Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §477-478

作为灵魂之恶的不正义与作为治疗的惩罚

第 22 段,共 53 段 · 希腊语

内容简介

苏格拉底基于美丑的定义(痛苦或危害)论证了灵魂之恶(不正义)由于带来极大的危害而成为所有恶中最丑陋且最大的一种。随后他指出,接受惩罚如同接受针对灵魂之恶的医疗,能够使人摆脱这最大的恶,并由此得出结论:逃避惩罚的作恶者其生活最为悲惨。

§477ΣΩ. οὐκοῦν εἴπερ καλά, ἀγαθά;
苏格拉底:那么,如果它们是美的,它们不也是善(有益)的吗?
ἢ γὰρ ἡδέα ἢ ὠφέλιμα.
因为美的事物要么是令人愉悦的,要么是有益的。
ΠΩΛ. ἀνάγκη.
波洛斯:必然如此。
ΣΩ. ἀγαθὰ ἄρα πάσχει ὁ δίκην διδούς;
苏格拉底:因此,接受惩罚的人承受的是善(有益)的事物吗?
ΠΩΛ. ἔοικεν.
波洛斯:显然如此。
ΣΩ. ὠφελεῖται ἄρα;
苏格拉底:那么他是受益了吗?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. ἆρα ἥνπερ ἐγὼ ὑπολαμβάνω τὴν ὠφελίαν;
苏格拉底:这确实是我所设想的那种益处吗?
βελτίων τὴν ψυχὴν γίγνεται, εἴπερ δικαίως κολάζεται;
如果他确实受到了公正的惩戒,他的灵魂会变得更好吗?
ΠΩΛ. εἰκός γε.
波洛斯:很有可能。
ΣΩ. κακίας ἄρα ψυχῆς ἀπαλλάττεται ὁ δίκην διδούς;
苏格拉底:那么接受惩罚的人摆脱了灵魂的恶吗?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. ἆρα οὖν τοῦ μεγίστου ἀπαλλάττεται κακοῦ;
苏格拉底:那么,他是在摆脱最大的恶吗?
ὧδε δὲ σκόπει· ἐν χρημάτων κατασκευῇ ἀνθρώπου κακίαν ἄλλην τινὰ ἐνορᾷς ἢ πενίαν;
让我们这样来看:在财产的积累中,除了贫困,你还能看到人在这一方面的其他什么恶吗?
ΠΩΛ. οὔκ, ἀλλὰ πενίαν.
波洛斯:不能,只有贫困。
ΣΩ. τί δʼ ἐν σώματος κατασκευῇ;
苏格拉底:那么在肉体的构造中呢?
κακίαν ἂν φήσαις ἀσθένειαν εἶναι καὶ νόσον καὶ αἶσχος καὶ τὰ τοιαῦτα;
你会说肉体的恶是虚弱、疾病、丑陋以及诸如此类的东西吗?
ΠΩΛ. ἔγωγε.
波洛斯:是的。
ΣΩ. οὐκοῦν καὶ ἐν ψυχῇ πονηρίαν ἡγῇ τινα εἶναι;
苏格拉底:那么你也认为在灵魂中存在某种恶吗?
ΠΩΛ. πῶς γὰρ οὔ;
波洛斯:怎么会不呢?
ΣΩ. ταύτην οὖν οὐκ ἀδικίαν καλεῖς καὶ ἀμαθίαν καὶ δειλίαν καὶ τὰ τοιαῦτα;
苏格拉底:那么你难道不把这称为不正义、无知、胆怯以及诸如此类的东西吗?
ΠΩΛ. πάνυ μὲν οὖν.
波洛斯:完全如此。
ΣΩ. οὐκοῦν χρημάτων καὶ σώματος καὶ ψυχῆς, τριῶν ὄντων, τριττὰς εἴρηκας πονηρίας, πενίαν, νόσον, ἀδικίαν;
苏格拉底:因此,在财产、肉体和灵魂这三者中,你指出了三种恶:贫困、疾病和不正义?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. τίς οὖν τούτων τῶν πονηριῶν αἰσχίστη;
苏格拉底:那么,这些恶中哪一种最丑陋(最可耻)?
οὐχ ἡ ἀδικία καὶ συλλήβδην ἡ τῆς ψυχῆς πονηρία;
不就是不正义,总而言之,就是灵魂的恶吗?
ΠΩΛ. πολύ γε.
波洛斯:显然如此。
ΣΩ. εἰ δὴ αἰσχίστη, καὶ κακίστη;
苏格拉底:既然它是最丑陋的,那它也是最坏的(危害最大的)吗?
ΠΩΛ. πῶς, ὦ Σώκρατες, λέγεις;
波洛斯:苏格拉底,你这是什么意思?
ΣΩ. ὡδί· ἀεὶ τὸ αἴσχιστον ἤτοι λύπην μεγίστην παρέχον ἢ βλάβην ἢ ἀμφότερα αἴσχιστόν ἐστιν ἐκ τῶν ὡμολογημένων ἐν τῷ ἔμπροσθεν.
苏格拉底:我的意思是:根据我们之前的同意,最丑陋的事物之所以最丑陋,总是因为它要么带来最大的痛苦,要么带来最大的危害,要么两者兼有。
ΠΩΛ. μάλιστα.
波洛斯:确实如此。
ΣΩ. αἴσχιστον δὲ ἀδικία καὶ σύμπασα ψυχῆς πονηρία νυνδὴ ὡμολόγηται ἡμῖν;
苏格拉底:而我们刚才已经同意,不正义和灵魂的整体之恶是最丑陋的,对吗?
ΠΩΛ. ὡμολόγηται γάρ.
波洛斯:确实同意了。
ΣΩ. οὐκοῦν ἢ ἀνιαρότατόν ἐστι καὶ ἀνίᾳ ὑπερβάλλον αἴσχιστον τούτων ἐστὶν ἢ βλάβῃ ἢ ἀμφότερα;
苏格拉底:那么,它在这些恶中最丑陋,是因为它最痛苦(在痛苦上超出了其他恶),还是因为它带来了危害,或者两者兼有?
ΠΩΛ. ἀνάγκη.
波洛斯:必然是其中之一。
ΣΩ. ἆρʼ οὖν ἀλγεινότερόν ἐστιν τοῦ πένεσθαι καὶ κάμνειν τὸ ἄδικον εἶναι καὶ ἀκόλαστον καὶ δειλὸν καὶ ἀμαθῆ;
苏格拉底:那么,不正义、放纵、胆怯和无知,是否比贫困和生病更令人痛苦呢?
ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἀπὸ τούτων γε.
波洛斯:苏格底,从这些方面来看,我不这么认为。
ΣΩ. ὑπερφυεῖ τινι ἄρα ὡς μεγάλῃ βλάβῃ καὶ κακῷ θαυμασίῳ ὑπερβάλλουσα τἆλλα ἡ τῆς ψυχῆς πονηρία αἴσχιστόν ἐστι πάντων, ἐπειδὴ οὐκ ἀλγηδόνι γε, ὡς ὁ σὸς λόγος.
苏格拉底:那么,既然根据你的说法,这不是因为痛苦,那么灵魂的恶是因为在某种超常巨大的危害和惊人的恶上超出了其他恶,才成为最丑陋的,是吗?
ΠΩΛ. φαίνεται.
波洛斯:显然如此。
ΣΩ. ἀλλὰ μήν που τό γε μεγίστῃ βλάβῃ ὑπερβάλλον μέγιστον ἂν κακὸν εἴη τῶν ὄντων.
苏格拉底:但无疑,在最大危害上超出其他恶的,应当是存在的事物中最大的恶。
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. ἡ ἀδικία ἄρα καὶ ἡ ἀκολασία καὶ ἡ ἄλλη ψυχῆς πονηρία μέγιστον τῶν ὄντων κακόν ἐστιν;
苏格拉底:那么不正义、放纵以及灵魂的其他恶,是存在的事物中最大的恶吗?
ΠΩΛ. φαίνεται.
波洛斯:显然如此。
ΣΩ. τίς οὖν τέχνη πενίας ἀπαλλάττει;
苏格拉底:那么,有什么技术能让人免于贫困?
οὐ χρηματιστική;
难道不是货殖术吗?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. τίς δὲ νόσου;
苏格拉底:那免于疾病的呢?
οὐκ ἰατρική;
难道不是医术吗?
§478ΠΩΛ. ἀνάγκη.
波洛斯:必然如此。
ΣΩ. τίς δὲ πονηρίας καὶ ἀδικίας;
苏格拉底:那免于恶和不正义的呢?
εἰ μὴ οὕτως εὐπορεῖς, ὧδε σκόπει· ποῖ ἄγομεν καὶ παρὰ τίνας τοὺς κάμνοντας τὰ σώματα;
如果你不能马上回答,可以这样来看:我们把肉体生病的人带到哪里,带到谁那里去?
ΠΩΛ. παρὰ τοὺς ἰατρούς, ὦ Σώκρατες.
波洛斯:带到医生那里,苏格拉底。
ΣΩ. ποῖ δὲ τοὺς ἀδικοῦντας καὶ τοὺς ἀκολασταίνοντας;
苏格拉底:那我们把行不正义和放纵的人带到哪里去?
ΠΩΛ. παρὰ τοὺς δικαστὰς λέγεις;
波洛斯:你是说带到法官那里吗?
ΣΩ. οὐκοῦν δίκην δώσοντας;
苏格拉底:难道不是为了让他们接受惩罚吗?
ΠΩΛ. φημί.
波洛斯:我是这么认为的。
ΣΩ. ἆρʼ οὖν οὐ δικαιοσύνῃ τινὶ χρώμενοι κολάζουσιν οἱ ὀρθῶς κολάζοντες;
苏格拉底:那么,正确进行惩戒的人,难道不是在运用某种正义(司法)来进行惩戒吗?
ΠΩΛ. δῆλον δή.
波洛斯:显然是的。
ΣΩ. χρηματιστικὴ μὲν ἄρα πενίας ἀπαλλάττει, ἰατρικὴ δὲ νόσου, δίκη δὲ ἀκολασίας καὶ ἀδικίας.
苏格拉底:因此,货殖术使人免于贫困,医术使人免于疾病,而司法惩治则使人免于放纵和不正义。
ΠΩΛ. φαίνεται.
波洛斯:显然如此。
ΣΩ. τί οὖν τούτων κάλλιστόν ἐστιν;
苏格拉底:那么,这些中哪一个最美?
ΠΩΛ. τίνων λέγεις;
波洛斯:你指的是哪些?
ΣΩ. χρηματιστικῆς, ἰατρικῆς, δίκης.
苏格拉底:货殖术、医术和司法惩治。
ΠΩΛ. πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ δίκη.
波洛斯:苏格拉底,司法惩治要优越得多。
ΣΩ. οὐκοῦν αὖ ἤτοι ἡδονὴν πλείστην ποιεῖ ἢ ὠφελίαν ἢ ἀμφότερα, εἴπερ κάλλιστόν ἐστιν;
苏格拉底:既然它最美,它是否也同样产生最大的快乐,或最大的益处,或两者兼有?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. ἆρʼ οὖν τὸ ἰατρεύεσθαι ἡδύ ἐστιν, καὶ χαίρουσιν οἱ ἰατρευόμενοι;
苏格拉底:那么,接受医治是令人快乐的吗?
ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ.
接受医治的人会感到高兴吗?
ΣΩ. ἀλλʼ ὠφέλιμόν γε.
波洛斯:我不这么认为。
ἦ γάρ;
苏格拉底:但它至少是有益的,不是吗?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. μεγάλου γὰρ κακοῦ ἀπαλλάττεται, ὥστε λυσιτελεῖ ὑπομεῖναι τὴν ἀλγηδόνα καὶ ὑγιῆ εἶναι.
苏格拉底:因为他摆脱了巨大的恶,所以忍受痛苦而获得健康是划算的。
ΠΩΛ. πῶς γὰρ οὔ;
波洛斯:怎么会不呢?
ΣΩ. ἆρʼ οὖν οὕτως ἂν περὶ σῶμα εὐδαιμονέστατος ἄνθρωπος εἴη, ἰατρευόμενος, ἢ μηδὲ κάμνων ἀρχήν;
苏格拉底:那么,在肉体方面,一个人是以这种方式接受治疗最幸福,还是从一开始就根本不生病最幸福?
ΠΩΛ. δῆλον ὅτι μηδὲ κάμνων.
波洛斯:显然是根本不生病。
ΣΩ. οὐ γὰρ τοῦτʼ ἦν εὐδαιμονία, ὡς ἔοικε, κακοῦ ἀπαλλαγή, ἀλλὰ τὴν ἀρχὴν μηδὲ κτῆσις.
苏格拉底:因为看来,幸福并不在于这种对恶的摆脱,而在于从一开始就根本没有拥有它。
ΠΩΛ. ἔστι ταῦτα.
波洛斯:的确如此。
ΣΩ. τί δέ; ἀθλιώτερος πότερος δυοῖν ἐχόντοιν κακὸν εἴτʼ ἐν σώματι εἴτʼ ἐν ψυχῇ, ὁ ἰατρευόμενος καὶ ἀπαλλαττόμενος τοῦ κακοῦ, ἢ ὁ μὴ ἰατρευόμενος, ἔχων δέ;
苏格拉底:那么,对于两个在肉体或灵魂中拥有恶的人,哪一个更悲惨:是那个接受治疗并摆脱了恶的人,还是那个不接受治疗而保留着恶的人?
ΠΩΛ. φαίνεταί μοι ὁ μὴ ἰατρευόμενος.
波洛斯:在我看来是不接受治疗的人。
ΣΩ. οὐκοῦν τὸ δίκην διδόναι μεγίστου κακοῦ ἀπαλλαγὴ ἦν, πονηρίας;
苏格拉底:而接受惩罚,不就是摆脱最大之恶(即灵魂的恶)吗?
ΠΩΛ. ἦν γάρ.
波洛斯:确实是的。
ΣΩ. σωφρονίζει γάρ που καὶ δικαιοτέρους ποιεῖ καὶ ἰατρικὴ γίγνεται πονηρίας ἡ δίκη.
苏格拉底:因为它能使人清醒(自我约束),使人变得更公正,惩治成了针对灵魂之恶的某种医术。
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. εὐδαιμονέστατος μὲν ἄρα ὁ μὴ ἔχων κακίαν ἐν ψυχῇ, ἐπειδὴ τοῦτο μέγιστον τῶν κακῶν ἐφάνη.
苏格拉底:因此,最幸福的是灵魂中没有恶的人,因为这已被证明是最大的恶。
ΠΩΛ. δῆλον δή.
波洛斯:显然是的。
ΣΩ. δεύτερος δέ που ὁ ἀπαλλαττόμενος.
苏格拉底:其次,我想是那个正在摆脱它的人。
ΠΩΛ. ἔοικεν.
波洛斯:显然如此。
ΣΩ. οὗτος δʼ ἦν ὁ νουθετούμενός τε καὶ ἐπιπληττόμενος καὶ δίκην διδούς.
苏格拉底:而这正是那个受到劝诫、谴责和接受惩罚的人。
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. κάκιστα ἄρα ζῇ ὁ ἔχων καὶ μὴ ἀπαλλαττόμενος.
苏格拉底:因此,生活得最悲惨的是那个拥有恶而没有摆脱它的人。
ΠΩΛ. φαίνεται.
波洛斯:显然如此。

词汇与语法注释

  1. 477aἆρα ἥνπερ ἐγὼ ὑπολαμβάνω τὴν ὠφελίαν; — 关系代词 ἥνπερ 的先行词 ὠφελίαν 被吸引到关系从句内部(先行词同化)。整句话在语法上省略了动词,构成一个名词性的问句(“这难道就是我所设想的那种益处吗?”),紧接着的 βελτίων... γίγνεται 起到同位语的作用,具体解释了这一益处的本质。
  2. 477dἆρʼ οὖν ἀλγεινότερόν ἐστιν τοῦ πένεσθαι καὶ κάμνειν τὸ ἄδικον εἶναι καὶ ἀκόλαστον καὶ δειλὸν καὶ ἀμαθῆ; — 句子的核心结构是以不定式短语 τὸ ἄδικον εἶναι... 为主语,以 ἀλγεινότερόν ἐστιν 为谓语。属格短语 τοῦ πένεσθαι καὶ κάμ烟in 是相对于比较级形容词 ἀλγεινότερον 的比较属格(“比贫困和生病”)。作为不定式补足语的 ἄδικον、ἀκόλαστον、δειλόν、ἀμαθῆ 采用宾格形式,与其隐含的泛指主语(宾格)保持一致。
  3. 477eὑπερφυεῖ τινι ἄρα ὡς μεγάλῃ βλάβῃ καὶ κακῷ θαυμασίῳ ὑπερβάλλουσα — 现在分词 ὑπερβάλλουσα(主格、阴性、单数,与主语 ἡ τῆς ψυχῆς πονηρία 一致)支配与格对象 ὑπερφυεῖ τινι... βλάβῃ καὶ κακῷ,表示“在……上超出”。副词性的 ὡς 起到了修饰并加强形容词 μεγάλῃ 的作用,意为“极大地”或“极其”。

引用这一段

柏拉图, 高尔吉亚篇 §477-478. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:477-478

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。