Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §464-465

关照身体与灵魂的真正技艺与四种谄媚

第 13 段,共 53 段 · 希腊语

内容简介

苏格拉底利用几何学的比例关系,阐明了护理身体与灵魂的四种真实技术(体育、医术、立法术、司法)与四种模仿它们、仅追求享乐的虚假“谄媚”(美容术、烹饪术、诡辩术、修辞学)之间的结构对应关系。

§464ΣΩ. ἀλλʼ ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται εἶναι ἡ ῥητορική·
ΣΩ. 但我会试着说明在我看来修辞学是什么;如果碰巧不是这样,这边的波洛斯将会反驳我。
εἰ δὲ μὴ τυγχάνει ὂν τοῦτο, πῶλος ὅδε ἐλέγξει. σῶμά που καλεῖς τι καὶ ψυχήν;
你大概把某些东西称为“身体”,某些东西称为“灵魂”吧?
ΓΟΡ. πῶς γὰρ οὔ;
ΓΟΡ. 当然如此。
ΣΩ. οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν;
ΣΩ. 那么,你认为这两者中,每一个都有一种健康状态吗?
ΓΟΡ. ἔγωγε.
ΓΟΡ. 我认为是的。
ΣΩ. τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δʼ οὔ;
ΣΩ. 那么,这种健康状态是看起来像,还是实际上也是呢?
οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις ὅτι οὐκ εὖ ἔχουσιν, ἀλλʼ ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις.
我的意思是这样的:许多人看起来身体很好,除了医生和体育教练之外,谁也不容易看出他们身体不好。
ΓΟΡ. ἀληθῆ λέγεις.
ΓΟΡ. 你说得对。
ΣΩ. τὸ τοιοῦτον λέγω καὶ ἐν σώματι εἶναι καὶ ἐν ψυχῇ, ὃ ποιεῖ μὲν δοκεῖν εὖ ἔχειν τὸ σῶμα καὶ τὴν ψυχήν, ἔχει δὲ οὐδὲν μᾶλλον.
ΣΩ. 我说,这种情况无论在身体里还是在灵魂里都存在,它使得身体和灵魂看起来很好,实际上却完全不是这样。
ΓΟΡ. ἔστι ταῦτα.
ΓΟΡ. 确实如此。
ΣΩ. φέρε δή σοι, ἐὰν δύνωμαι, σαφέστερον ἐπιδείξω ὃ λέγω.
ΣΩ. 来吧,如果我能做到,我会向你更清楚地证明我所说的话。
δυοῖν ὄντοιν τοῖν πραγμάτοιν δύο λέγω τέχνας· τὴν μὲν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δὲ ἐπὶ σώματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δὲ ἰατρικήν·
既然有两个事物,我说就有两门技术:关于灵魂的一门我称为政治学,而关于身体的那一门,我无法用一个名字来向你统称,但由于身体的护理是一体的,我说它有两个部分:体育和医术。
τῆς δὲ πολιτικῆς ἀντὶ μὲν τῆς γυμναστικῆς τὴν νομοθετικήν, ἀντίστροφον δὲ τῇ ἰατρικῇ τὴν δικαιοσύνην.
在政治学中,对应于体育的是立法术,而作为医术的对应物的是司法。
ἐπικοινωνοῦσι μὲν δὴ ἀλλήλαις, ἅτε περὶ τὸ αὐτὸ οὖσαι, ἑκάτεραι τούτων, ἥ τε ἰατρικὴ τῇ γυμναστικῇ καὶ ἡ δικαιοσύνη τῇ νομοθετικῇ·
它们彼此确实有着共通性,因为它们针对的是同一个对象,也就是这两对中的每一对:医术之于体育,司法之于立法术。
ὅμως δὲ διαφέρουσίν τι ἀλλήλων.
然而,它们彼此之间还是有一些区别的。
τεττάρων δὴ τούτων οὐσῶν, καὶ ἀεὶ πρὸς τὸ βέλτιστον θεραπευουσῶν τῶν μὲν τὸ σῶμα, τῶν δὲ τὴν ψυχήν, ἡ κολακευτικὴ αἰσθομένη —οὐ γνοῦσα λέγω ἀλλὰ στοχασαμένη—τέτραχα ἑαυτὴν διανείμασα, ὑποδῦσα ὑπὸ ἕκαστον τῶν μορίων, προσποιεῖται εἶναι τοῦτο ὅπερ ὑπέδυ, καὶ τοῦ μὲν βελτίστου οὐδὲν φροντίζει, τῷ δὲ ἀεὶ ἡδίστῳ θηρεύεται τὴν ἄνοιαν καὶ ἐξαπατᾷ, ὥστε δοκεῖ πλείστου ἀξία εἶναι.
既然有这四门技术,并且它们总是为了最善的目标而护理——一双护理身体,另一双护理灵魂——谄媚察觉到了这一点(我说的是通过揣摩,而不是通过知识),便将自己一分为四,潜入每一个部分之下,假装自己就是它所潜入的那门技术,并且它根本不关心最善的事,而是总是用最快乐的事来猎取无知,进行欺骗,以至于显得最有价值。
ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιικὴ ὑποδέδυκεν, καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέναι, ὥστʼ εἰ δέοι ἐν παισὶ διαγωνίζεσθαι ὀψοποιόν τε καὶ ἰατρόν, ἢ ἐν ἀνδράσιν οὕτως ἀνοήτοις ὥσπερ οἱ παῖδες, πότερος ἐπαΐει περὶ τῶν χρηστῶν σιτίων καὶ πονηρῶν, ὁ ἰατρὸς ἢ ὁ ὀψοποιός, λιμῷ ἂν ἀποθανεῖν τὸν ἰατρόν.
于是,烹饪术潜入了医术之下,并假装自己知道对身体最善的食物。 因此,如果烹饪师和医生必须在孩子们面前,或者在像孩子们一样无知的大人们面前竞争,看哪一个更懂得好食物和坏食物,是医生还是烹饪师,那么医生将会饿死。
§465ΣΩ. κολακείαν μὲν οὖν αὐτὸ καλῶ, καὶ αἰσχρόν φημι εἶναι τὸ τοιοῦτον, ὦ Πῶλε—τοῦτο γὰρ πρὸς σὲ λέγω—ὅτι τοῦ ἡδέος στοχάζεται ἄνευ τοῦ βελτίστου·
ΣΩ. 波洛斯,我把这称为谄媚,并说这种事物是丑的——因为我是对你说的——因为它不顾最善而瞄准快乐。
τέχνην δὲ αὐτὴν οὔ φημι εἶναι ἀλλʼ ἐμπειρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα ᾧ προσφέρει ἃ προσφέρει ὁποῖʼ ἄττα τὴν φύσιν ἐστίν, ὥστε τὴν αἰτίαν ἑκάστου μὴ ἔχειν εἰπεῖν.
我说它不是技术而是熟练,因为它对于自己所提供的东西的本质无法给出任何理性说明(逻辑),因此无法说出每一个的原因。
ἐγὼ δὲ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα·
我不把无理性的事物称为技术。
τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς, ἐθέλω ὑποσχεῖν λόγον.
如果你对这些事有异议,我乐意进行论证。
τῇ μὲν οὖν ἰατρικῇ, ὥσπερ λέγω, ἡ ὀψοποιικὴ κολακεία ὑπόκειται· τῇ δὲ γυμναστικῇ κατὰ τὸν αὐτὸν τρόπον τοῦτον ἡ κομμωτική, κακοῦργός τε καὶ ἀπατηλὴ καὶ ἀγεννὴς καὶ ἀνελεύθερος, σχήμασιν καὶ χρώμασιν καὶ λειότητι καὶ ἐσθῆσιν ἀπατῶσα, ὥστε ποιεῖν ἀλλότριον κάλλος ἐφελκομένους τοῦ οἰκείου τοῦ διὰ τῆς γυμναστικῆς ἀμελεῖν.
如我所说,在医术之下,潜伏着烹饪术这种谄媚;以同样的方式,在体育之下,潜伏着美容术,它有害、虚伪、下贱、卑鄙,用形状、颜色、光滑度和衣服来欺骗,以至于让人追求外来的美,而忽视了通过体育获得的自身的美。
ἵνʼ οὖν μὴ μακρολογῶ, ἐθέλω σοι εἰπεῖν ὥσπερ οἱ γεωμέτραι—ἤδη γὰρ ἂν ἴσως ἀκολουθήσαις—ὅτι ὃ κομμωτικὴ πρὸς γυμναστικήν, τοῦτο σοφιστικὴ πρὸς νομοθετικήν, καὶ ὅτι ὃ ὀψοποιικὴ πρὸς ἰατρικήν, τοῦτο ῥητορικὴ πρὸς δικαιοσύνην.
所以,为了不长篇大论,我愿意像几何学家那样对你说——因为现在你也许能跟得上了——美容术之于体育,正如诡辩术之于立法术;烹饪术之于医术,正如修辞学之于司法。
ὅπερ μέντοι λέγω, διέστηκε μὲν οὕτω φύσει, ἅτε δʼ ἐγγὺς ὄντων φύρονται ἐν τῷ αὐτῷ καὶ περὶ ταὐτὰ σοφισταὶ καὶ ῥήτορες, καὶ οὐκ ἔχουσιν ὅτι χρήσονται οὔτε αὐτοὶ ἑαυτοῖς οὔτε οἱ ἄλλοι ἄνθρωποι τούτοις.
然而,正如我所说,它们在本质上虽然这样区分,但因为彼此接近,诡辩家和修辞学家在同一个领域、围绕相同的事物混杂在一起,他们自己不知道该怎么对待自己,别人也同样不知道该怎么对待他们。
καὶ γὰρ ἄν, εἰ μὴ ἡ ψυχὴ τῷ σώματι ἐπεστάτει, ἀλλʼ αὐτὸ αὑτῷ, καὶ μὴ ὑπὸ ταύτης κατεθεωρεῖτο καὶ διεκρίνετο ἥ τε ὀψοποιικὴ καὶ ἡ ἰατρική, ἀλλʼ αὐτὸ τὸ σῶμα ἔκρινε σταθμώμενον ταῖς χάρισι ταῖς πρὸς αὑτό, τὸ τοῦ Ἀναξαγόρου ἂν πολὺ ἦν, ὦ φίλε Πῶλε—σὺ γὰρ τούτων ἔμπειρος—ὁμοῦ ἂν πάντα χρήματα ἐφύρετο ἐν τῷ αὐτῷ, ἀκρίτων ὄντων τῶν τε ἰατρικῶν καὶ ὑγιεινῶν καὶ ὀψοποιικῶν.
因为,如果灵魂不支配身体,而是身体支配自身,且烹饪术与医术不是由灵魂来审视和区分,而是由身体自己通过对自己产生的快乐来衡量和判断,那么亲爱的波洛斯——因为你对这些很熟悉——阿那克萨哥拉的那句话就会大大应验:“万物混杂在同一个地方”,医药的、健康的、烹饪的事物将无法区分。
ὃ μὲν οὖν ἐγώ φημι τὴν ῥητορικὴν εἶναι, ἀκήκοας· ἀντίστροφον ὀψοποιίας ἐν ψυχῇ, ὡς ἐκεῖνο ἐν σώματι.
那么,你已经听到了我认为修辞学是什么:它是灵魂中烹饪术的对应物,正如后者是身体中的对应物。
ἴσως μὲν οὖν ἄτοπον πεποίηκα, ὅτι σε οὐκ ἐῶν μακροὺς λόγους λέγειν αὐτὸς συχνὸν λόγον ἀποτέτακα.
不过,也许我做了一件怪事,因为我不让你说长篇大论,我自己却展开了这么长的论述。
ἄξιον μὲν οὖν ἐμοὶ συγγνώμην ἔχειν ἐστίν· λέγοντος γάρ μου βραχέα οὐκ ἐμάνθανες, οὐδὲ χρῆσθαι τῇ ἀποκρίσει ἥν σοι ἀπεκρινάμην οὐδὲν οἷός τʼ ἦσθα, ἀλλʼ ἐδέου διηγήσεως.
但我确实应该得到宽恕;因为我简短地说话时你听不懂,也无法利用我给你的回答,而只是需要解释。

词汇与语法注释

  1. 464cἡ κολακευτικὴ αἰσθομένη —οὐ γνοῦσα λέγω ἀλλὰ στοχασαμένη—τέτραχα ἑαυτὴν διανείμασα, ὑποδῦσα ὑπὸ ἕκαστον τῶν μορίων, προσποιεῖται — 主语 ἡ κολακευτική 后接连跟了三个分词 αἰσθομένη(现在分词)、διανείμασα(不定过去时分词)和 ὑποδῦσα(不定过去时分词),最终指向主动词 προσποιεῖται(现在时)。这种结构生动地描绘了“谄媚”逐步进行的欺骗性行为。
  2. 465aᾧ προσφέρει ἃ προσφέρει ὁποῖʼ ἄττα τὴν φύσιν ἐστίν — 关系代名词 ᾧ 作与格,修饰先行词 λόγον(“用以……的理性说明”)。在其引导的从句中, ἃ 是 προσφέρει 的直接宾语,而间接疑问形容词 ὁποῖʼ ἄττα 则作为宾语补足语规定其本质。整句意为“用以解释其所提供之物在本质上属于何种事物的理性说明”。
  3. 465dεἰ μὴ ἡ ψυχὴ τῷ σώματι ἐπεστάτει... τὸ τοῦ Ἀναξαγόρου ἂν πολὺ ἦν — 这是一个针对现在事实的虚拟条件句,条件从句(εἰ 节)使用未完成过去直陈式(ἐπεστάτει, κατεθεωρεῖτο, διεκρίνετο, ἔκρινε),结果从句则使用 ἄν 加上未完成过去直陈式(ἂν πολὺ ἦν 和 ἂν ... ἐφύρετο)。这建立在波洛斯熟悉阿那克萨哥拉的哲学学说之上。

引用这一段

柏拉图, 高尔吉亚篇 §464-465. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:464-465

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。