§473ΠΩΛ. ἄτοπά γε, ὦ Σώκρατες, ἐπιχειρεῖς λέγειν.
波洛斯:苏格拉底,你试图说的话真是太荒谬了。
ΣΩ. πειράσομαι δέ γε καὶ σὲ ποιῆσαι, ὦ ἑταῖρε, ταὐτὰ ἐμοὶ λέγειν· φίλον γάρ σε ἡγοῦμαι.
苏格拉底:但我会努力让你,我的朋友,也说出和我一样的话;因为我把你当成朋友。
νῦν μὲν οὖν ἃ διαφερόμεθα ταῦτʼ ἐστιν· σκόπει δὲ καὶ σύ.
现在,我们产生分歧的正是在于这些点;你也可以自己考虑一下。
εἶπον ἐγώ που ἐν τοῖς ἔμπροσθεν τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι κάκιον εἶναι.
我在前面的讨论中似乎说过,作恶(行不义)比受恶(受不义)更坏。
ΠΩΛ. πάνυ γε.
波洛斯:确实如此。
ΣΩ. σὺ δὲ τὸ ἀδικεῖσθαι.
苏格拉底:但你却说受恶更坏。
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. καὶ τοὺς ἀδικοῦντας ἀθλίους ἔφην εἶναι ἐγώ, καὶ ἐξηλέγχθην ὑπὸ σοῦ.
苏格拉底:而我说作恶的人是悲惨的,我被你反驳了。
ΠΩΛ. ναὶ μὰ Δία.
波洛斯:是的,凭宙斯起誓。
ΣΩ. ὡς σύ γε οἴει, ὦ Πῶλε.
苏格拉底:正如你所认为的那样,波洛斯。
ΠΩΛ. ἀληθῆ γε οἰόμενος.
波洛斯:而且我认为的是真理。
ΣΩ. ἴσως.
苏格拉底:也许吧。
σὺ δέ γε εὐδαίμονας αὖ τοὺς ἀδικοῦντας, ἐὰν μὴ διδῶσι δίκην.
但你又认为,作恶的人如果不受惩罚,就是幸福的。
ΠΩΛ. πάνυ μὲν οὖν.
波洛斯:确实如此。
ΣΩ. ἐγὼ δέ γε αὐτοὺς ἀθλιωτάτους φημί, τοὺς δὲ διδόντας δίκην ἧττον.
苏格拉底:但我却说他们最悲惨,而接受惩罚的人悲惨程度要轻一些。
βούλει καὶ τοῦτο ἐλέγχειν;
你连这一点也想反驳吗?
ΠΩΛ. ἀλλʼ ἔτι τοῦτʼ ἐκείνου χαλεπώτερόν ἐστιν, ὦ Σώκρατες, ἐξελέγξαι.
波洛斯:但是苏格拉底,反驳这一点可比反驳那一点还要困难啊。
ΣΩ. οὐ δῆτα, ὦ Πῶλε, ἀλλʼ ἀδύνατον· τὸ γὰρ ἀληθὲς οὐδέποτε ἐλέγχεται.
苏格拉底:绝非如此,波洛斯,而是根本不可能;因为真理是永远不会被反驳的。
ΠΩΛ. πῶς λέγεις;
波洛斯:你这是什么意思?
ἐὰν ἀδικῶν ἄνθρωπος ληφθῇ τυραννίδι ἐπιβουλεύων, καὶ ληφθεὶς στρεβλῶται καὶ ἐκτέμνηται καὶ τοὺς ὀφθαλμοὺς ἐκκάηται, καὶ ἄλλας πολλὰς καὶ μεγάλας καὶ παντοδαπὰς λώβας αὐτός τε λωβηθεὶς καὶ τοὺς αὑτοῦ ἐπιδὼν παῖδάς τε καὶ γυναῖκα τὸ ἔσχατον ἀνασταυρωθῇ ἢ καταπιττωθῇ, οὗτος εὐδαιμονέστερος ἔσται ἢ ἐὰν διαφυγὼν τύραννος καταστῇ καὶ ἄρχων ἐν τῇ πόλει διαβιῷ ποιῶν ὅτι ἂν βούληται, ζηλωτὸς ὢν καὶ εὐδαιμονιζόμενος ὑπὸ τῶν πολιτῶν καὶ τῶν ἄλλων ξένων;
如果一个作恶的人在企图谋取篡夺僣主之位时被捕,被捕后受到拷问、被阉割、被挖出双眼,他自己遭受了许多其他巨大的、各种各样的凌辱,并眼睁睁看着自己的孩子和妻子也遭受同样的凌辱,最后被钉上十字架或涂上沥青烧死——这个人,难道会比那些成功逃脱、成为僣主、在城邦中掌握统治权度过余生、为所欲为、被市民和其他外邦人所羡慕和祝贺幸福的人还要幸福吗?
ταῦτα λέγεις ἀδύνατον εἶναι ἐξελέγχειν;
你认为这些是无法反驳的吗?
ΣΩ. μορμολύττῃ αὖ, ὦ γενναῖε Πῶλε, καὶ οὐκ ἐλέγχεις· ἄρτι δὲ ἐμαρτύρου.
苏格拉底:高贵的波洛斯,你又在用鬼怪来吓唬我了,而不是在反驳我;刚才你还在召唤证人呢。
ὅμως δὲ ὑπόμνησόν με σμικρόν. ἐὰν ἀδίκως ἐπιβουλεύων τυραννίδι, εἶπες;
不过,还是请你稍微提醒我一下:你刚才说的是“如果他以不义的方式企图谋取僣主之位”吗?
ΠΩΛ. ἔγωγε.
波洛斯:我是这么说的。
ΣΩ. εὐδαιμονέστερος μὲν τοίνυν οὐδέποτε ἔσται οὐδέτερος αὐτῶν, οὔτε ὁ κατειργασμένος τὴν τυραννίδα ἀδίκως οὔτε ὁ διδοὺς δίκην—δυοῖν γὰρ ἀθλίοιν εὐδαιμονέστερος μὲν οὐκ ἂν εἴη—ἀθλιώτερος μέντοι ὁ διαφεύγων καὶ τυραννεύσας.
苏格拉底:那么,他们中任何一个都绝不会更加幸福,无论是以不义手段夺取僣主之位的人,还是接受惩罚的人——因为在这两个悲惨的人中,没有任何一个会更加幸福——然而,逃脱并成为僣主的人确实更加悲惨。
τί τοῦτο, ὦ Πῶλε;
怎么了,波洛斯?
γελᾷς;
你在笑吗?
ἄλλο αὖ τοῦτο εἶδος ἐλέγχου ἐστίν, ἐπειδάν τίς τι εἴπῃ, καταγελᾶν, ἐλέγχειν δὲ μή;
难道当别人说些什么时,加以嘲笑而不是进行反驳,这又是另一种反驳的方式吗?
ΠΩΛ. οὐκ οἴει ἐξεληλέγχθαι, ὦ Σώκρατες, ὅταν τοιαῦτα λέγῃς ἃ οὐδεὶς ἂν φήσειεν ἀνθρώπων;
波洛斯:苏格拉底,当你宣称这些任谁都不会说的话时,你难道不认为自己已经被反驳了吗?
ἐπεὶ ἐροῦ τινα τουτωνί.
不信你问问这儿的任何一个人。
§474ΣΩ. ὦ Πῶλε, οὐκ εἰμὶ τῶν πολιτικῶν, καὶ πέρυσι βουλεύειν λαχών, ἐπειδὴ ἡ φυλὴ ἐπρυτάνευε καὶ ἔδει με ἐπιψηφίζειν, γέλωτα παρεῖχον καὶ οὐκ ἠπιστάμην ἐπιψηφίζειν.
苏格拉底:波洛斯,我不是一个政治家。 去年我抽签当选为议员,当我的部落担任执政部落,而我必须主持投票时,我成了笑柄,因为我根本不知道该怎么主持投票。
μὴ οὖν μηδὲ νῦν με κέλευε ἐπιψηφίζειν τοὺς παρόντας, ἀλλʼ εἰ μὴ ἔχεις τούτων βελτίω ἔλεγχον, ὅπερ νυνδὴ ἐγὼ ἔλεγον, ἐμοὶ ἐν τῷ μέρει παράδος, καὶ πείρασαι τοῦ ἐλέγχου οἷον ἐγὼ οἶμαι δεῖν εἶναι.
所以,现在也不要命令我向在场的人发起投票。 相反,如果你没有比这更好的反驳方式,正如我刚才所说,把机会让给我,尝试一下我认为应该有的反驳方式。
ἐγὼ γὰρ ὧν ἂν λέγω ἕνα μὲν παρασχέσθαι μάρτυρα ἐπίσταμαι, αὐτὸν πρὸς ὃν ἄν μοι ὁ λόγος ᾖ, τοὺς δὲ πολλοὺς ἐῶ χαίρειν, καὶ ἕνα ἐπιψηφίζειν ἐπίσταμαι, τοῖς δὲ πολλοῖς οὐδὲ διαλέγομαι.
因为对于我所说的话,我只知道如何提供一个证人,那就是与我对谈的那个人本身,而让大多数人自便。 我也只知道如何让一个人投票,而对多数人甚至不屑于交谈。
ὅρα οὖν εἰ ἐθελήσεις ἐν τῷ μέρει διδόναι ἔλεγχον ἀποκρινόμενος τὰ ἐρωτώμενα.
因此,请看你是否愿意在你的轮次中通过回答提问来接受反驳。
ἐγὼ γὰρ δὴ οἶμαι καὶ ἐμὲ καὶ σὲ καὶ τοὺς ἄλλους ἀνθρώπους τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι κάκιον ἡγεῖσθαι καὶ τὸ μὴ διδόναι δίκην τοῦ διδόναι.
因为我确实认为,无论是我、你,还是其他所有人,都认为作恶比受恶更坏,不受惩罚比受惩罚更坏。
ΠΩΛ. ἐγὼ δέ γε οὔτʼ ἐμὲ οὔτʼ ἄλλον ἀνθρώπων οὐδένα.
波洛斯:但我会说,无论是自己还是其他任何人,都不会这么认为。
ἐπεὶ σὺ δέξαιʼ ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν;
既然如此,你难道宁愿受恶也不愿作恶吗?
ΣΩ. καὶ σύ γʼ ἂν καὶ οἱ ἄλλοι πάντες.
苏格拉底:是的,你也会,其他所有人都会。
ΠΩΛ. πολλοῦ γε δεῖ, ἀλλʼ οὔτʼ ἐγὼ οὔτε σὺ οὔτʼ ἄλλος οὐδείς.
波洛斯:差得远了! 无论是你、我,还是其他任何人。
ΣΩ. οὔκουν ἀποκρινῇ;
苏格拉底:那么你难道不回答吗?
ΠΩΛ. πάνυ μὲν οὖν· καὶ γὰρ ἐπιθυμῶ εἰδέναι ὅτι ποτʼ ἐρεῖς.
波洛斯:当然要回答;因为我真的很想知道你到底要说什么。
ΣΩ. λέγε δή μοι, ἵνʼ εἰδῇς, ὥσπερ ἂν εἰ ἐξ ἀρχῆς σε ἠρώτων· πότερον δοκεῖ σοι, ὦ Πῶλε, κάκιον εἶναι, τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι;
苏格拉底:那么请告诉我,好让你知道,就像我从一开始就在问你一样:波洛斯,你认为作恶还是受恶更坏?
ΠΩΛ. τὸ ἀδικεῖσθαι ἔμοιγε.
波洛斯:依我之见,受恶更坏。
ΣΩ. τί δὲ δή;
苏格拉底:那又怎么说呢?
αἴσχιον πότερον τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι;
作恶和受恶,哪一个更丑陋(可耻)?
ἀποκρίνου.
回答我。
ΠΩΛ. τὸ ἀδικεῖν.
波洛斯:作恶。
ΣΩ. οὐκοῦν καὶ κάκιον, εἴπερ αἴσχιον.
苏格拉底:那么,既然作恶更丑陋,它不也就更坏吗?
ΠΩΛ. ἥκιστά γε.
波洛斯:绝非如此。
ΣΩ. μανθάνω·
苏格拉底:我明白了。
οὐ ταὐτὸν ἡγῇ σύ, ὡς ἔοικας, καλόν τε καὶ ἀγαθὸν καὶ κακὸν καὶ αἰσχρόν.
在你看来,你显然不认为美与善、丑与恶是同一回事。
ΠΩΛ. οὐ δῆτα.
波洛斯:确实不这么认为。
ΣΩ. τί δὲ τόδε;
苏格拉底:那么这又怎么说呢?
τὰ καλὰ πάντα, οἷον καὶ σώματα καὶ χρώματα καὶ σχήματα καὶ φωνὰς καὶ ἐπιτηδεύματα, εἰς οὐδὲν ἀποβλέπων καλεῖς ἑκάστοτε καλά;
所有美的事物,例如身体、颜色、形状、声音和行为习惯,你每次称其为美,都是不考虑任何东西而直接称呼的吗?
οἷον πρῶτον τὰ σώματα τὰ καλὰ οὐχὶ ἤτοι κατὰ τὴν χρείαν λέγεις καλὰ εἶναι, πρὸς ὃ ἂν ἕκαστον χρήσιμον ᾖ, πρὸς τοῦτο, ἢ κατὰ ἡδονήν τινα, ἐὰν ἐν τῷ θεωρεῖσθαι χαίρειν ποιῇ τοὺς θεωροῦντας;
例如,首先,你之所以说美的身体是美的,难道不是因为它们在各自适用的目的上的有用性,或是因为某种快乐,即当它们被观赏时能让观赏者感到喜悦吗?
ἔχεις τι ἐκτὸς τούτων λέγειν περὶ σώματος κάλλους;
关于身体的美,除了这些之外,你还有什么可说的吗?
ΠΩΛ. οὐκ ἔχω.
波洛斯:没有了。
ΣΩ. οὐκοῦν καὶ τἆλλα πάντα οὕτω καὶ σχήματα καὶ χρώματα ἢ διὰ ἡδονήν τινα ἢ διὰ ὠφελίαν ἢ διʼ ἀμφότερα καλὰ προσαγορεύεις;
苏格拉底:那么,你称呼其他所有事物——如形状和颜色——为美,不也同样是因为某种快乐、有用,或两者兼而有之吗?
ΠΩΛ. ἔγωγε.
波洛斯:是的。
ΣΩ. οὐ καὶ τὰς φωνὰς καὶ τὰ κατὰ τὴν μουσικὴν πάντα ὡσαύτως;
苏格拉底:对于声音以及音乐中的所有事物,不也是一样吗?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. καὶ μὴν τά γε κατὰ τοὺς νόμους καὶ τὰ ἐπιτηδεύματα οὐ δήπου ἐκτὸς τούτων ἐστίν, τὰ καλά, τοῦ ἢ ὠφέλιμα εἶναι ἢ ἡδέα ἢ ἀμφότερα.
苏格拉底:而且,在法律和行为习惯中的美的事物,想必也绝不会在这些之外,即在有用、令人愉快、或两者兼有之外吧。