Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §462-463

将修辞学界定为谄媚而非技术

第 12 段,共 53 段 · 希腊语

内容简介

苏格拉底与波洛斯展开对话,苏格拉底将修辞学定义为一种类似于烹饪术的“熟练”,而非技术,并指出其本质上属于“谄媚”的一部分。

§462ΣΩ. ἀλλὰ ἀντίθες τοι· σοῦ μακρὰ λέγοντος καὶ μὴ ἐθέλοντος τὸ ἐρωτώμενον ἀποκρίνεσθαι, οὐ δεινὰ ἂν αὖ ἐγὼ πάθοιμι, εἰ μὴ ἐξέσται μοι ἀπιέναι καὶ μὴ ἀκούειν σου;
ΣΩ. 但你想想看:如果你长篇大论,不愿回答所提的问题,如果我没有离开而不听你说话的自由,那我不也同样会遭遇悲惨吗?
ἀλλʼ εἴ τι κήδῃ τοῦ λόγου τοῦ εἰρημένου καὶ ἐπανορθώσασθαι αὐτὸν βούλει, ὥσπερ νυνδὴ ἔλεγον, ἀναθέμενος ὅτι σοι δοκεῖ, ἐν τῷ μέρει ἐρωτῶν τε καὶ ἐρωτώμενος, ὥσπερ ἐγώ τε καὶ Γοργίας, ἔλεγχέ τε καὶ ἐλέγχου.
但是,如果你对刚才说过的讨论有半点在乎,并且想要纠正它,就像我刚才说的那样,撤回任何你认为不妥的内容,像我和高尔吉亚那样轮流提问和回答,去反驳并且被反驳。
φῂς γὰρ δήπου καὶ σὺ ἐπίστασθαι ἅπερ Γοργίας· ἢ οὔ;
因为想必你也主张自己懂得高尔吉亚所懂得的那些事物,不是吗?
ΠΩΛ. ἔγωγε.
ΠΩΛ. 的确如此。
ΣΩ. οὐκοῦν καὶ σὺ κελεύεις σαυτὸν ἐρωτᾶν ἑκάστοτε ὅτι ἄν τις βούληται, ὡς ἐπιστάμενος ἀποκρίνεσθαι;
ΣΩ. 那么,你也要求自己每次在任何人愿意时接受提问,因为你懂得如何回答?
ΠΩΛ. πάνυ μὲν οὖν.
ΠΩΛ. 完全如此。
ΣΩ. καὶ νῦν δὴ τούτων ὁπότερον βούλει ποίει, ἐρώτα ἢ ἀποκρίνου.
ΣΩ. 那么现在,这两者中你愿意做哪一个就做哪一个:提问或者回答。
ΠΩΛ. ἀλλὰ ποιήσω ταῦτα.
ΠΩΛ. 那我就这样做。
καί μοι ἀπόκριναι, ὦ Σώκρατες· ἐπειδὴ Γοργίας ἀπορεῖν σοι δοκεῖ περὶ τῆς ῥητορικῆς, σὺ αὐτὴν τίνα φῂς εἶναι;
苏格拉底,请回答我:既然高尔吉亚在你看来对修辞学感到困惑,那么你自己说它是什么?
ΣΩ. ἆρα ἐρωτᾷς ἥντινα τέχνην φημὶ εἶναι;
ΣΩ. 你是在问我认为它是什么技术吗?
ΠΩΛ. ἔγωγε.
ΠΩΛ. 正是。
ΣΩ. οὐδεμία ἔμοιγε δοκεῖ, ὦ Πῶλε, ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι.
ΣΩ. 波洛斯,在我看来它根本不是任何技术,如果要对你说明真相的话。
ΠΩΛ. ἀλλὰ τί σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι;
ΠΩΛ. 那么在你看来修辞学是什么?
ΣΩ. πρᾶγμα ὃ φῂς σὺ ποιῆσαι τέχνην ἐν τῷ συγγράμματι ὃ ἐγὼ ἔναγχος ἀνέγνων.
ΣΩ. 就是你声称在你的著作中—— 我最近读过的那部——使之成为技术的那件事物。
ΠΩΛ. τί τοῦτο λέγεις;
ΠΩΛ. 你这话是什么意思?
ΣΩ. ἐμπειρίαν ἔγωγέ τινα.
ΣΩ. 某种熟练(经验)。
ΠΩΛ. ἐμπειρία ἄρα σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι;
ΠΩΛ. 那么在你看来,修辞学是某种熟练吗?
ΣΩ. ἔμοιγε, εἰ μή τι σὺ ἄλλο λέγεις.
ΣΩ. 在我看来是的,除非你另有说法。
ΠΩΛ. τίνος ἐμπειρία;
ΠΩΛ. 是关于什么的熟练?
ΣΩ. χάριτός τινος καὶ ἡδονῆς ἀπεργασίας.
ΣΩ. 产生某种取悦和快乐的熟练。
ΠΩΛ. οὐκοῦν καλόν σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι, χαρίζεσθαι οἷόν τε εἶναι ἀνθρώποις;
ΠΩΛ. 那么在你看来,修辞学是美好的,因为能够取悦于人?
ΣΩ. τί δέ, ὦ Πῶλε;
ΣΩ. 波洛斯,这是怎么回事?
ἤδη πέπυσαι παρʼ ἐμοῦ ὅτι φημὶ αὐτὴν εἶναι, ὥστε τὸ μετὰ τοῦτο ἐρωτᾷς εἰ οὐ καλή μοι δοκεῖ εἶναι;
你已经从我这里得知我认为它是什么了吗? 以至于在此之后你要问我是不是觉得它不美?
ΠΩΛ. οὐ γὰρ πέπυσμαι ὅτι ἐμπειρίαν τινὰ αὐτὴν φῂς εἶναι;
ΠΩΛ. 难道我没有得知你称它是某种熟练吗?
ΣΩ. βούλει οὖν, ἐπειδὴ τιμᾷς τὸ χαρίζεσθαι, σμικρόν τί μοι χαρίσασθαι;
ΣΩ. 那么,既然你推崇取悦,你愿意稍微取悦我一下吗?
ΠΩΛ. ἔγωγε.
ΠΩΛ. 愿意。
ΣΩ. ἐροῦ νῦν με, ὀψοποιία ἥτις μοι δοκεῖ τέχνη εἶναι.
ΣΩ. 那么现在请问我,烹饪术在我看来是什么技术。
ΠΩΛ. ἐρωτῶ δή, τίς τέχνη ὀψοποιία;
ΠΩΛ. 那我问了:烹饪术是什么技术?
ΣΩ. οὐδεμία, ὦ Πῶλε.
ΣΩ. 根本不是,波洛斯。
ΠΩΛ. ἀλλὰ τί;
ΠΩΛ. 那是什么?
φάθι.
说吧。
ΣΩ. φημὶ δή, ἐμπειρία τις.
ΣΩ. 我说是某种熟练。
ΠΩΛ. τίς;
ΠΩΛ. 是关于什么的?
φάθι.
说吧。
ΣΩ. φημὶ δή, χάριτος καὶ ἡδονῆς ἀπεργασίας, ὦ Πῶλε.
ΣΩ. 我说是产生取悦和快乐的熟练,波洛斯。
ΠΩΛ. ταὐτὸν ἄρʼ ἐστὶν ὀψοποιία καὶ ῥητορική;
ΠΩΛ. 那么烹饪术和修辞学是同一样东西吗?
ΣΩ. οὐδαμῶς γε, ἀλλὰ τῆς αὐτῆς μὲν ἐπιτηδεύσεως μόριον.
ΣΩ. 绝非如此,而是同一种行当的一部分。
ΠΩΛ. τίνος λέγεις ταύτης;
ΠΩΛ. 你说的这种行当是什么?
§463ΣΩ. μὴ ἀγροικότερον ᾖ τὸ ἀληθὲς εἰπεῖν· ὀκνῶ γὰρ Γοργίου ἕνεκα λέγειν, μὴ οἴηταί με διακωμῳδεῖν τὸ ἑαυτοῦ ἐπιτήδευμα.
ΣΩ. 说出真话可能显得有点粗俗;因为我顾及高尔吉亚,生怕他以为我在嘲弄他的行当。
ἐγὼ δέ, εἰ μὲν τοῦτό ἐστιν ἡ ῥητορικὴ ἣν Γοργίας ἐπιτηδεύει, οὐκ οἶδα—καὶ γὰρ ἄρτι ἐκ τοῦ λόγου οὐδὲν ἡμῖν καταφανὲς ἐγένετο τί ποτε οὗτος ἡγεῖται—ὃ δʼ ἐγὼ καλῶ τὴν ῥητορικήν, πράγματός τινός ἐστι μόριον οὐδενὸς τῶν καλῶν.
但是对我来说,高尔吉亚所从事的如果就是这种修辞学,我不知道——因为刚才从讨论中我们完全没弄清楚他究竟认为它是什么——但我所说的修辞学,只是某个绝不属于美好事物的事物的一部分。
ΓΟΡ. τίνος, ὦ Σώκρατες;
ΓΟΡ. 是什么事物的一部分,苏格拉底?
εἰπέ· μηδὲν ἐμὲ αἰσχυνθῇς.
说吧,完全不用顾虑我。
ΣΩ. δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναί τι ἐπιτήδευμα τεχνικὸν μὲν οὔ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις·
ΣΩ. 高尔吉亚,在我看来,它是一种行当,虽不是技术,却属于一个善于揣摩、勇敢且天生擅长与人交往的灵魂。
καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον κολακείαν.
我称其总和为谄媚(逢迎)。
ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ἡ ὀψοποιική·
在我看来,这种行当有许多不同的部分,其中之一就是烹饪术。
ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δὲ ὁ ἐμὸς λόγος, οὐκ ἔστιν τέχνη ἀλλʼ ἐμπειρία καὶ τριβή.
这看起来像是技术,但在我看来,它不是技术,而是熟练和惯性(经验)。
ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικήν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσιν πράγμασιν.
而我把修辞学也称为这种行当的一部分,还有美容术和诡辩术,这四个部分对应于四个事物。
εἰ οὖν βούλεται πῶλος πυνθάνεσθαι, πυνθανέσθω· οὐ γάρ πω πέπυσται ὁποῖόν φημι ἐγὼ τῆς κολακείας μόριον εἶναι τὴν ῥητορικήν, ἀλλʼ αὐτὸν λέληθα οὔπω ἀποκεκριμένος, ὁ δὲ ἐπανερωτᾷ εἰ οὐ καλὸν ἡγοῦμαι εἶναι.
所以,如果波洛斯想要探究,就让他探究吧;因为他还没有得知我所说的修辞学是谄媚的哪一部分,但他自己并没注意到我还没有回答,却又折回来问我是不是觉得它不美。
ἐγὼ δὲ αὐτῷ οὐκ ἀποκρινοῦμαι πρότερον εἴτε καλὸν εἴτε αἰσχρὸν ἡγοῦμαι εἶναι τὴν ῥητορικὴν πρὶν ἂν πρῶτον ἀποκρίνωμαι ὅτι ἐστίν.
但是,在首先回答它是什么之前,我不会先回答他我认为修辞学是美还是丑。
οὐ γὰρ δίκαιον, ὦ Πῶλε· ἀλλʼ εἴπερ βούλει πυθέσθαι, ἐρώτα ὁποῖον μόριον τῆς κολακείας φημὶ εἶναι τὴν ῥητορικήν.
因为这不公正,波洛斯;但如果你真的想得知,就请问我所说的修辞学是谄媚的哪一部分。
ΠΩΛ. ἐρωτῶ δή, καὶ ἀπόκριναι ὁποῖον μόριον.
ΠΩΛ. 那我问了,请回答是哪一部分。
ΣΩ. ἆρʼ οὖν ἂν μάθοις ἀποκριναμένου;
ΣΩ. 那么,如果我回答了,你能明白吗?
ἔστιν γὰρ ἡ ῥητορικὴ κατὰ τὸν ἐμὸν λόγον πολιτικῆς μορίου εἴδωλον.
根据我的看法,修辞学是政治学一部分的幻影(影像)。
ΠΩΛ. τί οὖν;
ΠΩΛ. 那么?
καλὸν ἢ αἰσχρὸν λέγεις αὐτὴν εἶναι;
你说它是美还是丑?
ΣΩ. αἰσχρὸν ἔγωγε—τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ—ἐπειδὴ δεῖ σοι ἀποκρίνασθαι ὡς ἤδη εἰδότι ἃ ἐγὼ λέγω.
ΣΩ. 我说是丑的——因为我把坏的东西称为丑——既然必须对你进行回答,就当你已经懂得我所说的话。
ΓΟΡ. μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλʼ ἐγὼ οὐδὲ αὐτὸς συνίημι ὅτι λέγεις.
ΓΟΡ. 凭宙斯起誓,苏格拉底,我自己也不明白你是什么意思。
ΣΩ. εἰκότως γε, ὦ Γοργία· οὐδὲν γάρ πω σαφὲς λέγω, πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξύς.
ΣΩ. 理所当然,高尔吉亚;因为我还没说出任何明白的话,而这边的波洛斯还年轻而敏锐。
ΓΟΡ. ἀλλὰ τοῦτον μὲν ἔα, ἐμοὶ δʼ εἰπὲ πῶς λέγεις πολιτικῆς μορίου εἴδωλον εἶναι τὴν ῥητορικήν.
ΓΟΡ. 那就别管他了,请告诉我,你怎么说修辞学是政治学一部分的幻影。

词汇与语法注释

  1. 462aὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι — 带有关系代词(或连接词) ὡς 的不定式绝对用法,构成插入语,意为“对你说明真相的话”。
  2. 462cὃ φῂς σὺ ποιῆσαι τέχνην — 关系代词 ὃ 是 ποιῆσαι 的宾语。在此带对格的不定式结构中,σύ 是不定式的主语,τέχνην 作宾语补足语,构成“你声称已将其制作为技术的那个事物”。
  3. 463aψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις — 修饰名词 ἐπιτήδευμα(行当)的说明性属格。其后的不定式 προσομιλεῖν 是限定不定式(说明性不定式),修饰形容词 δεινῆς,意为“擅长与人交往”。
  4. 463cαὐτὸν λέληθα οὔπω ἀποκεκριμένος — 动词 λανθάνω(此处为 λέληθα)与分词(ἀποκεκριμένος)结合的惯用结构,意为“我自己尚未回答这一事实瞒过了他”,即他自己没有注意到苏格拉底还没有回答。

引用这一段

柏拉图, 高尔吉亚篇 §462-463. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:462-463

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。