§490ΣΩ. πολλάκις ἄρα εἷς φρονῶν μυρίων μὴ φρονούντων κρείττων ἐστὶν κατὰ τὸν σὸν λόγον, καὶ τοῦτον ἄρχειν δεῖ, τοὺς δʼ ἄρχεσθαι, καὶ πλέον ἔχειν τὸν ἄρχοντα τῶν ἀρχομένων·
苏格拉底:那么,根据你的论点,一个聪明的人往往比一万个不聪明的人更优秀,这个人应该统治,而其他人应该被统治,统治者应该比被统治者占有更多。
τοῦτο γάρ μοι δοκεῖς βούλεσθαι λέγειν—καὶ οὐ ῥήματι θηρεύω—εἰ ὁ εἷς τῶν μυρίων κρείττων.
因为如果你认为一个人比一万人更优秀,你似乎就是想表达这个意思——我可不是在捕捉你的字眼。
ΚΑΛ. ἀλλὰ ταῦτʼ ἔστιν ἃ λέγω.
卡里克勒斯:是的,这正是我的意思。
τοῦτο γὰρ οἶμαι ἐγὼ τὸ δίκαιον εἶναι φύσει, τὸ βελτίω ὄντα καὶ φρονιμώτερον καὶ ἄρχειν καὶ πλέον ἔχειν τῶν φαυλοτέρων.
因为我认为这就是自然的正义,即更优秀、更聪明的人既要统治更差的人,也要比他们占有更多。
ΣΩ. ἔχε δὴ αὐτοῦ.
苏格拉底:且慢。
τί ποτε αὖ νῦν λέγεις;
你现在又在说什么呢?
ἐὰν ἐν τῷ αὐτῷ ὦμεν, ὥσπερ νῦν, πολλοὶ ἁθρόοι, καὶ ἡμῖν ᾖ ἐν κοινῷ πολλὰ σιτία καὶ ποτά, ὦμεν δὲ παντοδαποί, οἱ μὲν ἰσχυροί, οἱ δʼ ἀσθενεῖς, εἷς δὲ ἡμῶν ᾖ φρονιμώτερος περὶ ταῦτα, ἰατρὸς ὤν, ᾖ δέ, οἷον εἰκός, τῶν μὲν ἰσχυρότερος, τῶν δὲ ἀσθενέστερος, ἄλλο τι ἢ οὗτος, φρονιμώτερος ἡμῶν ὤν, βελτίων καὶ κρείττων ἔσται εἰς ταῦτα;
如果我们像现在这样大批聚集在同一个地方,我们共同拥有大量的食物和饮料,我们中各式各样的人都有,有的强壮,有的软弱,而我们中的一个人在这方面更聪明,因为他是个医生,而且他很可能比一些人强壮,比另一些人软弱;既然他比我们更聪明,那么在这件事上,他岂不是比我们更好、更优秀吗?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:确实如此。
ΣΩ. ἦ οὖν τούτων τῶν σιτίων πλέον ἡμῶν ἑκτέον αὐτῷ, ὅτι βελτίων ἐστίν, ἢ τῷ μὲν ἄρχειν πάντα ἐκεῖνον δεῖ νέμειν, ἐν τῷ δὲ ἀναλίσκειν τε αὐτὰ καὶ καταχρῆσθαι εἰς τὸ ἑαυτοῦ σῶμα οὐ πλεονεκτητέον, εἰ μὴ μέλλει ζημιοῦσθαι, ἀλλὰ τῶν μὲν πλέον, τῶν δʼ ἔλαττον ἑκτέον·
苏格拉底:那么,因为他更优秀,他是否就应该比我们占有更多的食物? 还是说,虽然他作为统治者应当负责分配一切,但在消费这些食物并将它们使用在自己身体上时,除非他想受到惩罚,否则他不应当占便宜,而是应当给一些人多分,给一些人少分?
ἐὰν δὲ τύχῃ πάντων ἀσθενέστατος ὤν, πάντων ἐλάχιστον τῷ βελτίστῳ, ὦ Καλλίκλεις;
如果他碰巧是所有人中最软弱的一个,那么这个最优秀的人,岂不是应该在所有人中占有最少,卡里克勒斯?
οὐχ οὕτως, ὠγαθέ;
我的好朋友,难道不是这样吗?
ΚΑΛ. περὶ σιτία, λέγεις, καὶ ποτὰ καὶ ἰατροὺς καὶ φλυαρίας· ἐγὼ δὲ οὐ ταῦτα λέγω.
卡里克勒斯:你谈论的是食物、饮料、医生和废话;我说的不是这些。
ΣΩ. πότερον οὐ τὸν φρονιμώτερον βελτίω λέγεις;
苏格拉底:你难道不认为更聪明的人就是更优秀的人吗?
φάθι ἢ μή.
说是或者不是。
ΚΑΛ. ἔγωγε.
卡里克勒斯:我是这么认为的。
ΣΩ. ἀλλʼ οὐ τὸν βελτίω πλέον δεῖν ἔχειν;
苏格拉底:但你不是说更优秀的人应该占有更多吗?
ΚΑΛ. οὐ σιτίων γε οὐδὲ ποτῶν.
卡里克勒斯:绝不是指食物或饮料。
ΣΩ. μανθάνω, ἀλλʼ ἴσως ἱματίων, καὶ δεῖ τὸν ὑφαντικώτατον μέγιστον ἱμάτιον ἔχειν καὶ πλεῖστα καὶ κάλλιστα ἀμπεχόμενον περιιέναι;
苏格拉底:我明白了。 那也许是指衣服吧,最精于织造的人应该拥有最大的衣服,并且应该穿着最多、最美丽的衣服四处走动?
ΚΑΛ. ποίων ἱματίων;
卡里克勒斯:什么衣服?
ΣΩ. ἀλλʼ εἰς ὑποδήματα δῆλον ὅτι δεῖ πλεονεκτεῖν τὸν φρονιμώτατον εἰς ταῦτα καὶ βέλτιστον.
苏格拉底:那么关于鞋子,显然在这些事情上最聪明、最优秀的人应该占有更多。
τὸν σκυτοτόμον ἴσως μέγιστα δεῖ ὑποδήματα καὶ πλεῖστα ὑποδεδεμένον περιπατεῖν.
也许鞋匠应该穿着最大的鞋子和最多的鞋子四处走动。
ΚΑΛ. ποῖα ὑποδήματα;
卡里克勒斯:什么鞋子?
φλυαρεῖς ἔχων.
你一直在胡说八道。
ΣΩ. ἀλλʼ εἰ μὴ τὰ τοιαῦτα λέγεις, ἴσως τὰ τοιάδε· οἷον γεωργικὸν ἄνδρα περὶ γῆν φρόνιμόν τε καὶ καλὸν καὶ ἀγαθόν, τοῦτον δὴ ἴσως δεῖ πλεονεκτεῖν τῶν σπερμάτων καὶ ὡς πλείστῳ σπέρματι χρῆσθαι εἰς τὴν αὑτοῦ γῆν.
苏格拉底:但如果你说的不是这些,也许你指的是这样的事情:例如,一个在土地方面聪明、高尚且优秀的农夫;也许这个人应该占有更多的种子,并在他自己的土地上使用最多的种子。
ΚΑΛ. ὡς ἀεὶ ταὐτὰ λέγεις, ὦ Σώκρατες.
卡里克勒斯:苏格拉底,你总是说同样的话。
ΣΩ. οὐ μόνον γε, ὦ Καλλίκλεις, ἀλλὰ καὶ περὶ τῶν αὐτῶν.
苏格拉底:卡里克勒斯,不仅如此,而且也是关于同样的事情。
§491ΚΑΛ. νὴ τοὺς θεούς, ἀτεχνῶς γε ἀεὶ σκυτέας τε καὶ κναφέας καὶ μαγείρους λέγων καὶ ἰατροὺς οὐδὲν παύῃ, ὡς περὶ τούτων ἡμῖν ὄντα τὸν λόγον.
卡里克勒斯:凭着诸神起誓,你简直不停地在谈论鞋匠、缩绒工、厨师和医生,仿佛我们的讨论是关于他们的。
ΣΩ. οὐκοῦν σὺ ἐρεῖς περὶ τίνων ὁ κρείττων τε καὶ φρονιμώτερος πλέον ἔχων δικαίως πλεονεκτεῖ;
苏格拉底:那么,你难道不肯说,更优秀和更聪明的人在哪些事物上占有更多才是公正的吗?
ἢ οὔτε ἐμοῦ ὑποβάλλοντος ἀνέξῃ οὔτʼ αὐτὸς ἐρεῖς;
或者你既不能容忍我的引导,自己也不肯说?
ΚΑΛ. ἀλλʼ ἔγωγε καὶ πάλαι λέγω.
卡里克勒斯:其实我早就说过了。
πρῶτον μὲν τοὺς κρείττους οἵ εἰσιν οὐ σκυτοτόμους λέγω οὐδὲ μαγείρους, ἀλλʼ οἳ ἂν εἰς τὰ τῆς πόλεως πράγματα φρόνιμοι ὦσιν, ὅντινα ἂν τρόπον εὖ οἰκοῖτο, καὶ μὴ μόνον φρόνιμοι, ἀλλὰ καὶ ἀνδρεῖοι, ἱκανοὶ ὄντες ἃ ἂν νοήσωσιν ἐπιτελεῖν, καὶ μὴ ἀποκάμνωσι διὰ μαλακίαν τῆς ψυχῆς.
首先,我所说的更优秀的人,并不是指鞋匠或厨师,而是那些在城邦事务中聪明的人,知道以何种方式能把城邦治理好,而且他们不仅聪明,还很勇敢,有能力完成他们所构想的事情,并且不会因为灵魂的软弱而半途而废。
ΣΩ. ὁρᾷς, ὦ βέλτιστε Καλλίκλεις, ὡς οὐ ταὐτὰ σύ τʼ ἐμοῦ κατηγορεῖς καὶ ἐγὼ σοῦ;
苏格拉底:你看到了吗,我最亲爱的卡里克勒斯,你对我指责的事和我对你指责的事并不相同?
σὺ μὲν γὰρ ἐμὲ φῂς ἀεὶ ταὐτὰ λέγειν, καὶ μέμφῃ μοι·
因为你宣称我总是说同样的话,并以此责备我;而我相反,责备你是因为你对于同样的事从来不说同样的话。
ἐγὼ δὲ σοῦ τοὐναντίον, ὅτι οὐδέποτε ταὐτὰ λέγεις περὶ τῶν αὐτῶν, ἀλλὰ τοτὲ μὲν τοὺς βελτίους τε καὶ κρείττους τοὺς ἰσχυροτέρους ὡρίζου, αὖθις δὲ τοὺς φρονιμωτέρους, νῦν δʼ αὖ ἕτερόν τι ἥκεις ἔχων·
有一阵子,你将更优秀和更强者定义为更强壮的人,接着又定义为更聪明的人,现在你又带着别的东西来了:更优秀和更好的人现在被你称为更勇敢的人。
ἀνδρειότεροί τινες ὑπὸ σοῦ λέγονται οἱ κρείττους καὶ οἱ βελτίους. ἀλλʼ, ὠγαθέ, εἰπὼν ἀπαλλάγηθι τίνας ποτὲ λέγεις τοὺς βελτίους τε καὶ κρείττους καὶ εἰς ὅτι.
但是,我的好朋友,请你一次说个清楚:你究竟说更优秀和更强者是谁,在什么事情上?
ΚΑΛ. ἀλλʼ εἴρηκά γε ἔγωγε τοὺς φρονίμους εἰς τὰ τῆς πόλεως πράγματα καὶ ἀνδρείους.
卡里克勒斯:我已经说过,是指那些在城邦事务中聪明且勇敢的人。
τούτους γὰρ προσήκει τῶν πόλεων ἄρχειν, καὶ τὸ δίκαιον τοῦτʼ ἐστίν, πλέον ἔχειν τούτους τῶν ἄλλων, τοὺς ἄρχοντας τῶν ἀρχομένων.
因为由这些人来统治城邦是理所当然的,而且这就是正义,即这些人应该比其他人占有更多,统治者比被统治者占有更多。
ΣΩ. τί δέ;
苏格拉底:但是对于他们自己呢,我的朋友?
αὑτῶν, ὦ ἑταῖρε, τί;
他们是什么?
ἦ τι ἄρχοντας ἢ ἀρχομένους;
他们是统治者还是被统治者?
ΚΑΛ. πῶς λέγεις;
卡里克勒斯:你这是什么意思?
ΣΩ. ἕνα ἕκαστον λέγω αὐτὸν ἑαυτοῦ ἄρχοντα·
苏格拉底:我是指每个人自己统治自己。
ἢ τοῦτο μὲν οὐδὲν δεῖ, αὐτὸν ἑαυτοῦ ἄρχειν, τῶν δὲ ἄλλων;
还是说,根本不需要自己统治自己,而只需要统治别人?
ΚΑΛ. πῶς ἑαυτοῦ ἄρχοντα λέγεις;
卡里克勒斯:你所说的自己统治自己是什么意思?
ΣΩ. οὐδὲν ποικίλον ἀλλʼ ὥσπερ οἱ πολλοί, σώφρονα ὄντα καὶ ἐγκρατῆ αὐτὸν ἑαυτοῦ, τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν ἄρχοντα τῶν ἐν ἑαυτῷ.
苏格拉底:没什么复杂的,就像多数人所说的那样:节制、自律,统治着自己内心的快乐和欲望。
ΚΑΛ. ὡς ἡδὺς εἶ·
卡里克勒斯:你真是个有趣的人!
τοὺς ἠλιθίους λέγεις τοὺς σώφρονας.
你所说的“节制者”其实就是指愚蠢的人。
ΣΩ. πῶς γὰρ;
苏格拉底:怎么会呢?
οὐδεὶς ὅστις οὐκ ἂν γνοίη ὅτι οὐ τοῦτο λέγω.
谁都能看得出来我说的不是这个意思。