Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §457-458

修辞学被滥用的责任与探求真理的对话态度

第 9 段,共 53 段 · 希腊语

内容简介

高尔吉亚主张修辞学本身并非邪恶,责任在于不正当使用它的人;苏格拉底在指出高尔吉亚观点的矛盾之前,确认讨论的目的是共同探求真理,从而继续对话。

§457ΓΟΡ. οὔκουν οἱ διδάξαντες πονηροί, οὐδὲ ἡ τέχνη οὔτε αἰτία οὔτε πονηρὰ τούτου ἕνεκά ἐστιν, ἀλλʼ οἱ μὴ χρώμενοι οἶμαι ὀρθῶς.
ΓΟΡ. 因此,那些教导的人并不邪恶,技艺本身也不因此而受到指责或变得邪恶,相反,我认为,是那些没有正确使用它的人不义。
ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τῆς ῥητορικῆς.
这同样的道理也适用于修辞学。
δυνατὸς μὲν γὰρ πρὸς ἅπαντάς ἐστιν ὁ ῥήτωρ καὶ περὶ παντὸς λέγειν, ὥστε πιθανώτερος εἶναι ἐν τοῖς πλήθεσιν ἔμβραχυ περὶ ὅτου ἂν βούληται· ἀλλʼ οὐδέν τι μᾶλλον τούτου ἕνεκα δεῖ οὔτε τοὺς ἰατροὺς τὴν δόξαν ἀφαιρεῖσθαι— ὅτι δύναιτο ἂν τοῦτο ποιῆσαι—οὔτε τοὺς ἄλλους δημιουργούς, ἀλλὰ δικαίως καὶ τῇ ῥητορικῇ χρῆσθαι, ὥσπερ καὶ τῇ ἀγωνίᾳ.
因为辩论家有能力针对所有人并就一切事物进行宣讲,从而在群众中,简而言之,对于任何他想要的事情都更有说服力;但不能因为这个原因,他就更应该去剥夺医生的名声——只因为他能够做到这一点——也不能剥夺其他工匠的名声,而必须正当地使用修辞学,就像对待竞技技术一样。
ἐὰν δὲ οἶμαι ῥητορικὸς γενόμενός τις κᾆτα ταύτῃ τῇ δυνάμει καὶ τῇ τέχνῃ ἀδικῇ, οὐ τὸν διδάξαντα δεῖ μισεῖν τε καὶ ἐκβάλλειν ἐκ τῶν πόλεων.
但是,我认为,如果有人在成为辩论家之后,用这种力量和技艺来作恶,不应该去憎恨和把教师逐出城邦。
ἐκεῖνος μὲν γὰρ ἐπὶ δικαίου χρείᾳ παρέδωκεν, ὁ δʼ ἐναντίως χρῆται.
因为那个人传授它是为了正当的使用,而他却反其道而行之。
τὸν οὖν οὐκ ὀρθῶς χρώμενον μισεῖν δίκαιον καὶ ἐκβάλλειν καὶ ἀποκτεινύναι ἀλλʼ οὐ τὸν διδάξαντα.
因此,憎恨、驱逐并处死那些没有正确使用它的人是正当的,而不是教师。
ΣΩ. οἶμαι, ὦ Γοργία, καὶ σὲ ἔμπειρον εἶναι πολλῶν λόγων καὶ καθεωρακέναι ἐν αὐτοῖς τὸ τοιόνδε, ὅτι οὐ ῥᾳδίως δύνανται περὶ ὧν ἂν ἐπιχειρήσωσιν διαλέγεσθαι διορισάμενοι πρὸς ἀλλήλους καὶ μαθόντες καὶ διδάξαντες ἑαυτούς, οὕτω διαλύεσθαι τὰς συνουσίας, ἀλλʼ ἐὰν περί του ἀμφισβητήσωσιν καὶ μὴ φῇ ὁ ἕτερος τὸν ἕτερον ὀρθῶς λέγειν ἢ μὴ σαφῶς, χαλεπαίνουσί τε καὶ κατὰ φθόνον οἴονται τὸν ἑαυτῶν λέγειν, φιλονικοῦντας ἀλλʼ οὐ ζητοῦντας τὸ προκείμενον ἐν τῷ λόγῳ· καὶ ἔνιοί γε τελευτῶντες αἴσχιστα ἀπαλλάττονται, λοιδορηθέντες τε καὶ εἰπόντες καὶ ἀκούσαντες περὶ σφῶν αὐτῶν τοιαῦτα οἷα καὶ τοὺς παρόντας ἄχθεσθαι ὑπὲρ σφῶν αὐτῶν, ὅτι τοιούτων ἀνθρώπων ἠξίωσαν ἀκροαταὶ γενέσθαι.
ΣΩ. 高尔吉亚,我认为你也经历过许多讨论,并且在其中观察到了这样的情况:人们不容易就他们企图讨论的任何事情相互界定清楚、互相学习和教导,从而圆满地散会;相反,如果他们对某事产生争议,一指责另一方说得不对或不清楚,他们就会生气,认为对方是出于嫉妒而说话,争胜好强而不是在讨论中寻找提出的课题;有些人甚至在最后以最耻辱的方式不欢而散,互相辱骂,说出并听到关于他们自己的这些话,以至于在场的人都为他们自己感到恼火,因为他们竟然愿意成为这些人的听众。
τοῦ δὴ ἕνεκα λέγω ταῦτα;
我到底为什么要说这些呢?
ὅτι νῦν ἐμοὶ δοκεῖς σὺ οὐ πάνυ ἀκόλουθα λέγειν οὐδὲ σύμφωνα οἷς τὸ πρῶτον ἔλεγες περὶ τῆς ῥητορικῆς· φοβοῦμαι οὖν διελέγχειν σε, μή με ὑπολάβῃς οὐ πρὸς τὸ πρᾶγμα φιλονικοῦντα λέγειν τοῦ καταφανὲς γενέσθαι, ἀλλὰ πρὸς σέ.
因为现在你对我说的事情,似乎与你起初关于修辞学所说的并不完全一致,也不和谐;因此我害怕反驳你,唯恐你误以为我说话不是为了使事情显明而争论,而是针对你。
§458ΣΩ. ἐγὼ οὖν, εἰ μὲν καὶ σὺ εἶ τῶν ἀνθρώπων ὧνπερ καὶ ἐγώ, ἡδέως ἄν σε διερωτῴην· εἰ δὲ μή, ἐῴην ἄν.
ΣΩ. 因此,如果你也是我这样的人,我乐意继续向你提问;如果不是,我就作罢。
ἐγὼ δὲ τίνων εἰμί;
而我是哪种人呢?
τῶν ἡδέως μὲν ἂν ἐλεγχθέντων εἴ τι μὴ ἀληθὲς λέγω, ἡδέως δʼ ἂν ἐλεγξάντων εἴ τίς τι μὴ ἀληθὲς λέγοι, οὐκ ἀηδέστερον μεντἂν ἐλεγχθέντων ἢ ἐλεγξάντων· μεῖζον γὰρ αὐτὸ ἀγαθὸν ἡγοῦμαι, ὅσῳπερ μεῖζον ἀγαθόν ἐστιν αὐτὸν ἀπαλλαγῆναι κακοῦ τοῦ μεγίστου ἢ ἄλλον ἀπαλλάξαι.
是那种如果我说错了什么话,乐意被反驳,如果别人说错了什么话,乐意去反驳的人,而且被反驳并不比去反驳更不乐意;因为我认为这是一件更大的好事,就像自己从最大的邪恶中解脱出来,比让别人解脱是一件更大的好事一样。
οὐδὲν γὰρ οἶμαι τοσοῦτον κακὸν εἶναι ἀνθρώπῳ, ὅσον δόξα ψευδὴς περὶ ὧν τυγχάνει νῦν ἡμῖν ὁ λόγος ὤν.
因为我认为,对于人类来说,没有什么邪恶能像关于我们现在正讨论的这些事情的错误信念那样大。
εἰ μὲν οὖν καὶ σὺ φῂς τοιοῦτος εἶναι, διαλεγώμεθα· εἰ δὲ καὶ δοκεῖ χρῆναι ἐᾶν, ἐῶμεν ἤδη χαίρειν καὶ διαλύωμεν τὸν λόγον.
因此,如果你也声称自己是这样的人,我们就讨论吧;但如果认为应该作罢,我们现在就让它过去,结束讨论。
ΓΟΡ. ἀλλὰ φημὶ μὲν ἔγωγε, ὦ Σώκρατες, καὶ αὐτὸς τοιοῦτος εἶναι οἷον σὺ ὑφηγῇ· ἴσως μέντοι χρῆν ἐννοεῖν καὶ τὸ τῶν παρόντων.
ΓΟΡ. 但是,苏格拉底,我确实声称自己也是你所描述的那种人;然而,也许我们也应该考虑在场的人。
πάλαι γάρ τοι, πρὶν καὶ ὑμᾶς ἐλθεῖν, ἐγὼ τοῖς παροῦσι πολλὰ ἐπεδειξάμην, καὶ νῦν ἴσως πόρρω ἀποτενοῦμεν, ἢν διαλεγώμεθα.
因为确实,在你们来之前,我已经给在场的人做了许多演示,如果现在我们继续讨论,也许会拖得太长。
σκοπεῖν οὖν χρὴ καὶ τὸ τούτων, μή τινας αὐτῶν κατέχομεν βουλομένους τι καὶ ἄλλο πράττειν.
因此,我们也必须考虑他们的利益,唯恐我们耽误了他们中一些想做其他事情的人。
ΧΑΙ. τοῦ μὲν θορύβου, ὦ Γοργία τε καὶ Σώκρατες, αὐτοὶ ἀκούετε τούτων τῶν ἀνδρῶν βουλομένων ἀκούειν ἐάν τι λέγητε· ἐμοὶ δʼ οὖν καὶ αὐτῷ μὴ γένοιτο τοσαύτη ἀσχολία, ὥστε τοιούτων λόγων καὶ οὕτω λεγομένων ἀφεμένῳ προὐργιαίτερόν τι γενέσθαι ἄλλο πράττειν.
ΧΑΙ. 高尔吉亚,苏格拉底,你们自己也听到了这些人的喧哗,如果你们说些什么,他们是多么想听;至于我自己,无论如何,愿我永远不要有那么多忙碌的事,以至于把这种方式进行的如此讨论搁置一旁,去干别的事反而成了更优先的事。
ΚΑΛ. νὴ τοὺς θεούς, ὦ Χαιρεφῶν, καὶ μὲν δὴ καὶ αὐτὸς πολλοῖς ἤδη λόγοις παραγενόμενος οὐκ οἶδʼ εἰ πώποτε ἥσθην οὕτως ὥσπερ νυνί· ὥστʼ ἔμοιγε, κἂν τὴν ἡμέραν ὅλην ἐθέλητε διαλέγεσθαι, χαριεῖσθε.
ΚΑΛ. 凭诸神起誓,凯勒丰,确实我自己虽然已经参加过许多讨论,但我不知道我是否曾像现在这样高兴过;所以,对我来说,即使你们想讨论整整一天,你们也是在施予我恩惠。
ΣΩ. ἀλλὰ μήν, ὦ Καλλίκλεις, τό γʼ ἐμὸν οὐδὲν κωλύει, εἴπερ ἐθέλει Γοργίας.
ΣΩ. 但是,卡里克勒斯,只要高尔吉亚愿意,我这边是完全没有阻碍的。
ΓΟΡ. αἰσχρὸν δὴ τὸ λοιπόν, ὦ Σώκρατες, γίγνεται ἐμέ γε μὴ ἐθέλειν, αὐτὸν ἐπαγγειλάμενον ἐρωτᾶν ὅτι τις βούλεται.
ΓΟΡ. 苏格拉底,事到如今,如果连我自己都不愿意,那就实在太不体面了,因为我曾亲自宣布过任何人都可以提问他所想知道的。
ἀλλʼ εἰ δοκεῖ τουτοισί, διαλέγου τε καὶ ἐρώτα ὅτι βούλει.
但是,如果这些人觉得好,你就继续讨论,问你想要的任何问题。
ΣΩ. ἄκουε δή, ὦ Γοργία, ἃ θαυμάζω ἐν τοῖς λεγομένοις ὑπὸ σοῦ· ἴσως γάρ τοι σοῦ ὀρθῶς λέγοντος ἐγὼ οὐκ ὀρθῶς ὑπολαμβάνω.
ΣΩ. 那么,高尔吉亚,请听我对你所说的话中感到惊异的地方;因为也许你说的对,而我理解得不对。
ῥητορικὸν φῂς ποιεῖν οἷός τʼ εἶναι, ἐάν τις βούληται παρὰ σοῦ μανθάνειν;
你声称,如果有谁想从你这里学习,你就能够使他成为辩论家吗?
ΓΟΡ. ναί.
ΓΟΡ. 是。

词汇与语法注释

  1. 457aοὔκουν — 句首的 οὔκουν 承接前文的论证,引出否定性的结论“因此……不”。虽然有时可译为疑问句,但此处解释为陈述句,高尔吉亚以此强有力地陈述自己的结论。
  2. 457bἔμβραχυ — 该副词意为“简而言之”或“端地”。此处它起着插入语的作用,用以加强包括性的关系从句 περὶ ὅτου ἂν βούληται(关于任何他想说的事情)。
  3. 458aτῶν ἡδέως μὲν ἂν ἐλεγχθέντων — 属格 τῶν ... ἐλεγχθέντων 是作名词使用的分词,充当对应前文 τίνων(哪种人)的部分属格。附于分词的粒子 ἂν 使分词具有潜在语气的含义(“乐意被反驳的人”),作为条件从句(此处为直陈式现在时 εἴ τι μὴ ἀληθὲς λέγω“如果我说错了什么话”)的结句。
  4. 458cμή τινας αὐτῶν κατέχομεν — 引导担忧的连词 μή 后接直陈式现在时 κατέχομεν(我们正在挽留)。虽然通常使用虚拟式,但此处使用直陈式表示对目前实际情况的现实担忧(“唯恐我们现在实际上耽误了他们”)。

引用这一段

柏拉图, 高尔吉亚篇 §457-458. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:457-458

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。