Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §479-480

逃避惩罚者的不幸与用于自我控告的修辞学

第 23 段,共 53 段 · 希腊语

内容简介

苏格拉底论证道,行不正义而逃避惩罚的人处于最悲惨的状态,就像害怕接受治疗的重病人一样。基于此,他得出了一个悖论性的结论:修辞学不应用于自我辩护,而应用于控告自己和亲人,以便让他们接受惩罚的医治。

§479ΣΩ. οὐκοῦν οὗτος τυγχάνει ὢν ὃς ἂν τὰ μέγιστα ἀδικῶν καὶ χρώμενος μεγίστῃ ἀδικίᾳ διαπράξηται ὥστε μήτε νουθετεῖσθαι μήτε κολάζεσθαι μήτε δίκην διδόναι, ὥσπερ σὺ φῂς Ἀρχέλαον παρεσκευάσθαι καὶ τοὺς ἄλλους τυράννους καὶ ῥήτορας καὶ δυνάστας;
苏格拉底:那么,这不正是指那个犯下最大的不正义、采用最大的不正义,从而设法使自己既不受诫勉、也不受惩戒、更不接受惩罚的人吗? 正如你所说,阿凯劳斯以及其他的僭主、修辞学家和掌权者已经为自己做好了这样的准备。
ΠΩΛ. ἔοικε.
波洛斯:显然如此。
ΣΩ. σχεδὸν γάρ που οὗτοι, ὦ ἄριστε, τὸ αὐτὸ διαπεπραγμένοι εἰσὶν ὥσπερ ἂν εἴ τις τοῖς μεγίστοις νοσήμασιν συνισχόμενος διαπράξαιτο μὴ διδόναι δίκην τῶν περὶ τὸ σῶμα ἁμαρτημάτων τοῖς ἰατροῖς μηδὲ ἰατρεύεσθαι, φοβούμενος ὡσπερανεὶ παῖς τὸ κάεσθαι καὶ τὸ τέμνεσθαι, ὅτι ἀλγεινόν.
苏格拉底:因为,我优秀的朋友,这些人所做的事情,基本上就像一个身患重病的人,由于像小孩子一样害怕烧灼和切割是痛苦的,因而设法不为自己肉体的病痛接受医生的惩治,也不接受治疗。
ἢ οὐ δοκεῖ καὶ σοὶ οὕτω;
难道你不同意这是相同的道理吗?
ΠΩΛ. ἔμοιγε.
波洛斯:我确实这么认为。
ΣΩ. ἀγνοῶν γε, ὡς ἔοικεν, οἷόν ἐστιν ἡ ὑγίεια καὶ ἀρετὴ σώματος.
苏格拉底:这显然是因为他不知道健康和肉体的优秀状态是怎样的。
κινδυνεύουσι γὰρ ἐκ τῶν νῦν ἡμῖν ὡμολογημένων τοιοῦτόν τι ποιεῖν καὶ οἱ τὴν δίκην φεύγοντες, ὦ Πῶλε, τὸ ἀλγεινὸν αὐτοῦ καθορᾶν, πρὸς δὲ τὸ ὠφέλιμον τυφλῶς ἔχειν καὶ ἀγνοεῖν ὅσῳ ἀθλιώτερόν ἐστι μὴ ὑγιοῦς σώματος μὴ ὑγιεῖ ψυχῇ συνοικεῖν, ἀλλὰ σαθρᾷ καὶ ἀδίκῳ καὶ ἀνοσίῳ, ὅθεν καὶ πᾶν ποιοῦσιν ὥστε δίκην μὴ διδόναι μηδʼ ἀπαλλάττεσθαι τοῦ μεγίστου κακοῦ, καὶ χρήματα παρασκευαζόμενοι καὶ φίλους καὶ ὅπως ἂν ὦσιν ὡς πιθανώτατοι λέγειν·
波洛斯,因为根据我们刚才的合意,那些逃避刑罚的人似乎也在做同样的事情:他们只盯着受刑的痛苦,却对它的益处视而不见,并且不知道,与和健康的身体共存相比,与不健康的灵魂——即腐坏、不正义且不敬的灵魂共存,是何等更加悲惨。 因此,他们竭尽全力避免接受惩罚,也不摆脱这最大的恶,为此他们准备财富、朋友,并使自己成为极具说服力的说话者。
εἰ δὲ ἡμεῖς ἀληθῆ ὡμολογήκαμεν, ὦ Πῶλε, ἆρʼ αἰσθάνῃ τὰ συμβαίνοντα ἐκ τοῦ λόγου;
但是,波洛斯,如果我们所同意的是真理,你是否已经察觉到从这一论证中得出的结论了?
ἢ βούλει συλλογισώμεθα αὐτά;
还是你希望我们一起把它们推导出来?
ΠΩΛ. εἰ σοί γε δοκεῖ.
波洛斯:如果你认为合适的话。
ΣΩ. ἆρʼ οὖν συμβαίνει μέγιστον κακὸν ἡ ἀδικία καὶ τὸ ἀδικεῖν;
苏格拉底:那么,不正义和行不正义是不是归结为最大的恶?
ΠΩΛ. φαίνεταί γε.
波洛斯:显然如此。
ΣΩ. καὶ μὴν ἀπαλλαγή γε ἐφάνη τούτου τοῦ κακοῦ τὸ δίκην διδόναι;
苏格拉底:而且,接受惩罚不是已被证明是摆脱这种恶的方式吗?
ΠΩΛ. κινδυνεύει.
波洛斯:很有可能。
ΣΩ. τὸ δέ γε μὴ διδόναι ἐμμονὴ τοῦ κακοῦ;
苏格拉底:而如果不接受惩罚,不就是恶的残留吗?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. δεύτερον ἄρα ἐστὶν τῶν κακῶν μεγέθει τὸ ἀδικεῖν· τὸ δὲ ἀδικοῦντα μὴ διδόναι δίκην πάντων μέγιστόν τε καὶ πρῶτον κακῶν πέφυκεν.
苏格拉底:因此,行不正义在恶的严重程度上居于第二位;而行不正义却不接受惩罚,则是所有恶中最大且居于首位之恶。
ΠΩΛ. ἔοικεν.
波洛斯:显然如此。
ΣΩ. ἆρʼ οὖν οὐ περὶ τούτου, ὦ φίλε, ἠμφεσβητήσαμεν, σὺ μὲν τὸν Ἀρχέλαον εὐδαιμονίζων τὸν τὰ μέγιστα ἀδικοῦντα δίκην οὐδεμίαν διδόντα, ἐγὼ δὲ τοὐναντίον οἰόμενος, εἴτε Ἀρχέλαος εἴτʼ ἄλλος ἀνθρώπων ὁστισοῦν μὴ δίδωσι δίκην ἀδικῶν, τούτῳ προσήκειν ἀθλίῳ εἶναι διαφερόντως τῶν ἄλλων ἀνθρώπων, καὶ ἀεὶ τὸν ἀδικοῦντα τοῦ ἀδικουμένου ἀθλιώτερον εἶναι καὶ τὸν μὴ διδόντα δίκην τοῦ διδόντος;
苏格拉底:那么,朋友,我们争论的难道不正是这一点吗? 你赞美阿凯劳斯是幸福的,因为他犯下了最大的不正义,却没有接受任何惩罚;而我则持相反的看法,认为无论是阿凯劳斯还是任何其他犯下不正义而不接受惩罚的人,与其他所有人相比,他必然极其悲惨,并且行不正义者总是比受不正义者更悲惨,而不接受惩罚者总是比接受惩罚者更悲惨。
οὐ ταῦτʼ ἦν τὰ ὑπʼ ἐμοῦ λεγόμενα;
这些不就是我说过的话吗?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. οὐκοῦν ἀποδέδεικται ὅτι ἀληθῆ ἐλέγετο;
苏格拉底:那么,这不就证明了那些话是真实的吗?
ΠΩΛ. φαίνεται.
波洛斯:显然如此。
§480ΣΩ. εἶεν·
苏格拉底:好。
εἰ οὖν δὴ ταῦτα ἀληθῆ, ὦ Πῶλε, τίς ἡ μεγάλη χρεία ἐστὶν τῆς ῥητορικῆς;
波洛斯,如果这些都是真的,那么修辞学的大用处到底是什么呢?
δεῖ μὲν γὰρ δὴ ἐκ τῶν νῦν ὡμολογημένων αὐτὸν ἑαυτὸν μάλιστα φυλάττειν ὅπως μὴ ἀδικήσει, ὡς ἱκανὸν κακὸν ἕξοντα.
因为根据我们现在的合意,一个人首先必须高度警惕自己,使自己不犯下不正义,因为一旦犯下,他就会承受极大的恶。
οὐ γάρ;
难道不是这样吗?
ΠΩΛ. πάνυ γε.
波洛斯:完全如此。
ΣΩ. ἐὰν δέ γε ἀδικήσῃ ἢ αὐτὸς ἢ ἄλλος τις ὧν ἂν κήδηται, αὐτὸν ἑκόντα ἰέναι ἐκεῖσε ὅπου ὡς τάχιστα δώσει δίκην, παρὰ τὸν δικαστὴν ὥσπερ παρὰ τὸν ἰατρόν, σπεύδοντα ὅπως μὴ ἐγχρονισθὲν τὸ νόσημα τῆς ἀδικίας ὕπουλον τὴν ψυχὴν ποιήσει καὶ ἀνίατον·
苏格拉底:但是,如果他自己或他所关心的其他人犯下了不正义,他应该自愿前往那个能以最快速度接受惩罚的地方,像去医生那里一样去法官那里,唯恐不正义的疾病随时间推移而在灵魂中溃烂并变得不可医治。
ἢ πῶς λέγομεν, ὦ Πῶλε, εἴπερ τὰ πρότερον μένει ἡμῖν ὁμολογήματα;
波洛斯,如果之前的合意依然对我们有效,我们该怎么说呢?
οὐκ ἀνάγκη ταῦτα ἐκείνοις οὕτω μὲν συμφωνεῖν, ἄλλως δὲ μή;
这些结论难道不是关系到必然与之前的合意相符,而以其他方式则无法相符吗?
ΠΩΛ. τί γὰρ δὴ φῶμεν, ὦ Σώκρατες;
波洛斯:苏格拉底,除了这样说,我们还能说什么呢?
ΣΩ. ἐπὶ μὲν ἄρα τὸ ἀπολογεῖσθαι ὑπὲρ τῆς ἀδικίας τῆς αὑτοῦ ἢ γονέων ἢ ἑταίρων ἢ παίδων ἢ πατρίδος ἀδικούσης οὐ χρήσιμος οὐδὲν ἡ ῥητορικὴ ἡμῖν, ὦ Πῶλε, εἰ μὴ εἴ τις ὑπολάβοι ἐπὶ τοὐναντίον—κατηγορεῖν δεῖν μάλιστα μὲν ἑαυτοῦ, ἔπειτα δὲ καὶ τῶν οἰκείων καὶ τῶν ἄλλων ὃς ἂν ἀεὶ τῶν φίλων τυγχάνῃ ἀδικῶν, καὶ μὴ ἀποκρύπτεσθαι ἀλλʼ εἰς τὸ φανερὸν ἄγειν τὸ ἀδίκημα, ἵνα δῷ δίκην καὶ ὑγιὴς γένηται, ἀναγκάζειν τε αὑτὸν καὶ τοὺς ἄλλους μὴ ἀποδειλιᾶν ἀλλὰ παρέχειν μύσαντα εὖ καὶ ἀνδρείως ὥσπερ τέμνειν καὶ κάειν ἰατρῷ, τὸ ἀγαθὸν καὶ καλὸν διώκοντα, μὴ ὑπολογιζόμενον τὸ ἀλγεινόν, ἐὰν μέν γε πληγῶν ἄξια ἠδικηκὼς ᾖ, τύπτειν παρέχοντα, ἐὰν δὲ δεσμοῦ, δεῖν, ἐὰν δὲ ζημίας, ἀποτίνοντα, ἐὰν δὲ φυγῆς, φεύγοντα, ἐὰν δὲ θανάτου, ἀποθνῄσκοντα, αὐτὸν πρῶτον ὄντα κατήγορον καὶ αὑτοῦ καὶ τῶν ἄλλων οἰκείων καὶ ἐπὶ τοῦτο χρώμενον τῇ ῥητορικῇ, ὅπως ἂν καταδήλων τῶν ἀδικημάτων γιγνομένων ἀπαλλάττωνται τοῦ μεγίστου κακοῦ, ἀδικίας.
苏格拉底:因此,波洛斯,如果一个人是为了替自己、父母、同伴、孩子,或是犯了不正义的祖国开脱不正义,那么修辞学对我们来说就毫无用处。 除非有人设想相反的情况——即一个人首先最应该控告自己,其次是控告自己的亲人和任何在当时犯下不正义的朋友,不要隐瞒罪行,而是将其公之于众,以便他能接受惩罚并恢复健康。 他必须强迫自己和他人不要畏缩,而是闭上眼睛,勇敢而体面地接受,就像为了接受医生的切割和烧灼而闭眼一样,去追求善和美,而不考虑痛苦。 如果他犯下了该受鞭打的不正义,就让自己接受鞭打;如果该受监禁,就让自己被捆绑;如果该处罚金,就去缴纳;如果该受流放,就去流放;如果该处死刑,就去受死。 他必须成为自己和亲人的第一个控告者,并正是为了这个目的而使用修辞学:通过让他们的不正义暴露出来,从而摆脱最大的恶——不正义。
φῶμεν οὕτως ἢ μὴ φῶμεν, ὦ Πῶλε;
波洛斯,我们该这样说,还是不该这样说?
ΠΩΛ. ἄτοπα μέν, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ, τοῖς μέντοι ἔμπροσθεν ἴσως σοι ὁμολογεῖται.
波洛斯:苏格拉底,在我看来,这些话太荒唐了,但它们或许确实与你之前的同意相符。
ΣΩ. οὐκοῦν ἢ κἀκεῖνα λυτέον ἢ τάδε ἀνάγκη συμβαίνειν;
苏格拉底:那么,我们要么必须推翻之前的那些合意,要么这些结论就必然成立,对吗?
ΠΩΛ. ναί, τοῦτό γε οὕτως ἔχει.
波洛斯:是的,情况确实如此。

词汇与语法注释

  1. 479aοὗτος τυγχάνει ὢν ὃς ἂν τὰ μέγιστα ἀδικῶν... διαπράξηται ὥστε — 由关系代词 ὃς 引导的从句修饰并定义了前句中的 οὗτος(即拥有恶却未摆脱恶的人)。在 διαπράξηται 后引导的 ὥστε 从句不仅表示结果,还暗示了主语的主观意图或设法达成的目的(即“设法使自己……”)。
  2. 479bἀγνοῶν γε, ὡς ἔοικεν, οἷόν ἐστιν ἡ ὑγίεια καὶ ἀρετὴ σώματος — 主格分词 ἀγνοῶν 解释了前文中假设的 τις(逃避治疗的病人)以及比喻中的 οἱ τὴν δίκην φεύγοντες(逃避惩罚的人)的原因或心理状态。
  3. 480cεἰ μὴ εἴ τις ὑπολάβοι ἐπὶ τοὐναντίον — 双重条件结构 εἰ μὴ εἰ(意为“除非”,即“若非如果……”)结合了 εἰ μή 和 εἰ,用以引入一个极其特殊的例外情况(“除非有人设想相反的情况”),在这一特定情况下,原本无用的修辞学才会变得有用。

引用这一段

柏拉图, 高尔吉亚篇 §479-480. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:479-480

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。