Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §468

以善为目的的行为与缺乏理智者的无力

第 15 段,共 53 段 · 希腊语

内容简介

苏格拉底与波洛斯达成共识,人类的行动总是以“善”而非“中间之物”本身为目的,并由此得出结论:在缺乏理智的情况下仅凭个人意愿行事的人,并非在做自己真正想要的事,因而不拥有真正巨大的力量。

§468ΣΩ. τὰ δὲ μήτε ἀγαθὰ μήτε κακὰ ἆρα τοιάδε λέγεις, ἃ ἐνίοτε μὲν μετέχει τοῦ ἀγαθοῦ, ἐνίοτε δὲ τοῦ κακοῦ, ἐνίοτε δὲ οὐδετέρου, οἷον καθῆσθαι καὶ βαδίζειν καὶ τρέχειν καὶ πλεῖν, καὶ οἷον αὖ λίθους καὶ ξύλα καὶ τἆλλα τὰ τοιαῦτα;
苏格拉底:那么,所谓既非善也非恶的事物,你是指那些有时分有善,有时分有恶,有时两者都不分有的、以下这样的一些事物吗? 例如静坐、步行、奔跑、航海,又如石头、木头以及其他类似的东西?
οὐ ταῦτα λέγεις;
你指的不就是这些吗?
ἢ ἄλλʼ ἄττα καλεῖς τὰ μήτε ἀγαθὰ μήτε κακά;
还是说,你把其他某些东西称为既非善也非恶的事物?
ΠΩΛ. οὔκ, ἀλλὰ ταῦτα.
波洛斯:不,就是这些。
ΣΩ. πότερον οὖν τὰ μεταξὺ ταῦτα ἕνεκα τῶν ἀγαθῶν πράττουσιν ὅταν πράττωσιν, ἢ τἀγαθὰ τῶν μεταξύ;
苏格拉底:那么,当人们做这些“中间之物”时,是为了善的事物而做它们,还是为了中间之物而做善的事物?
ΠΩΛ. τὰ μεταξὺ δήπου τῶν ἀγαθῶν.
波洛斯:当然是为了善的事物而做中间之物。
ΣΩ. τὸ ἀγαθὸν ἄρα διώκοντες καὶ βαδίζομεν ὅταν βαδίζωμεν, οἰόμενοι βέλτιον εἶναι, καὶ τὸ ἐναντίον ἕσταμεν ὅταν ἑστῶμεν, τοῦ αὐτοῦ ἕνεκα, τοῦ ἀγαθοῦ·
苏格拉底:因此,当我们步行时,我们也是在追求善而步行,认为这样更好;相反,当我们站立时,我们也是为了同样的目的——即为了善——而站立,难道不是吗?
ἢ οὔ; ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. οὐκοῦν καὶ ἀποκτείνυμεν, εἴ τινʼ ἀποκτείνυμεν, καὶ ἐκβάλλομεν καὶ ἀφαιρούμεθα χρήματα, οἰόμενοι ἄμεινον εἶναι ἡμῖν ταῦτα ποιεῖν ἢ μή;
苏格拉底:那么,如果我们杀死某人,或者驱逐某人,或者没收财产,我们也是认为做这些事比不做对我们更好,难道不是吗?
ΠΩΛ. πάνυ γε.
波洛斯:确实如此。
ΣΩ. ἕνεκʼ ἄρα τοῦ ἀγαθοῦ ἅπαντα ταῦτα ποιοῦσιν οἱ ποιοῦντες.
苏格拉底:那么,做所有这些事的人,都是为了善而做它们的。
ΠΩΛ. φημί.
波洛斯:我承认。
ΣΩ. οὐκοῦν ὡμολογήσαμεν, ἃ ἕνεκά του ποιοῦμεν, μὴ ἐκεῖνα βούλεσθαι, ἀλλʼ ἐκεῖνο οὗ ἕνεκα ταῦτα ποιοῦμεν;
苏格拉底:那么我们不是已经同意,对于那些我们为了某事而做的事,我们所想要的不是这些事情本身,而是我们为了它而做这些事的目的吗?
ΠΩΛ. μάλιστα.
波洛斯:非常同意。
ΣΩ. οὐκ ἄρα σφάττειν βουλόμεθα οὐδʼ ἐκβάλλειν ἐκ τῶν πόλεων οὐδὲ χρήματα ἀφαιρεῖσθαι ἁπλῶς οὕτως, ἀλλʼ ἐὰν μὲν ὠφέλιμα ᾖ ταῦτα, βουλόμεθα πράττειν αὐτά, βλαβερὰ δὲ ὄντα οὐ βουλόμεθα.
苏格拉底:因此,我们并不是无条件地想要宰杀人、将其驱逐出城邦、或没收其财产,而是如果这些事情是有益的,我们便想要做它们;如果是有害的,我们便不想要做。
τὰ γὰρ ἀγαθὰ βουλόμεθα, ὡς φῂς σύ, τὰ δὲ μήτε ἀγαθὰ μήτε κακὰ οὐ βουλόμεθα, οὐδὲ τὰ κακά.
因为正如你所说,我们想要的是善的事物,而不想要既非善也非恶的事物,也不想要恶的事物。
ἦ γάρ;
难道不是吗?
ἀληθῆ σοι δοκῶ λέγειν, ὦ Πῶλε, ἢ οὔ;
波洛斯,你认为我说的对,还是不对?
τί οὐκ ἀποκρίνῃ;
你为什么不回答?
ΠΩΛ. ἀληθῆ.
波洛斯:是真的。
ΣΩ. οὐκοῦν εἴπερ ταῦτα ὁμολογοῦμεν, εἴ τις ἀποκτείνει τινὰ ἢ ἐκβάλλει ἐκ πόλεως ἢ ἀφαιρεῖται χρήματα, εἴτε τύραννος ὢν εἴτε ῥήτωρ, οἰόμενος ἄμεινον εἶναι αὐτῷ, τυγχάνει δὲ ὂν κάκιον, οὗτος δήπου ποιεῖ ἃ δοκεῖ αὐτῷ·
苏格拉底:那么,如果我们同意这些,如果有人——无论是僭主还是修辞学家——杀人、将其驱逐出城邦、或没收财产,认为这对他更好,而实际上却更坏,那么这个人无疑是在做他认为合适的事,难道不是吗?
ἦ γάρ; ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. ἆρʼ οὖν καὶ ἃ βούλεται, εἴπερ τυγχάνει ταῦτα κακὰ ὄντα;
苏格拉底:那么,如果这些事实际上恰好是坏事,这难道也是他所“想要”的吗?
τί οὐκ ἀποκρίνῃ;
你为什么不回答?
ΠΩΛ. ἀλλʼ οὔ μοι δοκεῖ ποιεῖν ἃ βούλεται.
波洛斯:不,在我看来,他并没有在做他所想要的事。
ΣΩ. ἔστιν οὖν ὅπως ὁ τοιοῦτος μέγα δύναται ἐν τῇ πόλει ταύτῃ, εἴπερ ἐστὶ τὸ μέγα δύνασθαι ἀγαθόν τι κατὰ τὴν σὴν ὁμολογίαν;
苏格拉底:那么,如果按照你的同意,拥有巨大的力量是一件好事,这样的人在这座城邦里怎么可能拥有巨大的力量呢?
ΠΩΛ. οὐκ ἔστιν.
波洛斯:不可能。
ΣΩ. ἀληθῆ ἄρα ἐγὼ ἔλεγον, λέγων ὅτι ἔστιν ἄνθρωπον ποιοῦντα ἐν πόλει ἃ δοκεῖ αὐτῷ μὴ μέγα δύνασθαι μηδὲ ποιεῖν ἃ βούλεται.
苏格拉底:那么,我说“一个人在城邦中做他认为合适的事,却可能既没有巨大的力量,也没有在做他所想要的事”,我所说的就是真话了。
ΠΩΛ. ὡς δὴ σύ, ὦ Σώκρατες, οὐκ ἂν δέξαιο ἐξεῖναί σοι ποιεῖν ὅτι δοκεῖ σοι ἐν τῇ πόλει μᾶλλον ἢ μή, οὐδὲ ζηλοῖς ὅταν ἴδῃς τινὰ ἢ ἀποκτείναντα ὃν ἔδοξεν αὐτῷ ἢ ἀφελόμενον χρήματα ἢ δήσαντα.
波洛斯:就好像你,苏格拉底,不愿接受在城邦中拥有做你认为合适的事的自由,反而宁愿没有似的;或者当你看到有人杀了他认为该杀的人、或没收了其财产、或把其捆绑起来时,你竟然不感到羡慕似的!
ΣΩ. δικαίως λέγεις ἢ ἀδίκως;
苏格拉底:你是指正义地行事,还是非正义地?

词汇与语法注释

  1. 468bτὰ μεταξὺ δήπου τῶν ἀγαθῶν — 意为“当然是为了善的事物而做中间之物”。回应前一句的选择问句“πὸτερον... ἢ...”,省略了动词 πράττομεν(或 πράττουσιν)以及介词 ἕνεκα。
  2. 468cἃ ἕνεκά του ποιοῦμεν, μὴ ἐκεῖνα βούλεσθαι — 由关系代词 ἃ 引导的从句(“我们为了某事而做的事”)作为不定式 βούλεσθαι 的宾语,该不定式隶属于表示同意的主句动词 ὡμολογήσαμεν(对格加不定式结构)。没有明确先行词的关系从句被置于句首以示强调。
  3. 468eὡς δὴ σύ, ὦ Σώκρατες, οὐκ ἂν δέξαιο... — 虚词 ὡς δή 表达强烈的讽刺或反驳(意为“仿佛……似的”),此处支配带有 ἄν 的潜能希求法(οὐκ ἂν δέξαιο),意为“就好像你,苏格拉底,不会接受……似的”。

引用这一段

柏拉图, 高尔吉亚篇 §468. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:468

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。