Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §475

作恶比受恶更坏的证明

第 20 段,共 53 段 · 希腊语

内容简介

苏格拉底根据美与丑的定义,论证作恶既然比受恶更丑,就必须在“痛苦”或“恶”上胜出。由于作恶并不更令人痛苦,因此它必然更坏(在恶上胜出),从而迫使波洛斯承认这一结论。

§475ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ.
波洛斯:依我之见并非如此。
ΣΩ. οὐκοῦν καὶ τὸ τῶν μαθημάτων κάλλος ὡσαύτως;
苏格拉底:那么,知识(学问)的美不也是一样吗?
ΠΩΛ. πάνυ γε·
波洛斯:完全如此。
καὶ καλῶς γε νῦν ὁρίζῃ, ὦ Σώκρατες, ἡδονῇ τε καὶ ἀγαθῷ ὁριζόμενος τὸ καλόν.
苏格拉底,你现在用快乐和善来定义美,定义得非常好。
ΣΩ. οὐκοῦν τὸ αἰσχρὸν τῷ ἐναντίῳ, λύπῃ τε καὶ κακῷ;
苏格拉底:那么,丑不就应该用相反的东西,即痛苦和恶来定义吗?
ΠΩΛ. ἀνάγκη.
波洛斯:必然如此。
ΣΩ. ὅταν ἄρα δυοῖν καλοῖν θάτερον κάλλιον ᾖ, ἢ τῷ ἑτέρῳ τούτοιν ἢ ἀμφοτέροις ὑπερβάλλον κάλλιόν ἐστιν, ἤτοι ἡδονῇ ἢ ὠφελίᾳ ἢ ἀμφοτέροις.
苏格拉底:那么,当两个美的事物中有一个更美时,它之所以更美,是因为在这两者之一或两者上胜出,也就是说,要么在快乐上,要么在有用性上,要么在两者上胜出?
ΠΩΛ. πάνυ γε.
波洛斯:完全如此。
ΣΩ. καὶ ὅταν δὲ δὴ δυοῖν αἰσχροῖν τὸ ἕτερον αἴσχιον ᾖ, ἤτοι λύπῃ ἢ κακῷ ὑπερβάλλον αἴσχιον ἔσται·
苏格拉底:反之,当两个丑陋的事物中有一方更丑时,它之所以更丑,要么是在痛苦上,要么是在恶上胜出。
ἢ οὐκ ἀνάγκη;
这难道不是必然的吗?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. φέρε δή, πῶς ἐλέγετο νυνδὴ περὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι;
苏格拉底:那么,刚才关于作恶和受恶是怎么说的?
οὐκ ἔλεγες τὸ μὲν ἀδικεῖσθαι κάκιον εἶναι, τὸ δὲ ἀδικεῖν αἴσχιον;
你不是说,受恶更坏,而作恶更丑吗?
ΠΩΛ. ἔλεγον.
波洛斯:我是这么说的。
ΣΩ. οὐκοῦν εἴπερ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, ἤτοι λυπηρότερόν ἐστιν καὶ λύπῃ ὑπερβάλλον αἴσχιον ἂν εἴη ἢ κακῷ ἢ ἀμφοτέροις;
苏格拉底:那么,如果作恶确实比受恶更丑,它要么更令人痛苦,并且因在痛苦上胜出而更丑,要么是在恶上胜出,要么是在两者上胜出?
οὐ καὶ τοῦτο ἀνάγκη;
这不也是必然的吗?
ΠΩΛ. πῶς γὰρ οὔ;
波洛斯:怎么会不呢?
ΣΩ. πρῶτον μὲν δὴ σκεψώμεθα, ἆρα λύπῃ ὑπερβάλλει τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, καὶ ἀλγοῦσι μᾶλλον οἱ ἀδικοῦντες ἢ οἱ ἀδικούμενοι;
苏格拉底:那么,我们首先来考察一下:作恶在痛苦上是否胜过受恶? 作恶的人是否比受恶的人感到更痛苦?
ΠΩΛ. οὐδαμῶς, ὦ Σώκρατες, τοῦτό γε.
波洛斯:绝非如此,苏格拉底,至少这一点绝不是。
ΣΩ. οὐκ ἄρα λύπῃ γε ὑπερέχει.
苏格拉底:那么,它至少在痛苦上没有超出。
ΠΩΛ. οὐ δῆτα.
波洛斯:确实没有。
ΣΩ. οὐκοῦν εἰ μὴ λύπῃ, ἀμφοτέροις μὲν οὐκ ἂν ἔτι ὑπερβάλλοι.
苏格拉底:那么,既然不是在痛苦上,它就不可能再在两者上都胜出了。
ΠΩΛ. οὐ φαίνεται.
波洛斯:看来不是。
ΣΩ. οὐκοῦν τῷ ἑτέρῳ λείπεται.
苏格拉底:所以,只剩下在另一方上胜出了。
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. τῷ κακῷ.
苏格拉底:在恶上。
ΠΩΛ. ἔοικεν.
波洛斯:似乎是这样。
ΣΩ. οὐκοῦν κακῷ ὑπερβάλλον τὸ ἀδικεῖν κάκιον ἂν εἴη τοῦ ἀδικεῖσθαι.
苏格拉底:因此,既然作恶在恶上胜出,它就会比受恶更坏。
ΠΩΛ. δῆλον δὴ ὅτι.
波洛斯:这显然是的。
ΣΩ. ἄλλο τι οὖν ὑπὸ μὲν τῶν πολλῶν ἀνθρώπων καὶ ὑπὸ σοῦ ὡμολογεῖτο ἡμῖν ἐν τῷ ἔμπροσθεν χρόνῳ αἴσχιον εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι;
苏格拉底:那么,此前大多数人和你不是都向我们承认,作恶比受恶更丑吗?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. νῦν δέ γε κάκιον ἐφάνη.
苏格拉底:但现在它却显现为更坏了。
ΠΩΛ. ἔοικε.
波洛斯:似乎是这样。
ΣΩ. δέξαιο ἂν οὖν σὺ μᾶλλον τὸ κάκιον καὶ τὸ αἴσχιον ἀντὶ τοῦ ἧττον;
苏格拉底:那么,你宁愿选择更坏、更丑的,而不选程度较轻的吗?
μὴ ὄκνει ἀποκρίνασθαι, ὦ Πῶλε· οὐδὲν γὰρ βλαβήσῃ·
波洛斯,不要犹豫去回答;因为你不会受到任何伤害。
ἀλλὰ γενναίως τῷ λόγῳ ὥσπερ ἰατρῷ παρέχων ἀποκρίνου, καὶ ἢ φάθι ἢ μὴ ἃ ἐρωτῶ.
相反,请高尚地把自己交给论证,就像交给医生一样,回答我的问题,对于我所问的,要么承认,要么否认。
ΠΩΛ. ἀλλʼ οὐκ ἂν δεξαίμην, ὦ Σώκρατες.
波洛斯:但我不会选择它的,苏格拉底。
ΣΩ. ἄλλος δέ τις ἀνθρώπων;
苏格拉底:那么其他任何人会选吗?
ΠΩΛ. οὔ μοι δοκεῖ κατά γε τοῦτον τὸν λόγον.
波洛斯:至少根据这个论证来看,我认为不会。
ΣΩ. ἀληθῆ ἄρα ἐγὼ ἔλεγον, ὅτι οὔτʼ ἂν ἐγὼ οὔτʼ ἂν σὺ οὔτʼ ἄλλος οὐδεὶς ἀνθρώπων δέξαιτʼ ἂν μᾶλλον ἀδικεῖν ἢ ἀδικεῖσθαι· κάκιον γὰρ τυγχάνει ὄν.
苏格拉底:那么我刚才说的是真话了:无论是你、我,还是其他任何人,都不会宁愿作恶而不愿受恶;因为作恶确实是更坏的事。
ΠΩΛ. φαίνεται.
波洛斯:看来确实如此。

词汇与语法注释

  1. 475aὁρίζῃ — 该词虽为中被动语态第二人称单数形式,但在此处作为间接中动语态(具有主动意义),意为“自己着手下定义”或“在自身看来对……作规定”。
  2. 475dἄλλο τι οὖν — 此词源自惯用语 ἄλλο τι ἤ 中连词 ἤ 的省略。在实质上起到了强烈的肯定疑问(相当于拉丁语的 nonne,意为“难道不是……吗”)作用,用于寻求同意。
  3. 475dπαρέχων — 此处省略了反身代词 ἑαυτόν(自己),作不及物使用,意为“将(自己)交付给、呈献给”。分词修饰主语,并与后续的 τῷ λόγῳ ὥσπερ ἰατρῷ(像对待医生那样对待论证)相关联。

引用这一段

柏拉图, 高尔吉亚篇 §475. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:475

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。