§489ΣΩ. ἆρʼ οὖν οἱ πολλοὶ νομίζουσιν οὕτως, ὡς ἄρτι αὖ σὺ ἔλεγες, δίκαιον εἶναι τὸ ἴσον ἔχειν καὶ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι;
苏格拉底:那么,多数人是否也像你刚才所说的那样,认为拥有平等的一份是正义的,而行不义比受不义更可耻?
ἔστιν ταῦτα ἢ οὔ;
是这样,还是不是?
καὶ ὅπως μὴ ἁλώσῃ ἐνταῦθα σὺ αὖ αἰσχυνόμενος.
而且你要小心,不要在这里又因为羞耻而露了马脚。
νομίζουσιν, ἢ οὔ, οἱ πολλοὶ τὸ ἴσον ἔχειν ἀλλʼ οὐ τὸ πλέον δίκαιον εἶναι, καὶ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι;
多数人是否认为,拥有平等的一份而非占有更多是正义的,行不义比受不义更可耻?
μὴ φθόνει μοι ἀποκρίνασθαι τοῦτο, Καλλίκλεις, ἵνʼ, ἐάν μοι ὁμολογήσῃς, βεβαιώσωμαι ἤδη παρὰ σοῦ, ἅτε ἱκανοῦ ἀνδρὸς διαγνῶναι ὡμολογηκότος.
卡里克勒斯,请不要吝惜回答我这个问题,以便如果你向我表示同意,我就可以从你这里得到确证,因为这是一个有能力做出判断的人所同意的。
ΚΑΛ. ἀλλʼ οἵ γε πολλοὶ νομίζουσιν οὕτως.
卡里克勒斯:是的,多数人确实是这么认为的。
ΣΩ. οὐ νόμῳ ἄρα μόνον ἐστὶν αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, οὐδὲ δίκαιον τὸ ἴσον ἔχειν, ἀλλὰ καὶ φύσει·
苏格拉底:因此,行不义比受不义更可耻,以及拥有平等的一份是正义的,不仅是根据法律,而且也是根据自然。
ὥστε κινδυνεύεις οὐκ ἀληθῆ λέγειν ἐν τοῖς πρόσθεν οὐδὲ ὀρθῶς ἐμοῦ κατηγορεῖν λέγων ὅτι ἐναντίον ἐστὶν ὁ νόμος καὶ ἡ φύσις, ἃ δὴ καὶ ἐγὼ γνοὺς κακουργῶ ἐν τοῖς λόγοις, ἐὰν μέν τις κατὰ φύσιν λέγῃ, ἐπὶ τὸν νόμον ἄγων, ἐὰν δέ τις κατὰ νόμον, ἐπὶ τὴν φύσιν.
所以你之前所说的可能不是真话,你对我的指责也是不对的,你说法律和自然是相互对立的,而我明知这一点却在辩论中搞恶作剧,如果有人根据自然说话,我就把他引向法律,如果有人根据法律说话,我就引向自然。
ΚΑΛ. οὑτοσὶ ἀνὴρ οὐ παύσεται φλυαρῶν.
卡里克勒斯:这个人简直没完没了地胡说八道。
εἰπέ μοι, ὦ Σώκρατες, οὐκ αἰσχύνῃ τηλικοῦτος ὢν ὀνόματα θηρεύων, καὶ ἐάν τις ῥήματι ἁμάρτῃ, ἕρμαιον τοῦτο ποιούμενος;
告诉我,苏格拉底,你到了这个年纪,还在捕捉字字句句,并且如果有人在言语中犯了错,你就把它当成天上掉下来的馅饼,难道你不感到可耻吗?
ἐμὲ γὰρ οἴει ἄλλο τι λέγειν τὸ κρείττους εἶναι ἢ τὸ βελτίους;
因为你以为我所说的“更强者”是指除“更优秀者”之外的别的东西吗?
οὐ πάλαι σοι λέγω ὅτι ταὐτόν φημι εἶναι τὸ βέλτιον καὶ τὸ κρεῖττον;
我不是早就对你说过,我说“更优秀者”和“更强者”是同一回事吗?
ἢ οἴει με λέγειν, ἐὰν συρφετὸς συλλεγῇ δούλων καὶ παντοδαπῶν ἀνθρώπων μηδενὸς ἀξίων πλὴν ἴσως τῷ σώματι ἰσχυρίσασθαι, καὶ οὗτοι φῶσιν, αὐτὰ ταῦτα εἶναι νόμιμα;
还是你以为我是说,如果聚集了一群奴隶和各种各样除了身体强壮之外毫无价值的人,他们所说的话,就是法律规定?
ΣΩ. εἶεν, ὦ σοφώτατε Καλλίκλεις·
苏格拉底:好啊,最聪明的卡里克勒斯,你是这个意思吗?
οὕτω λέγεις; ΚΑΛ. πάνυ μὲν οὖν.
卡里克勒斯:完全如此。
ΣΩ. ἀλλʼ ἐγὼ μέν, ὦ δαιμόνιε, καὶ αὐτὸς πάλαι τοπάζω τοιοῦτόν τί σε λέγειν τὸ κρεῖττον, καὶ ἀνερωτῶ γλιχόμενος σαφῶς εἰδέναι ὅτι λέγεις.
苏格拉底:但是,我亲爱的朋友,我自己在很久以前就猜测,你所说的“更强者”是指这类意思。 我一直追问你,也是因为我渴望明确地知道你究竟在说什么。
οὐ γὰρ δήπου σύ γε τοὺς δύο βελτίους ἡγῇ τοῦ ἑνός, οὐδὲ τοὺς σοὺς δούλους βελτίους σοῦ, ὅτι ἰσχυρότεροί εἰσιν ἢ σύ.
因为你当然不会认为两个人比一个人更优秀,也不会认为你的奴隶因为比你强壮就比你更优秀。
ἀλλὰ πάλιν ἐξ ἀρχῆς εἰπὲ τί ποτε λέγεις τοὺς βελτίους, ἐπειδὴ οὐ τοὺς ἰσχυροτέρους;
那么,请从头再告诉我,既然不是指更强壮的人,你究竟把怎样的人称为“更优秀者”?
καὶ ὦ θαυμάσιε πρᾳότερόν με προδίδασκε, ἵνα μὴ ἀποφοιτήσω παρὰ σοῦ.
而且,我令人敬佩的朋友,请更温和地教导我,免得我从你这里退学。
ΚΑΛ. εἰρωνεύῃ, ὦ Σώκρατες.
卡里克勒斯:你是在讽刺我吧,苏格拉底。
ΣΩ. μὰ τὸν Ζῆθον, ὦ Καλλίκλεις, ᾧ σὺ χρώμενος πολλὰ νυνδὴ εἰρωνεύου πρός με· ἀλλʼ ἴθι εἰπέ, τίνας λέγεις τοὺς βελτίους εἶναι;
苏格拉底:绝对没有,凭着策托斯起誓,卡里克勒斯,就是你刚才用来对我大加讽刺的那位策托斯! 但请说吧,你究竟说哪些人是“更优秀者”?
ΚΑΛ. τοὺς ἀμείνους ἔγωγε.
卡里克勒斯:我指的是那些更好的人。
ΣΩ. ὁρᾷς ἄρα ὅτι σὺ αὐτὸς ὀνόματα λέγεις, δηλοῖς δὲ οὐδέν;
苏格拉底:那么你看到了吧,你自己也是只在说一些词汇,却什么也没讲清楚?
οὐκ ἐρεῖς, τοὺς βελτίους καὶ κρείττους πότερον τοὺς φρονιμωτέρους λέγεις ἢ ἄλλους τινάς;
你难道不肯说,你所说的“更优秀者”和“更强者”是指更聪明的人,还是指别的什么人吗?
ΚΑΛ. ἀλλὰ ναὶ μὰ Δία τούτους λέγω, καὶ σφόδρα γε.
卡里克勒斯:不,凭着宙斯起誓,我正是指这些人,而且非常肯定。