§492ΚΑΛ. πάνυ γε σφόδρα, ὦ Σώκρατες.
卡里克勒斯:确实非常如此,苏格拉底。
ἐπεὶ πῶς ἂν εὐδαίμων γένοιτο ἄνθρωπος δουλεύων ὁτῳοῦν;
因为一个人如果对任何事物做奴隶,他又怎能幸福呢?
ἀλλὰ τοῦτʼ ἐστὶν τὸ κατὰ φύσιν καλὸν καὶ δίκαιον, ὃ ἐγώ σοι νῦν παρρησιαζόμενος λέγω, ὅτι δεῖ τὸν ὀρθῶς βιωσόμενον τὰς μὲν ἐπιθυμίας τὰς ἑαυτοῦ ἐᾶν ὡς μεγίστας εἶναι καὶ μὴ κολάζειν, ταύταις δὲ ὡς μεγίσταις οὔσαις ἱκανὸν εἶναι ὑπηρετεῖν διʼ ἀνδρείαν καὶ φρόνησιν, καὶ ἀποπιμπλάναι ὧν ἂν ἀεὶ ἡ ἐπιθυμία γίγνηται.
相反,这才是自然本来的美与正义,我现在坦率地对你说:那想要正确生活的人,必须任由自己的欲望尽可能大,而不去压制它们;当它们变得最大时,必须有能力通过勇气和智慧去侍奉它们,并随时满足可能产生的任何欲望。
ἀλλὰ τοῦτʼ οἶμαι τοῖς πολλοῖς οὐ δυνατόν· ὅθεν ψέγουσιν τοὺς τοιούτους διʼ αἰσχύνην, ἀποκρυπτόμενοι τὴν αὑτῶν ἀδυναμίαν, καὶ αἰσχρὸν δή φασιν εἶναι τὴν ἀκολασίαν, ὅπερ ἐν τοῖς πρόσθεν ἐγὼ ἔλεγον, δουλούμενοι τοὺς βελτίους τὴν φύσιν ἀνθρώπους, καὶ αὐτοὶ οὐ δυνάμενοι ἐκπορίζεσθαι ταῖς ἡδοναῖς πλήρωσιν ἐπαινοῦσιν τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην διὰ τὴν αὑτῶν ἀνανδρίαν.
但是,我认为这对于大多数人来说是不可能的;因此,他们出于羞耻,隐藏自己的无能,非难这样的人,并声称放纵是可耻的,正如我之前所说,他们奴役那些天性更优秀的人;他们自己无法为自己的快乐谋求充足,便由于自己的不勇敢而赞美节制和正义。
ἐπεὶ ὅσοις ἐξ ἀρχῆς ὑπῆρξεν ἢ βασιλέων ὑέσιν εἶναι ἢ αὐτοὺς τῇ φύσει ἱκανοὺς ἐκπορίσασθαι ἀρχήν τινα ἢ τυραννίδα ἢ δυναστείαν, τί ἂν τῇ ἀληθείᾳ αἴσχιον καὶ κάκιον εἴη σωφροσύνης καὶ δικαιοσύνης τούτοις τοῖς ἀνθρώποις, οἷς ἐξὸν ἀπολαύειν τῶν ἀγαθῶν καὶ μηδενὸς ἐμποδὼν ὄντος, αὐτοὶ ἑαυτοῖς δεσπότην ἐπαγάγοιντο τὸν τῶν πολλῶν ἀνθρώπων νόμον τε καὶ λόγον καὶ ψόγον;
因为对于那些一开始就拥有王室之子的优势,或者天生有能力为自己谋求某种统治权、僭主权或势力的人来说,在实际上,对于这些人,还有什么比节制和正义更可耻、更糟糕的呢? 当他们可以享受美好事物且没有任何障碍时,他们却自愿引入多数人的法律、言论和指责作为自己的主人?
ἢ πῶς οὐκ ἂν ἄθλιοι γεγονότες εἶεν ὑπὸ τοῦ καλοῦ τοῦ τῆς δικαιοσύνης καὶ τῆς σωφροσύνης, μηδὲν πλέον νέμοντες τοῖς φίλοις τοῖς αὑτῶν ἢ τοῖς ἐχθροῖς, καὶ ταῦτα ἄρχοντες ἐν τῇ ἑαυτῶν πόλει;
或者,他们既然在自己的城邦中当政,却不能给自己的朋友比敌人更多的分配,他们又怎能不因为正义和节制的美(德)而变得悲惨呢?
ἀλλὰ τῇ ἀληθείᾳ, ὦ Σώκρατες, ἣν φῂς σὺ διώκειν, ὧδʼ ἔχει· τρυφὴ καὶ ἀκολασία καὶ ἐλευθερία, ἐὰν ἐπικουρίαν ἔχῃ, τοῦτʼ ἐστὶν ἀρετή τε καὶ εὐδαιμονία, τὰ δὲ ἄλλα ταῦτʼ ἐστὶν τὰ καλλωπίσματα, τὰ παρὰ φύσιν συνθήματα ἀνθρώπων, φλυαρία καὶ οὐδενὸς ἄξια.
然而,苏格拉底,你声称追求的真理实际上是这样的:奢华、放纵和自由,如果有力量作为后盾,这才是德行和幸福;而其他所有这些都是虚饰,是人类违反自然的协议,是胡言乱语,毫无价值。
ΣΩ. οὐκ ἀγεννῶς γε, ὦ Καλλίκλεις, ἐπεξέρχῃ τῷ λόγῳ παρρησιαζόμενος·
苏格拉底:卡里克勒斯,你坦率地展开辩论,这很不简单。
σαφῶς γὰρ σὺ νῦν λέγεις ἃ οἱ ἄλλοι διανοοῦνται μέν, λέγειν δὲ οὐκ ἐθέλουσιν.
因为你现在清楚地说出了别人心中所想但又不愿说出口的话。
δέομαι οὖν ἐγώ σου μηδενὶ τρόπῳ ἀνεῖναι, ἵνα τῷ ὄντι κατάδηλον γένηται πῶς βιωτέον. καί μοι λέγε·
因此,我请求你绝不要放松,以便能够真正搞清楚我们应该如何生活。
τὰς μὲν ἐπιθυμίας φῂς οὐ κολαστέον, εἰ μέλλει τις οἷον δεῖ εἶναι, ἐῶντα δὲ αὐτὰς ὡς μεγίστας πλήρωσιν αὐταῖς ἁμόθεν γέ ποθεν ἑτοιμάζειν, καὶ τοῦτο εἶναι τὴν ἀρετήν;
请告诉我:你说欲望如果想成为应有的样子就不该受到压制,而是要听任它们尽可能大,并从什么地方为它们准备充足,这就是德行吗?
ΚΑΛ. φημὶ ταῦτα ἐγώ.
卡里克勒斯:我就是这个意思。
ΣΩ. οὐκ ἄρα ὀρθῶς λέγονται οἱ μηδενὸς δεόμενοι εὐδαίμονες εἶναι.
苏格拉底:那么,那些一无所求的人被称为幸福是不正确的了。
ΚΑΛ. οἱ λίθοι γὰρ ἂν οὕτω γε καὶ οἱ νεκροὶ εὐδαιμονέστατοι εἶεν.
卡里克勒斯:因为那样的话,石头和死人就会是最幸福的了。
§493ΣΩ. ἀλλὰ μὲν δὴ καὶ ὥς γε σὺ λέγεις δεινὸς ὁ βίος.
苏格拉底:但确实,正如你所说,那种生活也是可怕的。
οὐ γάρ τοι θαυμάζοιμʼ ἂν εἰ Εὐριπίδης ἀληθῆ ἐν τοῖσδε λέγει, λέγων—
"
τίς δʼ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ κατθανεῖν δὲ ζῆν;
因为如果欧里庇得斯在这些诗句中说的是真话,我一点也不会感到惊讶,他说: “谁知道呢,也许生即是死,而死即是生?
"
καὶ ἡμεῖς τῷ ὄντι ἴσως τέθναμεν· ἤδη γάρ του ἔγωγε καὶ ἤκουσα τῶν σοφῶν ὡς νῦν ἡμεῖς τέθναμεν καὶ τὸ μὲν σῶμά ἐστιν ἡμῖν σῆμα, τῆς δὲ ψυχῆς τοῦτο ἐν ᾧ ἐπιθυμίαι εἰσὶ τυγχάνει ὂν οἷον ἀναπείθεσθαι καὶ μεταπίπτειν ἄνω κάτω, καὶ τοῦτο ἄρα τις μυθολογῶν κομψὸς ἀνήρ, ἴσως Σικελός τις ἢ Ἰταλικός, παράγων τῷ ὀνόματι διὰ τὸ πιθανόν τε καὶ πειστικὸν ὠνόμασε πίθον, τοὺς δὲ ἀνοήτους ἀμυήτους, τῶν δʼ ἀνοήτων τοῦτο τῆς ψυχῆς οὗ αἱ ἐπιθυμίαι εἰσί, τὸ ἀκόλαστον αὐτοῦ καὶ οὐ στεγανόν, ὡς τετρημένος εἴη πίθος, διὰ τὴν ἀπληστίαν ἀπεικάσας.
” 我们实际上也许也已经死了;因为我曾从智者那里听说,我们现在已经死了,身体是我们的坟墓,而灵魂中产生欲望的那部分,恰好是容易被说服、上下波动摇摆不定的。 于是,某个用神话方式说话的聪明人,也许是西西里人或意大利人,因为这部分容易相信和被说服的性质,便语带双关地称其为“水罐”,而称那些无知的人为“未受秘仪启蒙的人”;在这些无知的人中,灵魂中产生欲望的那部分,即其放纵而不密封的部分,因为其贪得无厌,他将其比作一个漏水的水罐。
τοὐναντίον δὴ οὗτος σοί, ὦ Καλλίκλεις, ἐνδείκνυται ὡς τῶν ἐν Ἅιδου—τὸ ἀιδὲς δὴ λέγων—οὗτοι ἀθλιώτατοι ἂν εἶεν, οἱ ἀμύητοι, καὶ φοροῖεν εἰς τὸν τετρημένον πίθον ὕδωρ ἑτέρῳ τοιούτῳ τετρημένῳ κοσκίνῳ.
相反地,卡里克勒斯,他向你表明,在哈底斯(即看不见的地方)中,这些人,即那些未受启蒙的人,将会是最悲惨的,他们要用另一个同样漏水的筛子往漏水的水罐里运水。
τὸ δὲ κόσκινον ἄρα λέγει, ὡς ἔφη ὁ πρὸς ἐμὲ λέγων, τὴν ψυχὴν εἶναι· τὴν δὲ ψυχὴν κοσκίνῳ ἀπῄκασεν τὴν τῶν ἀνοήτων ὡς τετρημένην, ἅτε οὐ δυναμένην στέγειν διʼ ἀπιστίαν τε καὶ λήθην.
而那个筛子,正如对我说起这事的人所说,其实就是灵魂;他把无知者的灵魂比作筛子,因为它是漏水的,由于不信和遗忘而无法保留任何东西。
ταῦτʼ ἐπιεικῶς μέν ἐστιν ὑπό τι ἄτοπα, δηλοῖ μὴν ὃ ἐγὼ βούλομαί σοι ἐνδειξάμενος, ἐάν πως οἷός τε ὦ, πεῖσαι μεταθέσθαι, ἀντὶ τοῦ ἀπλήστως καὶ ἀκολάστως ἔχοντος βίου τὸν κοσμίως καὶ τοῖς ἀεὶ παροῦσιν ἱκανῶς καὶ ἐξαρκούντως ἔχοντα βίον ἑλέσθαι.
这些事情大体上虽然有些荒诞,但它表明了我想要向你指出的意思,如果可能的话,我想说服你改变想法,选择一种秩序井然、对随时拥有的事物感到满足和自足的生活,而不是贪得无厌和放纵的生活。
ἀλλὰ πότερον πείθω τί σε καὶ μετατίθεσθαι εὐδαιμονεστέρους εἶναι τοὺς κοσμίους τῶν ἀκολάστων, ἢ οὐδʼ ἂν ἄλλα πολλὰ τοιαῦτα μυθολογῶ, οὐδέν τι μᾶλλον μεταθήσῃ;
但是,我是否说服了你改变想法,相信秩序井然的人比放纵的人更幸福呢? 还是说,即使我再讲许多这样的神话,你也不会有任何改变?
ΚΑΛ. τοῦτʼ ἀληθέστερον εἴρηκας, ὦ Σώκρατες.
卡里克勒斯:你说的后面这一点更真实,苏格拉底。
ΣΩ. φέρε δή, ἄλλην σοι εἰκόνα λέγω ἐκ τοῦ αὐτοῦ γυμνασίου τῇ νῦν.
苏格拉底:好吧,让我从相同的锻炼所中再给你讲一个与刚才类似的喻意。
σκόπει γὰρ εἰ τοιόνδε λέγεις περὶ τοῦ βίου ἑκατέρου, τοῦ τε σώφρονος καὶ τοῦ ἀκολάστου, οἷον εἰ δυοῖν ἀνδροῖν ἑκατέρῳ πίθοι πολλοὶ εἶεν καὶ τῷ μὲν ἑτέρῳ ὑγιεῖς καὶ πλήρεις, ὁ μὲν οἴνου, ὁ δὲ μέλιτος, ὁ δὲ γάλακτος, καὶ ἄλλοι πολλοὶ πολλῶν, νάματα δὲ σπάνια καὶ χαλεπὰ ἑκάστου τούτων εἴη καὶ μετὰ πολλῶν πόνων καὶ χαλεπῶν ἐκποριζόμενα·
你且看看,你对节制和放纵这两种生活是否是这样说的:就好像有两个人,每个人都有许多水罐,其中一个人的水罐是完好且装满的,一罐是酒,一罐是蜜,一罐是奶,其他许多罐也装满了许多东西,但这些东西中每一种的流入都是稀少而艰难的,只有通过许多艰难的劳苦才能谋得;