Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §466-467

僭主的权力与行所意愿与行所认为最好的分别

第 14 段,共 53 段 · 希腊语

内容简介

苏格拉底和波洛斯争论修辞学家和僭主在城邦中是否拥有巨大的力量。苏格拉底主张,他们几乎不做自己意志的事,而只做在他们看来最好的事;如果没有理智,这种权力就不是好事,并引入了手段与目的的区分(例如为了健康而服药)。

§466ΣΩ. ἐὰν μὲν οὖν καὶ ἐγὼ σοῦ ἀποκρινομένου μὴ ἔχω ὅτι χρήσωμαι, ἀπότεινε καὶ σὺ λόγον, ἐὰν δὲ ἔχω, ἔα με χρῆσθαι·
苏格拉底:那么,如果你在回答时,我也同样不知道该怎么处理,你也可以展开长篇大论;但如果我能处理,就让我使用它吧,因为这是公正的。
δίκαιον γάρ. καὶ νῦν ταύτῃ τῇ ἀποκρίσει εἴ τι ἔχεις χρῆσθαι, χρῶ.
现在,如果你能对我的这个回答做任何利用,就请利用吧。
ΠΩΛ. τί οὖν φῄς;
波洛斯:那么你说什么?
κολακεία δοκεῖ σοι εἶναι ἡ ῥητορική;
在你看来,修辞学是谄媚吗?
ΣΩ. κολακείας μὲν οὖν ἔγωγε εἶπον μόριον.
苏格拉底:我说的其实是谄媚的一个部分。
ἀλλʼ οὐ μνημονεύεις τηλικοῦτος ὤν, ὦ Πῶλε;
但你在这个年纪就记不住了吗,波洛斯?
τί τάχα δράσεις;
那你以后打算怎么办?
ΠΩΛ. ἆρʼ οὖν δοκοῦσί σοι ὡς κόλακες ἐν ταῖς πόλεσι φαῦλοι νομίζεσθαι οἱ ἀγαθοὶ ῥήτορες;
波洛斯:那么,在城邦里,优秀的修辞学家们在你看来,难道是作为无价值的谄媚者而被看待的吗?
ΣΩ. ἐρώτημα τοῦτʼ ἐρωτᾷς ἢ λόγου τινὸς ἀρχὴν λέγεις;
苏格拉底:你这是在提一个问题,还是在开始某种论证?
ΠΩΛ. ἐρωτῶ ἔγωγε.
波洛斯:我确实是在提问。
ΣΩ. οὐδὲ νομίζεσθαι ἔμοιγε δοκοῦσιν.
苏格拉底:在我看来,他们甚至根本没有被如此看待。
ΠΩΛ. πῶς οὐ νομίζεσθαι;
波洛斯:怎么会不被看待?
οὐ μέγιστον δύνανται ἐν ταῖς πόλεσιν;
他们难道不是在城邦中拥有最大的权力吗?
ΣΩ. οὔκ, εἰ τὸ δύνασθαί γε λέγεις ἀγαθόν τι εἶναι τῷ δυναμένῳ.
苏格拉底:不,如果你说的“拥有力量”是指对拥有它的人来说是某种好事的话。
ΠΩΛ. ἀλλὰ μὴν λέγω γε.
波洛斯:但我确实是这么说的。
ΣΩ. ἐλάχιστον τοίνυν μοι δοκοῦσι τῶν ἐν τῇ πόλει δύνασθαι οἱ ῥήτορες.
苏格拉底:那么在我看来,修辞学家在城邦的所有人中拥有最小的力量。
ΠΩΛ. τί δέ;
波洛斯:怎么会?
οὐχ, ὥσπερ οἱ τύραννοι, ἀποκτεινύασίν τε ὃν ἂν βούλωνται, καὶ ἀφαιροῦνται χρήματα καὶ ἐκβάλλουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;
难道他们不像僭主那样,杀死任何他们想杀的人,没收财产,并把任何他们认为合适的人驱逐出城邦吗?
ΣΩ. νὴ τὸν κύνα, ἀμφιγνοῶ μέντοι, ὦ Πῶλε, ἐφʼ ἑκάστου ὧν λέγεις πότερον αὐτὸς ταῦτα λέγεις καὶ γνώμην σαυτοῦ ἀποφαίνῃ, ἢ ἐμὲ ἐρωτᾷς.
苏格拉底:凭犬起誓,波洛斯,对于你所说的每一件事,我实在感到疑惑,究竟是你自己这样主张并发表你自己的意见,还是在问我。
ΠΩΛ. ἀλλʼ ἔγωγε σὲ ἐρωτῶ.
波洛斯:不,我确实是在问你。
ΣΩ. εἶεν, ὦ φίλε·
苏格拉底:好吧,朋友。
ἔπειτα δύο ἅμα με ἐρωτᾷς;
那么你是在同时问我两个问题吗?
ΠΩΛ. πῶς δύο;
波洛斯:怎么是两个?
ΣΩ. οὐκ ἄρτι οὕτω πως ἔλεγες· ἦ οὐχὶ ἀποκτεινύασιν οἱ ῥήτορες οὓς ἂν βούλωνται, ὥσπερ οἱ τύραννοι, καὶ χρήματα ἀφαιροῦνται καὶ ἐξελαύνουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;
苏格拉底:你刚才不是这样说的吗: “难道修辞学家不是像僭主那样,杀死任何他们想杀的人,没收财产,并将任何他们认为合适的人驱逐出城邦吗?
ΠΩΛ. ἔγωγε.
” 波洛斯:是的。
ΣΩ. λέγω τοίνυν σοι ὅτι δύο ταῦτʼ ἐστιν τὰ ἐρωτήματα, καὶ ἀποκρινοῦμαί γέ σοι πρὸς ἀμφότερα.
苏格拉底:那么我告诉你,这是两个问题,而且我都会回答。
φημὶ γάρ, ὦ Πῶλε, ἐγὼ καὶ τοὺς ῥήτορας καὶ τοὺς τυράννους δύνασθαι μὲν ἐν ταῖς πόλεσιν σμικρότατον, ὥσπερ νυνδὴ ἔλεγον·
波洛斯,我主张修辞学家和僭主在城邦中拥有的力量都是最小的,正如我刚才所说。
οὐδὲν γὰρ ποιεῖν ὧν βούλονται ὡς ἔπος εἰπεῖν, ποιεῖν μέντοι ὅτι ἂν αὐτοῖς δόξῃ βέλτιστον εἶναι.
因为他们几乎不做任何他们想做的事,然而他们却做任何在他们看来是最好的事。
ΠΩΛ. οὐκοῦν τοῦτο ἔστιν τὸ μέγα δύνασθαι;
波洛斯:那么,这不就是拥有巨大的力量吗?
ΣΩ. οὔχ, ὥς γέ φησιν πῶλος.
苏格拉底:不是,至少按照波洛斯所说的并非如此。
ΠΩΛ. ἐγὼ οὔ φημι;
波洛斯:我说不是吗?
φημὶ μὲν οὖν ἔγωγε.
不,我确实是这么说的。
ΣΩ. μὰ τὸν—οὐ σύ γε, ἐπεὶ τὸ μέγα δύνασθαι ἔφης ἀγαθὸν εἶναι τῷ δυναμένῳ.
苏格拉底:凭着——不,你没有,因为你说过,拥有巨大力量对拥有者来说是一件好事。
ΠΩΛ. φημὶ γὰρ οὖν.
波洛斯:我确实是这么说的。
ΣΩ. ἀγαθὸν οὖν οἴει εἶναι, ἐάν τις ποιῇ ταῦτα ἃ ἂν δοκῇ αὐτῷ βέλτιστα εἶναι, νοῦν μὴ ἔχων;
苏格拉底:那么,如果某人在没有理智的情况下,做那些在他看来是最好的事,你认为这是好事吗?
καὶ τοῦτο καλεῖς σὺ μέγα δύνασθαι;
并且你把这称为拥有巨大力量吗?
ΠΩΛ. οὐκ ἔγωγε.
波洛斯:我绝不。
§467ΣΩ. οὐκοῦν ἀποδείξεις τοὺς ῥήτορας νοῦν ἔχοντας καὶ τέχνην τὴν ῥητορικὴν ἀλλὰ μὴ κολακείαν, ἐμὲ ἐξελέγξας;
苏格拉底:那么,你难道不应该通过反驳我,来证明修辞学家拥有理智,并且修辞学是一门技术而不是谄媚吗?
εἰ δέ με ἐάσεις ἀνέλεγκτον, οἱ ῥήτορες οἱ ποιοῦντες ἐν ταῖς πόλεσιν ἃ δοκεῖ αὐτοῖς καὶ οἱ τύραννοι οὐδὲν ἀγαθὸν τοῦτο κεκτήσονται, ἡ δὲ δύναμίς ἐστιν, ὡς σὺ φῄς, ἀγαθόν, τὸ δὲ ποιεῖν ἄνευ νοῦ ἃ δοκεῖ καὶ σὺ ὁμολογεῖς κακὸν εἶναι·
但如果你任由我未被反驳,那么在城邦中做他们认为合适的事情的修辞学家和僭主们,将无法以此获得任何好处,虽然如你所说,力量是一件好事,而在没有理智的情况下做自己认为合适的事,正如你也同意的,是一件坏事。
ἢ οὔ;
难道不是吗?
ΠΩΛ. ἔγωγε.
波洛斯:我承认是这样。
ΣΩ. πῶς ἂν οὖν οἱ ῥήτορες μέγα δύναιντο ἢ οἱ τύραννοι ἐν ταῖς πόλεσιν, ἐὰν μὴ Σωκράτης ἐξελεγχθῇ ὑπὸ Πώλου ὅτι ποιοῦσιν ἃ βούλονται;
苏格拉底:那么,除非苏格拉底被波洛斯反驳,证明他们是在做他们所想做的事,否则修辞学家或僭主怎么可能在城邦中拥有巨大的力量呢?
ΠΩΛ. οὗτος ἀνήρ— ΣΩ. οὔ φημι ποιεῖν αὐτοὺς ἃ βούλονται·
波洛斯:这个人真是—— 苏格拉底:我是说他们不做他们所想做的事。
ἀλλά μʼ ἔλεγχε.
反驳我吧!
ΠΩΛ. οὐκ ἄρτι ὡμολόγεις ποιεῖν ἃ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι,;
波洛斯:你刚才不是同意了他们做在他们看来是最好的事吗?
ΣΩ. καὶ γὰρ νῦν ὁμολογῶ.
苏格拉底:是的,我现在依然同意。
ΠΩΛ. οὐκ οὖν ποιοῦσιν ἃ βούλονται;
波洛斯:那么他们难道不是在做他们所想做的事吗?
ΣΩ. οὔ φημι.
苏格拉底:我说不是。
ΠΩΛ. ποιοῦντες ἃ δοκεῖ αὐτοῖς;
波洛斯:在做他们认为合适的事的同时?
ΣΩ. φημί.
苏格拉底:我说是的。
ΠΩΛ. σχέτλιά γε λέγεις καὶ ὑπερφυῆ, ὦ Σώκρατες.
波洛斯:苏格拉底,你说的是些可怕而又不可思议的话!
ΣΩ. μὴ κακηγόρει, ὦ λῷστε Πῶλε, ἵνα προσείπω σε κατὰ σέ·
苏格拉底:不要口出恶言,我最优秀的波洛斯,好让我用你的风格来称呼你。
ἀλλʼ εἰ μὲν ἔχεις ἐμὲ ἐρωτᾶν, ἐπίδειξον ὅτι ψεύδομαι, εἰ δὲ μή, αὐτὸς ἀποκρίνου.
但是如果你能问我问题,就证明我撒了谎;如果不能,就请你自己回答。
ΠΩΛ. ἀλλʼ ἐθέλω ἀποκρίνεσθαι, ἵνα καὶ εἰδῶ ὅτι λέγεις.
波洛斯:不,我愿意回答,也是为了能搞清楚你到底在说什么。
ΣΩ. πότερον οὖν σοι δοκοῦσιν οἱ ἄνθρωποι τοῦτο βούλεσθαι ὃ ἂν πράττωσιν ἑκάστοτε, ἢ ἐκεῖνο οὗ ἕνεκα πράττουσιν τοῦθʼ ὃ πράττουσιν;
苏格底:那么,你认为人们每次做某事时,是想要他们所做的那件事本身,还是想要他们为了它而做那件事的目的呢?
οἷον οἱ τὰ φάρμακα πίνοντες παρὰ τῶν ἰατρῶν πότερόν σοι δοκοῦσιν τοῦτο βούλεσθαι ὅπερ ποιοῦσιν, πίνειν τὸ φάρμακον καὶ ἀλγεῖν, ἢ ἐκεῖνο, τὸ ὑγιαίνειν, οὗ ἕνεκα πίνουσιν;
例如,那些服用医生开的药的人,在你看来,是想要他们正在做的事,即服药并承受痛苦,还是想要另一件事,即保持健康——他们为了它才服药呢?
ΠΩΛ. δῆλον ὅτι τὸ ὑγιαίνειν.
波洛斯:显然是保持健康。
ΣΩ. οὐκοῦν καὶ οἱ πλέοντές τε καὶ τὸν ἄλλον χρηματισμὸν χρηματιζόμενοι οὐ τοῦτό ἐστιν ὃ βούλονται, ὃ ποιοῦσιν ἑκάστοτε (τίς γὰρ βούλεται πλεῖν τε καὶ κινδυνεύειν καὶ πράγματʼ ἔχειν;
苏格拉底:那么,那些航海和从事其他发财活动的人,他们所想要的也不是他们每次正在做的事(因为谁会想要航海、冒险和自找麻烦呢?
) ἀλλʼ ἐκεῖνο οἶμαι οὗ ἕνεκα πλέουσιν, πλουτεῖν· πλούτου γὰρ ἕνεκα πλέουσιν.
),而是我认为,他们想要他们航海的目的,即变得富有;因为他们是为了财富而航海。
ΠΩΛ. πάνυ γε.
波洛斯:非常对。
ΣΩ. ἄλλο τι οὖν οὕτω καὶ περὶ πάντων;
苏格拉底:那么,对于所有事情难道不也是这样吗?
ἐάν τίς τι πράττῃ ἕνεκά του, οὐ τοῦτο βούλεται ὃ πράττει, ἀλλʼ ἐκεῖνο οὗ ἕνεκα πράττει;
如果有人为了某事而做某事,他想要的不是他所做的事本身,而是他为之做这件事的目的?
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. ἆρʼ οὖν ἔστιν τι τῶν ὄντων ὃ οὐχὶ ἤτοι ἀγαθόν γʼ ἐστὶν ἢ κακὸν ἢ μεταξὺ τούτων, οὔτε ἀγαθὸν οὔτε κακόν;
苏格拉底:那么,在存在的所有事物中,难道有哪一样不是要么是好的,要么是坏的,要么是在它们之间、既不坏也不好的中间物吗?
ΠΩΛ. πολλὴ ἀνάγκη, ὦ Σώκρατες.
波洛斯:这必然是不可避免的,苏格拉底。
ΣΩ. οὐκοῦν λέγεις εἶναι ἀγαθὸν μὲν σοφίαν τε καὶ ὑγίειαν καὶ πλοῦτον καὶ τἆλλα τὰ τοιαῦτα, κακὰ δὲ τἀναντία τούτων;
苏格拉底:那么你认为智慧、健康、财富以及其他类似的事物是好的,而它们的相反物是坏的吗?
ΠΩΛ. ἔγωγε.
波洛斯:我确实是这样认为。

词汇与语法注释

  1. 466aὅτι χρήσωμαι — 这里的虚拟语气 χρήσωμαι 是熟虑虚拟语气(deliberative subjunctive),在由 ὅτι(等同于疑问代词 ὅ τι)引入的间接疑问句中,意思是“我该如何处理它”。
  2. 466bοὐδὲ νομίζεσθαι — 动词不定式 νομίζεσθαι 呼应前文波洛斯话中的 φαῦλοι νομίζεσθαι。小词 οὐδέ 表示“甚至不”,意为“在我看来,他们甚至根本没有被看作[任何东西]/没有被重视”。
  3. 466eὧν βούλονται — 关系代词 ὧν 是由宾格 表达的 ἃ 受先行词(这里省略)影响而吸引(attraction)为属格。苏格拉底在这里严格区分了 βούλομαι(意志、渴望真正的善)与 δοκεῖ(看起来最好、主观认为的善)。
  4. 467cκατὰ σέ — 短语 κα提 σέ 意为“按照你的方式”或“以你的风格”。苏格拉底带着温和的讽刺(irony),指代波洛斯所喜好的修辞性和华丽的说话风格。

引用这一段

柏拉图, 高尔吉亚篇 §466-467. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:466-467

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。