§459ΣΩ. οὐκοῦν περὶ πάντων ὥστʼ ἐν ὄχλῳ πιθανὸν εἶναι, οὐ διδάσκοντα ἀλλὰ πείθοντα;
ΣΩ. 那么,是为了在群众中对一切事物都有说服力,不是通过教导,而是通过说服吗?
ΓΟΡ. πάνυ μὲν οὖν.
ΓΟΡ. 正是如此。
ΣΩ. ἔλεγές τοι νυνδὴ ὅτι καὶ περὶ τοῦ ὑγιεινοῦ τοῦ ἰατροῦ πιθανώτερος ἔσται ὁ ῥήτωρ.
ΣΩ. 你刚才确实说过,即使关于健康的事物,辩论家也比医生更有说服力。
ΓΟΡ. καὶ γὰρ ἔλεγον, ἔν γε ὄχλῳ.
ΓΟΡ. 是的,我确实说过,至少在群众中是这样。
ΣΩ. οὐκοῦν τὸ ἐν ὄχλῳ τοῦτό ἐστιν, ἐν τοῖς μὴ εἰδόσιν;
ΣΩ. 那么,这个‘在群众中’指的是在那些不知道的人当中吧?
οὐ γὰρ δήπου ἔν γε τοῖς εἰδόσι τοῦ ἰατροῦ πιθανώτερος ἔσται.
因为在那些知道的人当中,他绝不会比医生更有说服力。
ΓΟΡ. ἀληθῆ λέγεις.
ΓΟΡ. 你说得对。
ΣΩ. οὐκοῦν εἴπερ τοῦ ἰατροῦ πιθανώτερος ἔσται, τοῦ εἰδότος πιθανώτερος γίγνεται;
ΣΩ. 那么,如果他确实比医生更有说服力,他岂不就比知道的人更有说服力了?
ΓΟΡ. πάνυ γε.
ΓΟΡ. 完全是这样。
ΣΩ. οὐκ ἰατρός γε ὤν· ἦ γάρ;
ΣΩ. 而他自己并不是医生,对吧?
ΓΟΡ. ναί.
ΓΟΡ. 是的。
ΣΩ. ὁ δὲ μὴ ἰατρός γε δήπου ἀνεπιστήμων ὧν ὁ ἰατρὸς ἐπιστήμων.
ΣΩ. 而毫无疑问,非医生对于医生所精通的事情是无知的。
ΓΟΡ. δῆλον ὅτι.
ΓΟΡ. 显然如此。
ΣΩ. ὁ οὐκ εἰδὼς ἄρα τοῦ εἰδότος ἐν οὐκ εἰδόσι πιθανώτερος ἔσται, ὅταν ὁ ῥήτωρ τοῦ ἰατροῦ πιθανώτερος ᾖ.
ΣΩ. 那么,当辩论家比医生更有说服力时,在不知者当中,不知者就比知道者更有说服力了。
τοῦτο συμβαίνει ἢ ἄλλο τι;
结果是这样,还是别的什么?
ΓΟΡ. τοῦτο ἐνταῦθά γε συμβαίνει.
ΓΟΡ. 在这个情况下,确实是这样。
ΣΩ. οὐκοῦν καὶ περὶ τὰς ἄλλας ἁπάσας τέχνας ὡσαύτως ἔχει ὁ ῥήτωρ καὶ ἡ ῥητορική·
ΣΩ. 那么,对于所有其他技艺,辩论家和修辞学的情况也是如此吗?
αὐτὰ μὲν τὰ πράγματα οὐδὲν δεῖ αὐτὴν εἰδέναι ὅπως ἔχει, μηχανὴν δέ τινα πειθοῦς ηὑρηκέναι ὥστε φαίνεσθαι τοῖς οὐκ εἰδόσι μᾶλλον εἰδέναι τῶν εἰδότων.
它完全不需要知道事情本身究竟如何,而只需要发现某种说服的窍门,好让它在不知者眼里显得比知道者知道得更多。
ΓΟΡ. οὐκοῦν πολλὴ ῥᾳστώνη, ὦ Σώκρατες, γίγνεται, μὴ μαθόντα τὰς ἄλλας τέχνας ἀλλὰ μίαν ταύτην, μηδὲν ἐλαττοῦσθαι τῶν δημιουργῶν;
ΓΟΡ. 那么,苏格拉底,不学其他技艺而只学这一种,却在工匠面前毫不逊色,这岂不是极大的便宜吗?
ΣΩ. εἰ μὲν ἐλαττοῦται ἢ μὴ ἐλαττοῦται ὁ ῥήτωρ τῶν ἄλλων διὰ τὸ οὕτως ἔχειν, αὐτίκα ἐπισκεψόμεθα, ἐάν τι ἡμῖν πρὸς λόγου ᾖ·
ΣΩ. 辩论家因为处于这种状态,在面对他人时究竟是处于劣势还是不处于劣势,如果对我们的讨论有用,我们待会儿再考察;但现在让我们先考察这一点:是否辩论家在面对正义与非正义、丑与美、善与恶时,也正像他面对健康和其它技艺所针对的事物一样?
νῦν δὲ τόδε πρότερον σκεψώμεθα, ἆρα τυγχάνει περὶ τὸ δίκαιον καὶ τὸ ἄδικον καὶ τὸ αἰσχρὸν καὶ τὸ καλὸν καὶ ἀγαθὸν καὶ κακὸν οὕτως ἔχων ὁ ῥητορικὸς ὡς περὶ τὸ ὑγιεινὸν καὶ περὶ τὰ ἄλλα ὧν αἱ ἄλλαι τέχναι, αὐτὰ μὲν οὐκ εἰδώς, τί ἀγαθὸν ἢ τί κακόν ἐστιν ἢ τί καλὸν ἢ τί αἰσχρὸν ἢ δίκαιον ἢ ἄδικον, πειθὼ δὲ περὶ αὐτῶν μεμηχανημένος ὥστε δοκεῖν εἰδέναι οὐκ εἰδὼς ἐν οὐκ εἰδόσιν μᾶλλον τοῦ εἰδότος;
也就是说,他自己并不知道这些事情本身——什么是善,什么是恶,什么是美,什么是丑,什么是正义,什么是非正义——而只是对这些事情设计出了一种说服方式,使得他在不知者当中,在自己不知道的情况下,反而显得比知道的人更知道?
ἢ ἀνάγκη εἰδέναι, καὶ δεῖ προεπιστάμενον ταῦτα ἀφικέσθαι παρὰ σὲ τὸν μέλλοντα μαθήσεσθαι τὴν ῥητορικήν;
或者说,必须知道这些,而那个将要学习修辞学的人,必须事先知道这些事情才能到你这里来?
εἰ δὲ μή, σὺ ὁ τῆς ῥητορικῆς διδάσκαλος τούτων μὲν οὐδὲν διδάξεις τὸν ἀφικνούμενον—οὐ γὰρ σὸν ἔργον —ποιήσεις δʼ ἐν τοῖς πολλοῖς δοκεῖν εἰδέναι αὐτὸν τὰ τοιαῦτα οὐκ εἰδότα καὶ δοκεῖν ἀγαθὸν εἶναι οὐκ ὄντα;
或者如果不是这样,你作为修辞学的教师,将不教给来学者任何这些东西——因为这不是你的职责——但你会让他在大众面前显得知道这些事情(即使他并不知道),并显得是个善人(即使他并不是)?
ἢ τὸ παράπαν οὐχ οἷός τε ἔσῃ αὐτὸν διδάξαι τὴν ῥητορικήν, ἐὰν μὴ προειδῇ περὶ τούτων τὴν ἀλήθειαν;
或者,如果他事先不知道关于这些事情的真理,你根本就无法教他修辞学?
ἢ πῶς τὰ τοιαῦτα ἔχει, ὦ Γοργία;
还是说,这些事情究竟是怎么回事,高尔吉亚?
καὶ πρὸς Διός, ὥσπερ ἄρτι εἶπες, ἀποκαλύψας τῆς ῥητορικῆς εἰπὲ τίς ποθʼ ἡ δύναμίς ἐστιν.
凭宙斯起誓,就像你刚才说的那样,揭开修辞学的面纱,告诉我们它的力量到底是什么。