφθαλμίας ἀπαλλάττηται;
苏格拉底:那么当他摆脱眼炎的时候呢?
ἆρα τότε καὶ τῆς ὑγιείας ἀπαλλάττεται τῶν ὀφθαλμῶν καὶ τελευτῶν ἅμα ἀμφοτέρων ἀπήλλακται;
难道他那时也摆脱了眼睛的健康,最终同时摆脱了这两者吗?
ΚΑΛ. ἥκιστά γε.
卡里克勒斯:绝不如此。
ΣΩ. θαυμάσιον γὰρ οἶμαι καὶ ἄλογον γίγνεται·
苏格拉底:因为我想,那会是一件奇妙而不合情理的事,不是吗?
ἦ γάρ; ΚΑΛ. σφόδρα γε.
卡里克勒斯:确实如此。
ΣΩ. ἀλλʼ ἐν μέρει οἶμαι ἑκάτερον καὶ λαμβάνει καὶ ἀπολλύει;
苏格拉底:我想,他是轮流获得和失去这每一方的吧?
ΚΑΛ. φημί.
卡里克勒斯:我承认。
ΣΩ. οὐκοῦν καὶ ἰσχὺν καὶ ἀσθένειαν ὡσαύτως;
苏格拉底:那么,强壮和虚弱也是同样如此吗?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. καὶ τάχος καὶ βραδυτῆτα;
苏格拉底:速度和迟缓也是?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:当然。
ΣΩ. ἦ καὶ τἀγαθὰ καὶ τὴν εὐδαιμονίαν καὶ τἀναντία τούτων, κακά τε καὶ ἀθλιότητα, ἐν μέρει λαμβάνει καὶ ἐν μέρει ἀπαλλάττεται ἑκατέρου;
苏格拉底:那么,对于好的事物和幸福,以及与这些相反的坏的事物和悲惨,也是轮流获得并轮流摆脱每一方吗?
ΚΑΛ. πάντως δήπου.
卡里克勒斯:当然完全如此。
ΣΩ. ἐὰν εὕρωμεν ἄρα ἄττα ὧν ἅμα τε ἀπαλλάττεται ἄνθρωπος καὶ ἅμα ἔχει, δῆλον ὅτι ταῦτά γε οὐκ ἂν εἴη τό τε ἀγαθὸν καὶ τὸ κακόν.
苏格拉底:那么,如果我们发现有些东西是人同时摆脱又同时拥有的,显而易见,这些东西绝不会是“好”和“坏”。
ὁμολογοῦμεν ταῦτα;
我们同意这一点吗?
καὶ εὖ μάλα σκεψάμενος ἀποκρίνου.
请非常仔细地思考之后再回答。
ΚΑΛ. ἀλλʼ ὑπερφυῶς ὡς ὁμολογῶ.
卡里克勒斯:那我极其同意。
ΣΩ. ἴθι δὴ ἐπὶ τὰ ἔμπροσθεν ὡμολογημένα.
苏格拉底:那么,来看看我们之前同意过的事情。
τὸ πεινῆν ἔλεγες πότερον ἡδὺ ἢ ἀνιαρὸν εἶναι;
你曾说“挨饿”是愉快的还是痛苦的?
αὐτὸ λέγω τὸ πεινῆν.
我是指挨饿本身。
ΚΑΛ. ἀνιαρὸν ἔγωγε· τὸ μέντοι πεινῶντα ἐσθίειν ἡδὺ λέγω.
卡里克勒斯:我认为是痛苦的;然而,挨饿时吃东西则是愉快的,我是这么说的。
ΣΩ. μανθάνω·
苏格拉底:我懂了。
ἀλλʼ οὖν τό γε πεινῆν αὐτὸ ἀνιαρόν.
但不管怎样,挨饿本身是痛苦的,难道不是吗?
ἢ οὐχί; ΚΑΛ. φημί.
卡里克勒斯:是的。
ΣΩ. οὐκοῦν καὶ τὸ διψῆν;
苏格拉底:那么口渴也是?
ΚΑΛ. σφόδρα γε.
卡里克勒斯:确实。
ΣΩ. πότερον οὖν ἔτι πλείω ἐρωτῶ, ἢ ὁμολογεῖς ἅπασαν ἔνδειαν καὶ ἐπιθυμίαν ἀνιαρὸν εἶναι;
苏格拉底:那么,我还需要问更多吗,还是你同意一切匮乏和欲望都是痛苦的?
ΚΑΛ. ὁμολογῶ, ἀλλὰ μὴ ἐρώτα.
卡里克勒斯:我同意,你别问了。
ΣΩ. εἶεν·
苏格拉底:好吧。
διψῶντα δὲ δὴ πίνειν ἄλλο τι ἢ ἡδὺ φῂς εἶναι;
那么,口渴时喝水,你难道不认为这是愉快的吗?
ΚΑΛ. ἔγωγε.
卡里克勒斯:是的。
ΣΩ. οὐκοῦν τούτου οὗ λέγεις τὸ μὲν διψῶντα λυπούμενον δήπου ἐστίν;
苏格拉底:那么,在你所说的这件事情中,“口渴的”状态想必是指处于痛苦中吧?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. τὸ δὲ πίνειν πλήρωσίς τε τῆς ἐνδείας καὶ ἡδονή;
苏格拉底:而“喝水”则是对匮乏的满足和一种快乐?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. οὐκοῦν κατὰ τὸ πίνειν χαίρειν λέγεις;
苏格拉底:那么,你所说的快乐是在“喝水”这个过程中发生的了?
ΚΑΛ. μάλιστα.
卡里克勒斯:正是。
ΣΩ. διψῶντά γε.
苏格拉底:是在口渴的时候?
ΚΑΛ. φημί.
卡里克勒斯:我承认。
ΣΩ. λυπούμενον;
苏格拉底:也是在痛苦中?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. αἰσθάνῃ οὖν τὸ συμβαῖνον, ὅτι λυπούμενον χαίρειν λέγεις ἅμα, ὅταν διψῶντα πίνειν λέγῃς;
苏格拉底:那么,你注意到由此产生的后果了吗:当你主张“口渴时喝水”时,你是说一个人在痛苦的同时也在快乐。
ἢ οὐχ ἅμα τοῦτο γίγνεται κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον εἴτε ψυχῆς εἴτε σώματος βούλει; οὐδὲν γὰρ οἶμαι διαφέρει.
难道这不正是同时发生在同一个地方(无论是在灵魂中还是在肉体中,这都无所谓,因为我想这没有区别)的吗?
ἔστι ταῦτα ἢ οὔ;
是这样还是不是?
ΚΑΛ. ἔστιν.
卡里克勒斯:确实如此。
ΣΩ. ἀλλὰ μὴν εὖ γε πράττοντα κακῶς πράττειν ἅμα ἀδύνατον φῂς εἶναι.
苏格拉底:然而,你先前说过,一个人同时处境好和处境坏是不可能的。
§497ΚΑΛ. φημὶ γάρ.
卡里克勒斯:我是说过。
ΣΩ. ἀνιώμενον δέ γε χαίρειν δυνατὸν ὡμολόγηκας.
苏格拉底:但你现在已经承认,在痛苦的同时感到快乐是可能的。
ΚΑΛ. φαίνεται.
卡里克勒斯:看来是这样。
ΣΩ. οὐκ ἄρα τὸ χαίρειν ἐστὶν εὖ πράττειν οὐδὲ τὸ ἀνιᾶσθαι κακῶς, ὥστε ἕτερον γίγνεται τὸ ἡδὺ τοῦ ἀγαθοῦ.
苏格拉底:因此,快乐并不等同于处境好,痛苦也不等同于处境坏,所以快乐的事物和好的事物是不同的。
ΚΑΛ. οὐκ οἶδʼ ἅττα σοφίζῃ, ὦ Σώκρατες.
卡里克勒斯:我不懂你又在耍什么诡辩,苏格拉底。
ΣΩ. οἶσθα, ἀλλὰ ἀκκίζῃ, ὦ Καλλίκλεις·
苏格拉底:你其实懂,只是在装糊涂,卡里克勒斯。
καὶ πρόιθί γε ἔτι εἰς τὸ ἔμπροσθεν, ἵνα εἰδῇς ὡς σοφὸς ὤν με νουθετεῖς.
再往前推论一点吧,好让你知道你是多么智慧地在告诫我。
οὐχ ἅμα διψῶν τε ἕκαστος ἡμῶν πέπαυται καὶ ἅμα ἡδόμενος διὰ τοῦ πίνειν;
难道我们每一个人在通过喝水止渴的同时,由于喝水而产生的快乐不也同时停止了吗?
ΚΑΛ. οὐκ οἶδα ὅτι λέγεις.
卡里克勒斯:我不知道你在说什么。
ΓΟΡ. μηδαμῶς, ὦ Καλλίκλεις, ἀλλʼ ἀποκρίνου καὶ ἡμῶν ἕνεκα, ἵνα περανθῶσιν οἱ λόγοι.
高尔吉亚:千万不要这样,卡里克勒斯,为了我们也请回答,好让讨论能进行完毕。
ΚΑΛ. ἀλλʼ ἀεὶ τοιοῦτός ἐστιν Σωκράτης, ὦ Γοργία· σμικρὰ καὶ ὀλίγου ἄξια ἀνερωτᾷ καὶ ἐξελέγχει.
卡里克勒斯:但是高尔吉亚,苏格拉底总是这样;他老是追问一些微不足道、毫无价值的事物,并且进行反驳。
ΓΟΡ. ἀλλὰ τί σοὶ διαφέρει;
高尔吉亚:但那对你有什么关系呢?
πάντως οὐ σὴ αὕτη ἡ τιμή, ὦ Καλλίκλεις·
无论如何,这又不是你自己的名誉问题,卡里克勒斯。
ἀλλʼ ὑπόσχες Σωκράτει ἐξελέγξαι ὅπως ἂν βούληται.
就让苏格拉底按照他所喜欢的方式去进行反驳吧。
ΚΑΛ. Ἐρώτα δὴ σὺ τὰ σμικρά τε καὶ στενὰ ταῦτα, ἐπείπερ Γοργίᾳ δοκεῖ οὕτως.
卡里克勒斯:那么你就问你那些微不足道、狭隘窄小的问题吧,既然高尔吉亚觉得应该如此。
ΣΩ. εὐδαίμων εἶ, ὦ Καλλίκλεις, ὅτι τὰ μεγάλα μεμύησαι πρὶν τὰ σμικρά·
苏格拉底:你真是幸福,卡里克勒斯,在加入小仪式之前,就已经入了大仪式的教。
ἐγὼ δʼ οὐκ ᾤμην θεμιτὸν εἶναι.
我还以为这是不被允许的呢。
ὅθεν οὖν ἀπέλιπες ἀποκρίνου, εἰ οὐχ ἅμα παύεται διψῶν ἕκαστος ἡμῶν καὶ ἡδόμενος.
那么,就从你停下的地方回答吧:我们每一个人在止渴的同时,难道不也同时停止了快乐吗?
ΚΑΛ. φημί.
卡里克勒斯:我承认。
ΣΩ. οὐκοῦν καὶ πεινῶν καὶ τῶν ἄλλων ἐπιθυμιῶν καὶ ἡδονῶν ἅμα παύεται;
苏格拉底:那么,在挨饿以及其他欲望和快乐发生的时候,它们不也是同时停止的吗?
ΚΑΛ. ἔστι ταῦτα.
卡里克勒斯:是这样。
ΣΩ. οὐκοῦν καὶ τῶν λυπῶν καὶ τῶν ἡδονῶν ἅμα παύεται;
苏格拉底:那么,从痛苦和快乐中,他也是同时停止的吧?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. ἀλλὰ μὴν τῶν ἀγαθῶν γε καὶ κακῶν οὐχ ἅμα παύεται, ὡς σὺ ὡμολόγεις·
苏格拉底:然而,你刚才同意过,人并不同时摆脱好的和坏的事物。
νῦν δὲ οὐχ ὁμολογεῖς;
你现在不同意了吗?
ΚΑΛ. ἔγωγε·
卡里克勒斯:我同意。
τί οὖν δή;
那又怎么样呢?
ΣΩ. ὅτι οὐ τὰ αὐτὰ γίγνεται, ὦ φίλε, τἀγαθὰ τοῖς ἡδέσιν οὐδὲ τὰ κακὰ τοῖς ἀνιαροῖς.
苏格拉底:这就是说,我的朋友,“好”和“快乐”并不是同一个事物,“坏”和“痛苦”也不是。
τῶν μὲν γὰρ ἅμα παύεται, τῶν δὲ οὔ, ὡς ἑτέρων ὄντων·
因为对于前者,人是同时停止的,而对于后者则不然,因为它们是不同的。
πῶς οὖν ταὐτὰ ἂν εἴη τὰ ἡδέα τοῖς ἀγαθοῖς ἢ τὰ ἀνιαρὰ τοῖς κακοῖς;
既然如此,快乐的事物怎么会和好的事物一样,痛苦的事物怎么会和坏的事物一样呢?
ἐὰν δὲ βούλῃ, καὶ τῇδε ἐπίσκεψαι (οἶμαι γάρ σοι οὐδὲ ταύτῃ ὁμολογεῖσθαι· ἄθρει δέ) τοὺς ἀγαθοὺς οὐχὶ ἀγαθῶν παρουσίᾳ ἀγαθοὺς καλεῖς, ὥσπερ τοὺς καλοὺς οἷς ἂν κάλλος παρῇ;
但是如果你愿意,也可以这样考察一下(因为我想,在这个问题上你也不会同意我,但请看一看):你难道不是因为好的事物的显现才称好人为好人,就像称那些有美同在的人为美的人一样吗?
ΚΑΛ. ἔγωγε.
卡里克勒斯:是的。
ΣΩ. τί δέ;
苏格拉底:那又怎么样呢?
ἀγαθοὺς ἄνδρας καλεῖς ἄφρονας καὶ δειλούς;
你称愚蠢和懦弱的人为好人吗?
οὐ γὰρ ἄρτι γε, ἀλλὰ τοὺς ἀνδρείους καὶ φρονίμους ἔλεγες· ἢ οὐ τούτους ἀγαθοὺς καλεῖς;
刚才显然不是,你是在称勇敢和聪明的人为好。
ΚΑΛ. πάνυ μὲν οὖν.
难道你不称这些人为好人吗?
ΣΩ. τί δέ;
卡里克勒斯:当然称他们为好人。
παῖδα ἀνόητον χαίροντα ἤδη εἶδες;
苏格拉底:那,你曾见过一个无知的孩子感到快乐吗?
ΚΑΛ. ἔγωγε.
卡里克勒斯:我见过。
ΣΩ. ἄνδρα δὲ οὔπω εἶδες ἀνόητον χαίροντα;
苏格拉底:那么,你从没见过一个愚蠢的人在快乐吗?
ΚΑΛ. οἶμαι ἔγωγε·
卡里克勒斯:我想我见过。
ἀλλὰ τί τοῦτο;
但那又怎么样?
ΣΩ. οὐδέν· ἀλλʼ ἀποκρίνου.
苏格拉底:没什么,只管回答。
ΚΑΛ. εἶδον.
卡里克勒斯:我见过。