§476ΣΩ. ὁρᾷς οὖν, ὦ Πῶλε, ὁ ἔλεγχος παρὰ τὸν ἔλεγχον παραβαλλόμενος ὅτι οὐδὲν ἔοικεν, ἀλλὰ σοὶ μὲν οἱ ἄλλοι πάντες ὁμολογοῦσιν πλὴν ἐμοῦ, ἐμοὶ δὲ σὺ ἐξαρκεῖς εἷς ὢν μόνος καὶ ὁμολογῶν καὶ μαρτυρῶν, καὶ ἐγὼ σὲ μόνον ἐπιψηφίζων τοὺς ἄλλους ἐῶ χαίρειν.
苏格拉底:那么你看到了吗,波洛斯,当我们把这两种检验相互对照时,它们完全不同? 因为除我之外,所有其他人都在向你表示赞同;但对我来说,只要你这一个独一无二的人表示赞同并作证就足够了,我只寻求你一人的表决,而让其他所有人各行其是(不予理会)。
καὶ τοῦτο μὲν ἡμῖν οὕτως ἐχέτω·
那么,这件事情就让我们这样定下来。
μετὰ τοῦτο δὲ περὶ οὗ τὸ δεύτερον ἠμφεσβητήσαμεν σκεψώμεθα, τὸ ἀδικοῦντα διδόναι δίκην ἆρα μέγιστον τῶν κακῶν ἐστιν, ὡς σὺ ᾤου, ἢ μεῖζον τὸ μὴ διδόναι, ὡς αὖ ἐγὼ ᾤμην.
接下来,让我们考察我们争论的第二个问题:作恶者接受惩罚是否确实是最大的恶,正如你所认为的那样,还是不接受惩罚是更大的恶(不利益),正如我相反所认为的那样。
σκοπώμεθα δὲ τῇδε· τὸ διδόναι δίκην καὶ τὸ κολάζεσθαι δικαίως ἀδικοῦντα ἆρα τὸ αὐτὸ καλεῖς;
让我们这样来看:对于作恶者而言,“接受惩罚”和“受到公正的惩戒”,你认为这是同一回事吗?
ΠΩΛ. ἔγωγε.
波洛斯:是的。
ΣΩ. ἔχεις οὖν λέγειν ὡς οὐχὶ τά γε δίκαια πάντα καλά ἐστιν, καθʼ ὅσον δίκαια;
苏格拉底:那么,你能说并非所有公正的事物在它们公正的限度内都是美的(有价值的)吗?
καὶ διασκεψάμενος εἰπέ.
仔细考虑后告诉我。
ΠΩΛ. ἀλλά μοι δοκεῖ, ὦ Σώκρατες.
波洛斯:不,苏格拉底,我认为它们都是美的。
ΣΩ. σκόπει δὴ καὶ τόδε· ἆρα εἴ τίς τι ποιεῖ, ἀνάγκη τι εἶναι καὶ πάσχον ὑπὸ τούτου τοῦ ποιοῦντος;
苏格拉底:那么也请考虑这一点:如果某人施加某种作用,是否必然有某物承受这一施加者的作用?
ΠΩΛ. ἔμοιγε δοκεῖ.
波洛斯:在我看来是如此。
ΣΩ. ἆρα τοῦτο πάσχον ὃ τὸ ποιοῦν ποιεῖ, καὶ τοιοῦτον οἷον ποιεῖ τὸ ποιοῦν;
苏格拉底:而且,承受作用者所承受的影响,是否就是施加作用者所施加的作用本身,并且其性质与施加作用者所施加的一致?
λέγω δὲ τὸ τοιόνδε· εἴ τις τύπτει, ἀνάγκη τι τύπτεσθαι;
我的意思是:如果有人打,必然有某物被打吗?
ΠΩΛ. ἀνάγκη.
波洛斯:必然。
ΣΩ. καὶ εἰ σφόδρα τύπτει ἢ ταχὺ ὁ τύπτων, οὕτω καὶ τὸ τυπτόμενον τύπτεσθαι;
苏格拉底:如果打人者打得很重或很快,被打者也会以同样的方式被打吗?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. τοιοῦτον ἄρα πάθος τῷ τυπτομένῳ ἐστὶν οἷον ἂν τὸ τύπτον ποιῇ;
苏格拉底:所以,被打者的承受状态,与打人者所施加的作用是性质相同的吗?
ΠΩΛ. πάνυ γε.
波洛斯:完全如此。
ΣΩ. οὐκοῦν καὶ εἰ κάει τις, ἀνάγκη τι κάεσθαι;
苏格拉底:那么,如果有人烧,也必然有某物被烧吗?
ΠΩΛ. πῶς γὰρ οὔ;
波洛斯:怎么会不呢?
ΣΩ. καὶ εἰ σφόδρα γε κάει ἢ ἀλγεινῶς, οὕτω κάεσθαι τὸ καόμενον ὡς ἂν τὸ κᾶον κάῃ;
苏格拉底:如果他烧得很厉害或令人痛苦,被烧者也会按照烧人者烧的方式被烧吗?
ΠΩΛ. πάνυ γε.
波洛斯:完全如此。
ΣΩ. οὐκοῦν καὶ εἰ τέμνει τι, ὁ αὐτὸς λόγος;
苏格拉底:那么,如果有人切,也是同样的合理法则吗?
τέμνεται γάρ τι.
因为有某物被切。
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. καὶ εἰ μέγα γε ἢ βαθὺ τὸ τμῆμα ἢ ἀλγεινόν, τοιοῦτον τμῆμα τέμνεται τὸ τεμνόμενον οἷον τὸ τέμνον τέμνει;
苏格拉底:如果伤口很大、很深或很痛,被切者被切出的伤口性质,也会与切人者所切的方式相同吗?
ΠΩΛ. φαίνεται.
波洛斯:显然如此。
ΣΩ. συλλήβδην δὴ ὅρα εἰ ὁμολογεῖς, ὃ ἄρτι ἔλεγον, περὶ πάντων, οἷον ἂν ποιῇ τὸ ποιοῦν, τοιοῦτον τὸ πάσχον πάσχειν.
苏格拉底:总而言之,看你是否同意我刚才对一切事物所说的:施加作用者以何种方式施加,承受作用者就以何种方式承受(并受到影响)。
ΠΩΛ. ἀλλʼ ὁμολογῶ.
波洛斯:我同意。
ΣΩ. τούτων δὴ ὁμολογουμένων, τὸ δίκην διδόναι πότερον πάσχειν τί ἐστιν ἢ ποιεῖν;
苏格拉底:既然同意了这些,那么“接受惩罚”是承受某种作用,还是施加某种作用?
ΠΩΛ. ἀνάγκη, ὦ Σώκρατες, πάσχειν.
波洛斯:苏格拉底,必然是承受作用。
ΣΩ. οὐκοῦν ὑπό τινος ποιοῦντος;
苏格拉底:那么,这不就是由某个施加作用者所施加的吗?
ΠΩΛ. πῶς γὰρ οὔ;
波洛斯:怎么会不呢?
ὑπό γε τοῦ κολάζοντος.
当然是由惩戒者施加的。
ΣΩ. ὁ δὲ ὀρθῶς κολάζων δικαίως κολάζει;
苏格拉底:而正确进行惩戒的人,他的惩戒是公正的吗?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. δίκαια ποιῶν ἢ οὔ;
苏格拉底:他做的是公正的事(能产生合理纠正效果的行为)还是不公正的事?
ΠΩΛ. δίκαια.
波洛斯:公正的事。
ΣΩ. οὐκοῦν ὁ κολαζόμενος δίκην διδοὺς δίκαια πάσχει;
苏格拉底:那么,受到惩戒并接受惩罚的人,所承受的是公正的事吗?
ΠΩΛ. φαίνεται.
波洛斯:显然是的。
ΣΩ. τὰ δὲ δίκαιά που καλὰ ὡμολόγηται;
苏格拉底:而公正的事物,我们不是已经同意它们是美的吗?
ΠΩΛ. πάνυ γε.
波洛斯:完全如此。
ΣΩ. τούτων ἄρα ὁ μὲν ποιεῖ καλά, ὁ δὲ πάσχει, ὁ κολαζόμενος.
苏格拉底:因此,在两者中,一方施加了美(善)的作用,而另一方——即受到惩戒者——则承受了它。
ΠΩΛ. ναί.
波洛斯:是的。