Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §460-461

修辞学者与正义之关系及波洛斯的介入

第 11 段,共 53 段 · 希腊语

内容简介

苏格拉底基于“学习了某种技艺的人就会成为该技艺造就的人(学习正义者即成为正义之人)”的前设,向修辞学教师高尔吉亚推论出辩论家绝不会行不正义之事的结论。高尔吉亚的弟子波洛斯对此感到不满,介入讨论并批评苏格拉底的诱导性提问方式。

§460ΓΟΡ. ἀλλʼ ἐγὼ μὲν οἶμαι, ὦ Σώκρατες, ἐὰν τύχῃ μὴ εἰδώς, καὶ ταῦτα παρʼ ἐμοῦ μαθήσεται.
ΓΟΡ. 不过我想,苏格拉底,如果他碰巧不知道,他也会从我这里学到这些。
ΣΩ. ἔχε δή· καλῶς γὰρ λέγεις.
ΣΩ. 等一下,你说的很好。
ἐάνπερ ῥητορικὸν σύ τινα ποιήσῃς, ἀνάγκη αὐτὸν εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα ἤτοι πρότερόν γε ἢ ὕστερον μαθόντα παρὰ σοῦ.
如果你确实要使某人成为辩论家,他必须知道正义和非正义,无论是在这之前还是此后从你这里学到。
ΓΟΡ. πάνυ γε.
ΓΟΡ. 完全如此。
ΣΩ. τί οὖν; ὁ τὰ τεκτονικὰ μεμαθηκὼς τεκτονικός, ἢ οὔ;
ΣΩ. 那么,学过木工的人是木匠,还是不是?
ΓΟΡ. ναί.
ΓΟΡ. 是的。
ΣΩ. οὐκοῦν καὶ ὁ τὰ μουσικὰ μουσικός;
ΣΩ. 那么学过音乐的人是音乐家吗?
ΓΟΡ. ναί.
ΓΟΡ. 是的。
ΣΩ. καὶ ὁ τὰ ἰατρικὰ ἰατρικός;
ΣΩ. 学过医术的人是医生吗?
καὶ τἆλλα οὕτω κατὰ τὸν αὐτὸν λόγον, ὁ μεμαθηκὼς ἕκαστα τοιοῦτός ἐστιν οἷον ἡ ἐπιστήμη ἕκαστον ἀπεργάζεται;
其他事物以此类推,学过每种事物的人,是不是正如每种知识所造就的那样?
ΓΟΡ. πάνυ γε.
ΓΟΡ. 完全如此。
ΣΩ. οὐκοῦν κατὰ τοῦτον τὸν λόγον καὶ ὁ τὰ δίκαια μεμαθηκὼς δίκαιος;
ΣΩ. 那么根据这个道理,学过正义的人也是正义的人吗?
ΓΟΡ. πάντως δήπου.
ΓΟΡ. 当然如此。
ΣΩ. ὁ δὲ δίκαιος δίκαιά που πράττει.
ΣΩ. 而正义的人想必做正义的事。
ΓΟΡ. ναί.
ΓΟΡ. 是的。
ΣΩ. οὐκοῦν ἀνάγκη τὸν ῥητορικὸν δίκαιον εἶναι, τὸν δὲ δίκαιον βούλεσθαι δίκαια πράττειν;
ΣΩ. 那么,辩论家必须是正义的,而正义的人必然想要做正义的事吗?
ΓΟΡ. φαίνεταί γε.
ΓΟΡ. 似乎是这样。
ΣΩ. οὐδέποτε ἄρα βουλήσεται ὅ γε δίκαιος ἀδικεῖν.
ΣΩ. 那么,正义的人绝不会想要行不正义之事。
ΓΟΡ. ἀνάγκη.
ΓΟΡ. 必然如此。
ΣΩ. τὸν δὲ ῥητορικὸν ἀνάγκη ἐκ τοῦ λόγου δίκαιον εἶναι.
ΣΩ. 而根据上面的论点,辩论家必须是正义的。
ΓΟΡ. ναί.
ΓΟΡ. 是的。
ΣΩ. οὐδέποτε ἄρα βουλήσεται ὁ ῥητορικὸς ἀδικεῖν.
ΣΩ. 那么,辩论家绝不会想要行不正义之事。
ΓΟΡ. οὐ φαίνεταί γε.
ΓΟΡ. 似乎确实不会。
ΣΩ. μέμνησαι οὖν λέγων ὀλίγῳ πρότερον ὅτι οὐ δεῖ τοῖς παιδοτρίβαις ἐγκαλεῖν οὐδʼ ἐκβάλλειν ἐκ τῶν πόλεων, ἐὰν ὁ πύκτης τῇ πυκτικῇ χρῆταί τε καὶ ἀδίκως χρῆται καὶ ἀδικῇ, ὡσαύτως δὲ οὕτως καὶ ἐὰν ὁ ῥήτωρ τῇ ῥητορικῇ ἀδίκως χρῆται, μὴ τῷ διδάξαντι ἐγκαλεῖν μηδʼ ἐξελαύνειν ἐκ τῆς πόλεως, ἀλλὰ τῷ ἀδικοῦντι καὶ οὐκ ὀρθῶς χρωμένῳ τῇ ῥητορικῇ;
ΣΩ. 那么你还记得你不久前说过,如果不合格的拳击手使用了拳击术,并且不正当地使用它而行了不正义,不应该控告体育教师,也不应该把他们赶出城邦;同样地,如果辩论家不正当地使用修辞学,不应该控告传授者,也不应该把他驱逐出城邦,而应该去对付那个行不正义、没有正确使用修辞学的人?
ἐρρήθη ταῦτα ἢ οὔ;
这些话说过还是没说过?
ΓΟΡ. ἐρρήθη.
ΓΟΡ. 说过。
ΣΩ. νῦν δέ γε ὁ αὐτὸς οὗτος φαίνεται, ὁ ῥητορικός, οὐκ ἄν ποτε ἀδικήσας.
ΣΩ. 但是现在,这同一个辩论家似乎绝不会做出不正义的事。
ἢ οὔ;
是不是这样?
ΓΟΡ. φαίνεται.
ΓΟΡ. 似乎是这样。
ΣΩ. καὶ ἐν τοῖς πρώτοις γε, ὦ Γοργία, λόγοις ἐλέγετο ὅτι ἡ ῥητορικὴ περὶ λόγους εἴη οὐ τοὺς τοῦ ἀρτίου καὶ περιττοῦ, ἀλλὰ τοὺς τοῦ δικαίου καὶ ἀδίκου· ἦ γάρ;
ΣΩ. 而且,高尔吉亚,在最初的讨论中,曾说过修辞学是关于言辞的,不是关于奇偶数的,而是关于正义与非正义的,不是吗?
ΓΟΡ. ναί.
ΓΟΡ. 是的。
§461ΣΩ. ἐγὼ τοίνυν σου τότε ταῦτα λέγοντος ὑπέλαβον ὡς οὐδέποτʼ ἂν εἴη ἡ ῥητορικὴ ἄδικον πρᾶγμα, ὅ γʼ ἀεὶ περὶ δικαιοσύνης τοὺς λόγους ποιεῖται·
ΣΩ. 那么我当时听你这样说,便以为修辞学绝不会是一件不正义的事情,因为它总是关于正义进行论说。
ἐπειδὴ δὲ ὀλίγον ὕστερον ἔλεγες ὅτι ὁ ῥήτωρ τῇ ῥητορικῇ κἂν ἀδίκως χρῷτο, οὕτω θαυμάσας καὶ ἡγησάμενος οὐ συνᾴδειν τὰ λεγόμενα ἐκείνους εἶπον τοὺς λόγους, ὅτι εἰ μὲν κέρδος ἡγοῖο εἶναι τὸ ἐλέγχεσθαι ὥσπερ ἐγώ, ἄξιον εἴη διαλέγεσθαι, εἰ δὲ μή, ἐᾶν χαίρειν.
但是过了一会儿,你却说辩论家也会不正当地使用修辞学,我感到十分惊讶,并认为这些话不相协调,因此说了那些话,即如果你认为像我一样被反驳是一种利益,那么进行对话是值得的,否则就作罢。
ὕστερον δὲ ἡμῶν ἐπισκοπουμένων ὁρᾷς δὴ καὶ αὐτὸς ὅτι αὖ ὁμολογεῖται τὸν ῥητορικὸν ἀδύνατον εἶναι ἀδίκως χρῆσθαι τῇ ῥητορικῇ καὶ ἐθέλειν ἀδικεῖν.
但是后来,在我们进一步探讨时,你自己也看到了,双方再次同意,辩论家不可能不正当地使用修辞学,也不可能想要行不正义之事。
ταῦτα οὖν ὅπῃ ποτὲ ἔχει, μὰ τὸν κύνα, ὦ Γοργία, οὐκ ὀλίγης συνουσίας ἐστὶν ὥστε ἱκανῶς διασκέψασθαι.
高尔吉亚,凭狗起誓,这些事情究竟是怎么回事,绝不是一两次简短的会面就能充分研究清楚的。
ΠΩΛ. τί δέ, ὦ Σώκρατες;
ΠΩΛ. 苏格拉底,这是怎么回事?
οὕτω καὶ σὺ περὶ τῆς ῥητορικῆς δοξάζεις ὥσπερ νῦν λέγεις;
你对修辞学的看法真的像你现在说的这样吗?
ἢ οἴει—ὅτι Γοργίας ᾐσχύνθη σοι μὴ προσομολογῆσαι τὸν ῥητορικὸν ἄνδρα μὴ οὐχὶ καὶ τὰ δίκαια εἰδέναι καὶ τὰ καλὰ καὶ τὰ ἀγαθά, καὶ ἐὰν μὴ ἔλθῃ ταῦτα εἰδὼς παρʼ αὐτόν, αὐτὸς διδάξειν, ἔπειτα ἐκ ταύτης ἴσως τῆς ὁμολογίας ἐναντίον τι συνέβη ἐν τοῖς λόγοις—τοῦτο ὃ δὴ ἀγαπᾷς, αὐτὸς ἀγαγὼν ἐπὶ τοιαῦτα ἐρωτήματα—ἐπεὶ τίνα οἴει ἀπαρνήσεσθαι μὴ οὐχὶ καὶ αὐτὸν ἐπίστασθαι τὰ δίκαια καὶ ἄλλους διδάξειν;
还是你认为——因为高尔吉亚羞于不向你承认辩论家不知道正义、美和善的事情,并承认如果来学者不知道,他自己会教他,然后也许正是由于这个承认,在讨论中才产生了一些矛盾——这是你所喜闻乐见的,因为是你自己把问题引向这方面的? 因为你以为有谁会否认自己既懂得正义又会教导别人呢?
—ἀλλʼ εἰς τὰ τοιαῦτα ἄγειν πολλὴ ἀγροικία ἐστὶν τοὺς λόγους.
把讨论引向这种事情上,真是太粗俗了。
ΣΩ. ὦ κάλλιστε Πῶλε, ἀλλά τοι ἐξεπίτηδες κτώμεθα ἑταίρους καὶ ὑεῖς, ἵνα ἐπειδὰν αὐτοὶ πρεσβύτεροι γενόμενοι σφαλλώμεθα, παρόντες ὑμεῖς οἱ νεώτεροι ἐπανορθῶτε ἡμῶν τὸν βίον καὶ ἐν ἔργοις καὶ ἐν λόγοις.
ΣΩ. 优秀的波洛斯,我们之所以特意结交朋友,生养儿子,正是为了在我们年老犯错时,你们这些年轻人能在一旁纠正我们行动和言论上的生活。
καὶ νῦν εἴ τι ἐγὼ καὶ Γοργίας ἐν τοῖς λόγοις σφαλλόμεθα, σὺ παρὼν ἐπανόρθου— δίκαιος δʼ εἶ—καὶ ἐγὼ ἐθέλω τῶν ὡμολογημένων εἴ τί σοι δοκεῖ μὴ καλῶς ὡμολογῆσθαι, ἀναθέσθαι ὅτι ἂν σὺ βούλῃ, ἐάν μοι ἓν μόνον φυλάττῃς.
而现在,如果我和高尔吉亚在言论中犯了错,请你在旁予以纠正——这是你应当做的。 而如果你认为在已经达成一致的事项中,有什么地方达成得不够妥当,只要你为我遵守一件事,我愿意重新撤回你想要的任何内容。
ΠΩΛ. τί τοῦτο λέγεις;
ΠΩΛ. 你这话是什么意思?
ΣΩ. τὴν μακρολογίαν, ὦ Πῶλε, ἢν καθέρξῃς, ᾗ τὸ πρῶτον ἐπεχείρησας χρῆσθαι.
ΣΩ. 波洛斯,如果你能克制你的长篇大论,也就是你一开始企图使用的那种方式。
ΠΩΛ. τί δέ;
ΠΩΛ. 怎么?
οὐκ ἐξέσται μοι λέγειν ὁπόσα ἂν βούλωμαι;
难道我不被允许想说多少就说多少吗?
ΣΩ. δεινὰ μεντἂν πάθοις, ὦ βέλτιστε, εἰ Ἀθήναζε ἀφικόμενος, οὗ τῆς Ἑλλάδος πλείστη ἐστὶν ἐξουσία τοῦ λέγειν, ἔπειτα σὺ ἐνταῦθα τούτου μόνος ἀτυχήσαις.
ΣΩ. 亲爱的好友,如果你来到希腊言论最自由的雅典,却唯独你一个人在这里无法享受这种权利,那你的遭遇可就太惨了。

词汇与语法注释

  1. 460aἐὰν τύχῃ μὴ εἰδώς — 动词 τυγχάνω 搭配分词(此处的 εἰδώς)的用法,意为“如果他碰巧不知道/处于不知道的状态”。
  2. 461bμὴ οὐχὶ καὶ τὰ δίκαια εἰδέναι — 在表示否定或羞耻的动词(此处为 ᾐσχύνθη“感到羞耻”)后,搭配不定式的双重否定 μὴ οὐ(μὴ οὐχί)结构。表示“耻于不承认自己也知道正义的事”(即耻于承认自己不知道)。
  3. 461dἀναθέσθαι — 比喻源自棋类游戏中的“退回一步/悔棋”,在此处用于指“撤回”或“取消”在论证中已经达成一致的同意或前设。

引用这一段

柏拉图, 高尔吉亚篇 §460-461. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:460-461

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。