Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §469

行不义与遭不义的比较以及短剑的比喻

第 16 段,共 53 段 · 希腊语

内容简介

苏格拉底和波洛斯辩论正义或非正义地杀人的可怜性质,以及行不义与遭受不义哪一个是更大的恶。苏格拉底用隐藏短剑的比喻来说明,仅凭一己之私进行破坏的能力并不是真正的力量。

§469ΠΩΛ. ὁπότερʼ ἂν ποιῇ, οὐκ ἀμφοτέρως ζηλωτόν ἐστιν;
波洛斯:无论他做这两者中的哪一个,难道在两种情况下不都值得羡慕吗?
ΣΩ. εὐφήμει, ὦ Πῶλε.
苏格拉底:别说这种不吉利的话,波洛斯。
ΠΩΛ. τί δή;
波洛斯:为什么呢?
ΣΩ. ὅτι οὐ χρὴ οὔτε τοὺς ἀζηλώτους ζηλοῦν οὔτε τοὺς ἀθλίους, ἀλλʼ ἐλεεῖν.
苏格拉底:因为我们不应该羡慕那些不值得羡慕的人,也不应该羡慕那些悲惨的人,而应该怜悯他们。
ΠΩΛ. τί δέ;
波洛斯:什么?
οὕτω σοι δοκεῖ ἔχειν περὶ ὧν ἐγὼ λέγω τῶν ἀνθρώπων;
对于我所说的那些人,你也是这样认为的吗?
ΣΩ. πῶς γὰρ οὔ;
苏格拉底:怎么会不呢?
ΠΩΛ. ὅστις οὖν ἀποκτείνυσιν ὃν ἂν δόξῃ αὐτῷ, δικαίως ἀποκτεινύς, ἄθλιος δοκεῖ σοι εἶναι καὶ ἐλεινός;
波洛斯:那么,凡是杀了他认为该杀的人,且是正义地杀人的人,在你看来也是悲惨而可怜的吗?
ΣΩ. οὐκ ἔμοιγε, οὐδὲ μέντοι ζηλωτός.
苏格拉底:在我看来倒不是,但当然也不值得羡慕。
ΠΩΛ. οὐκ ἄρτι ἄθλιον ἔφησθα εἶναι;
波洛斯:你刚才不是还说他是悲惨的吗?
ΣΩ. τὸν ἀδίκως γε, ὦ ἑταῖρε, ἀποκτείναντα, καὶ ἐλεινόν γε πρός· τὸν δὲ δικαίως ἀζήλωτον.
苏格拉底:我的朋友,我说的是非正义地杀人的人,而且他确实也是可怜的;至于正义地杀人的人,则是不值得羡慕的。
ΠΩΛ. ἦ που ὅ γε ἀποθνῄσκων ἀδίκως ἐλεινός τε καὶ ἄθλιός ἐστιν.
波洛斯:那想必是非正义地被杀的人,既可怜又悲惨吧。
ΣΩ. ἧττον ἢ ὁ ἀποκτεινύς, ὦ Πῶλε, καὶ ἧττον ἢ ὁ δικαίως ἀποθνῄσκων.
苏格拉底:比杀人的人要轻一些,波洛斯,也比正义地被杀的人要轻一些。
ΠΩΛ. πῶς δῆτα, ὦ Σώκρατες;
波洛斯:这到底是怎么回事,苏格拉底?
ΣΩ. οὕτως, ὡς μέγιστον τῶν κακῶν τυγχάνει ὂν τὸ ἀδικεῖν.
苏格拉底:是这样的,因为行不义恰好是最大的恶。
ΠΩΛ. ἦ γὰρ τοῦτο μέγιστον;
波洛斯:这真的是最大的恶吗?
οὐ τὸ ἀδικεῖσθαι μεῖζον;
遭受不义难道不是更大吗?
ΣΩ. ἥκιστά γε.
苏格拉底:绝非如此。
ΠΩΛ. σὺ ἄρα βούλοιο ἂν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν;
波洛斯:那么你宁愿遭受不义,也不愿行不义吗?
ΣΩ. βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερα· εἰ δʼ ἀναγκαῖον εἴη ἀδικεῖν ἢ ἀδικεῖσθαι, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν.
苏格拉底:我个人是不希望这二者的任何一个;但如果必须在行不义和遭受不义之间做选择,我宁可选择遭受不义,也不愿行不义。
ΠΩΛ. σὺ ἄρα τυραννεῖν οὐκ ἂν δέξαιο;
波洛斯:那么你不愿接受成为僭主吗?
ΣΩ. οὔκ, εἰ τὸ τυραννεῖν γε λέγεις ὅπερ ἐγώ.
苏格拉底:不接受,如果你所说的“成为僭主”是指我所想的那样。
ΠΩΛ. ἀλλʼ ἔγωγε τοῦτο λέγω ὅπερ ἄρτι, ἐξεῖναι ἐν τῇ πόλει, ὃ ἂν δοκῇ αὐτῷ, ποιεῖν τοῦτο, καὶ ἀποκτεινύντι καὶ ἐκβάλλοντι καὶ πάντα πράττοντι κατὰ τὴν αὐτοῦ δόξαν.
波洛斯:但我指的就是我刚才说的:在城邦中拥有做自己认为合适的事情的权力,无论是杀人、驱逐,还是按照自己的想法行一切事。
ΣΩ. ὦ μακάριε, ἐμοῦ δὴ λέγοντος τῷ λόγῳ ἐπιλαβοῦ.
苏格拉底:我优秀的朋友,那么在我说的时候,请抓住我的论证。
εἰ γὰρ ἐγὼ ἐν ἀγορᾷ πληθούσῃ λαβὼν ὑπὸ μάλης ἐγχειρίδιον λέγοιμι πρὸς σὲ ὅτι ὦ Πῶλε, ἐμοὶ δύναμίς τις καὶ τυραννὶς θαυμασία ἄρτι προσγέγονεν·
因为如果我在人满为患的广场上,在腋下藏了一把短剑,对你说道: “波洛斯,一种惊人的力量和僭主统治刚才落到了我身上。
ἐὰν γὰρ ἄρα ἐμοὶ δόξῃ τινὰ τουτωνὶ τῶν ἀνθρώπων ὧν σὺ ὁρᾷς αὐτίκα μάλα δεῖν τεθνάναι, τεθνήξει οὗτος ὃν ἂν δόξῃ·
因为如果我认为你所看到的这些人中的任何一个应该立刻死去,那么我认为该死的那个人就会死;如果我认为他们中某人的头颅应该被打破,那它立刻就会被打破;如果我认为他的外衣应该被撕裂,那它就会被撕裂。
κἄν τινα δόξῃ μοι τῆς κεφαλῆς αὐτῶν καταγῆναι δεῖν, κατεαγὼς ἔσται αὐτίκα μάλα, κἂν θοἰμάτιον διεσχίσθαι, διεσχισμένον ἔσται—οὕτω μέγα ἐγὼ δύναμαι ἐν τῇδε τῇ πόλει, εἰ οὖν ἀπιστοῦντί σοι δείξαιμι τὸ ἐγχειρίδιον, ἴσως ἂν εἴποις ἰδὼν ὅτι ὦ Σώκρατες, οὕτω μὲν πάντες ἂν μέγα δύναιντο, ἐπεὶ κἂν ἐμπρησθείη οἰκία τούτῳ τῷ τρόπῳ ἥντινά σοι δοκοῖ, καὶ τά γε Ἀθηναίων νεώρια καὶ αἱ τριήρεις καὶ τὰ πλοῖα πάντα καὶ τὰ δημόσια καὶ τὰ ἴδια·
在这座城邦里,我有如此巨大的力量。 ” 如果在你不相信的时候,我向你出示这把短剑,你看到后大概会说: “苏格拉底,用这种方式的话,任何人都能拥有巨大的力量,因为用这种办法,任何一栋你认为合适的房子都可能被烧毁,甚至雅典人的船坞、三段击桨战船以及所有的船只,无论是公有的还是私有的,也都会被烧毁。
ἀλλʼ οὐκ ἄρα τοῦτʼ ἔστιν τὸ μέγα δύνασθαι, τὸ ποιεῖν ἃ δοκεῖ αὐτῷ·
” 但这毕竟不是拥有巨大的力量,即做自己认为合适的事。
ἢ δοκεῖ σοι;
还是你觉得是这样?
ΠΩΛ. οὐ δῆτα οὕτω γε.
波洛斯:在这种情况下,当然不是了。

词汇与语法注释

  1. 469aεὐφήμει — 动词 εὐφημέω(字面意思是“说吉利的话”或“保持安静”)的现在时第二人称单数命令式。在对话中,它常被用作惯用语,用以打断或反驳不祥、不敬或不着边际的言论,意为“住口”或“别说这种话”。
  2. 469bτὸν ἀδίκως γε, ὦ ἑταῖρε, ἀποκτείναντα, καὶ ἐλεινόν γε πρός· τὸν δὲ δικαίως ἀζήλωτον. — 苏格拉底对波洛斯提问的省略式回答。宾格名词短语 τὸν ... ἀποκτείναντα 作省略的不定式 εἶναι 的主语(或承接前文说法的宾语),补足波洛斯话中的谓语 ἄθλιον,意为“(我说的是)那非正义地杀人的人[是悲惨的]”。后半句 τὸν δὲ δικαίως 亦为平行的宾格结构,省略了谓语 ἀζήλωτον。
  3. 469cεἰ δʼ ἀναγκαῖον εἴη ἀδικεῖν ἢ ἀδικεῖσθαι, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν. — 一个潜在条件句结构,条件从句中使用希求语气(εἴη),主句中使用 ἄν 加上希求语气(ἑλοίμην ἂν),用以表达未来可能性或一种温和的、委婉的假设,从而将苏格拉底主观上的选择作为一种假定情况来陈述。
  4. 469dκἂν θοἰμάτιον διεσχίσθαι, διεσχισμένον ἔσται — κἄν 是 καὶ ἐάν 的合音。不定式 διεσχίσθαι(διασχίζω 的完成时被动不定式)承接了前文中已出现的 δόξῃ μοι... δεῖν(我认为……必须)结构,构成了省略句:κἂν [δόξῃ μοι] θοἰμάτιον διεσχίσθαι [δεῖν](“此外,如果[我认为]外衣[应该]被撕裂”)。
  5. 469eἥντινά σοι δοκοῖ — 在由关系代名词 ἥντινα 引导的关系从句中,动词 δοκοῖ 使用了现在时第三人称单数希求语气。这是由于受到主句动词 ἂν ἐμπρησθείη(潜在希求法)的同化影响(即希求语气同化),使从句动词由直陈或虚拟语气转变为希求语气。

引用这一段

柏拉图, 高尔吉亚篇 §469. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:469

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。