Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §454

传授知识的说服与修辞学产生的信念

第 7 段,共 53 段 · 希腊语

内容简介

苏格拉底和高尔吉亚确认除修辞学外其他技艺也能产生说服,并明确修辞学专指在法庭和人群中产生关于正义与非正义的说服。随后,双方通过区分“学习(知识)”和“相信(信念)”,达成共识,即修辞学所带来的说服只是提供没有确知的信念而非知识。

§454ΣΩ. οὐκοῦν ἐάν τις ἐρωτᾷ ἡμᾶς ποίας πειθοῦς καὶ περὶ τί, ἀποκρινούμεθά που αὐτῷ ὅτι τῆς διδασκαλικῆς τῆς περὶ τὸ ἄρτιόν τε καὶ τὸ περιττὸν ὅσον ἐστίν·
苏格拉底:那么,如果有人问我们,那是哪一种说服,又是关于什么的,我们大概会回答他说,是关于偶数和奇数有多少的教导性的说服。
καὶ τὰς ἄλλας ἃς νυνδὴ ἐλέγομεν τέχνας ἁπάσας ἕξομεν ἀποδεῖξαι πειθοῦς δημιουργοὺς οὔσας καὶ ἧστινος καὶ περὶ ὅτι·
而且,对于我们刚才所说的其他所有技艺,我们难道不也能够证明它们是说服的创造者,并且说明是哪一种说服以及关于什么吗?
ἢ οὔ;
还是不能呢?
ΓΟΡ. ναί.
高尔吉亚:是的。
ΣΩ. οὐκ ἄρα ῥητορικὴ μόνη πειθοῦς ἐστιν δημιουργός.
苏格拉底:那么,修辞学并不是唯一的说服创造者了。
ΓΟΡ. ἀληθῆ λέγεις.
高尔吉亚:你说得对。
ΣΩ. ἐπειδὴ τοίνυν οὐ μόνη ἀπεργάζεται τοῦτο τὸ ἔργον, ἀλλὰ καὶ ἄλλαι, δικαίως ὥσπερ περὶ τοῦ ζωγράφου μετὰ τοῦτο ἐπανεροίμεθʼ ἂν τὸν λέγοντα·
苏格拉底:那么,既然并非只有修辞学能完成这项工作,其他技艺也能,就像关于画家的例子一样,此后我们难道不应该合理地追问说话者:‘那么,修辞学究竟是关于哪一种说服、以及关于什么事情的说服的技艺?
ποίας δὴ πειθοῦς καὶ τῆς περὶ τί πειθοῦς ἡ ῥητορική ἐστιν τέχνη; ἢ οὐ δοκεῖ σοι δίκαιον εἶναι ἐπανερέσθαι;
’或者你认为这样追问是不合理的吗?
ΓΟΡ. ἔμοιγε.
高尔吉亚:阁下,我认为是合理的。
ΣΩ. ἀπόκριναι δή, ὦ Γοργία, ἐπειδή γε καὶ σοὶ δοκεῖ οὕτως.
苏格拉底:那么高尔吉亚,既然你也这样认为,就请回答吧。
ΓΟΡ. ταύτης τοίνυν τῆς πειθοῦς λέγω, ὦ Σώκρατες, τῆς ἐν τοῖς δικαστηρίοις καὶ ἐν τοῖς ἄλλοις ὄχλοις, ὥσπερ καὶ ἄρτι ἔλεγον, καὶ περὶ τούτων ἅ ἐστι δίκαιά τε καὶ ἄδικα.
高尔吉亚:苏格拉底,那么我所说的,正如我刚才也说过的,是那类在法庭和在其他群众中所产生的说服,并且是关于那些正义和非正义的事情的说服。
ΣΩ. καὶ ἐγώ τοι ὑπώπτευον ταύτην σε λέγειν τὴν πειθὼ καὶ περὶ τούτων, ὦ Γοργία·
苏格拉底:高尔吉亚,其实我也猜测你说的是这种说服,并且是关于这些事情的。
ἀλλʼ ἵνα μὴ θαυμάζῃς ἐὰν καὶ ὀλίγον ὕστερον τοιοῦτόν τί σε ἀνέρωμαι, ὃ δοκεῖ μὲν δῆλον εἶναι, ἐγὼ δʼ ἐπανερωτῶ—ὅπερ γὰρ λέγω, τοῦ ἑξῆς ἕνεκα περαίνεσθαι τὸν λόγον ἐρωτῶ, οὐ σοῦ ἕνεκα ἀλλʼ ἵνα μὴ ἐθιζώμεθα ὑπονοοῦντες προαρπάζειν ἀλλήλων τὰ λεγόμενα, ἀλλὰ σὺ τὰ σαυτοῦ κατὰ τὴν ὑπόθεσιν ὅπως ἂν βούλῃ περαίνῃς.
但是,为了让你在稍后如果我再问你一个类似的问题时不至于感到惊讶——它虽然看起来是显而易见的,但我还是要追问。 正如我所说,我提问是为了让讨论能有条不紊地进行到底,而不是为了针对你,这是为了不让我们习惯于通过猜测而抢夺彼此所说的话,而是让你能按照你自己的设想,以你希望的方式来完成你的陈述。
ΓΟΡ. καὶ ὀρθῶς γέ μοι δοκεῖς ποιεῖν, ὦ Σώκρατες.
高尔吉亚:苏格拉底,我觉得你做得非常正确。
ΣΩ. ἴθι δὴ καὶ τόδε ἐπισκεψώμεθα.
苏格拉底:来,那么也请我们来考察一下这件事。
καλεῖς τι μεμαθηκέναι;
你是否把某种状态称为‘已经学习过’?
ΓΟΡ. καλῶ.
高尔吉亚:是的。
ΣΩ. τί δέ;
苏格拉底:那么,‘已经相信’呢?
πεπιστευκέναι; ΓΟΡ. ἔγωγε.
高尔吉亚:当然也如此。
ΣΩ. πότερον οὖν ταὐτὸν δοκεῖ σοι εἶναι μεμαθηκέναι καὶ πεπιστευκέναι, καὶ μάθησις καὶ πίστις, ἢ ἄλλο τι;
苏格拉底:那么,在你看来,‘已经学习过’和‘已经相信’,以及‘学习’和‘信念’,是同一个东西,还是有所不同?
ΓΟΡ. οἴομαι μὲν ἔγωγε, ὦ Σώκρατες, ἄλλο.
高尔吉亚:苏格拉底,我个人认为它们是不同的。
ΣΩ. καλῶς γὰρ οἴει· γνώσῃ δὲ ἐνθένδε.
苏格拉底:你认为得很对,你可以从以下这点明白。
εἰ γάρ τίς σε ἔροιτο· ἆρʼ ἔστιν τις, ὦ Γοργία, πίστις ψευδὴς καὶ ἀληθής;
因为如果有人问你:‘高尔吉亚,是否存在某种虚假的信念和真实的信念?
φαίης ἄν, ὡς ἐγὼ οἶμαι.
’我认为你会说,是的,有。
ΓΟΡ. ναί.
高尔吉亚:是的。
ΣΩ. τί δέ;
苏格拉底:那么知识呢?
ἐπιστήμη ἐστὶν ψευδὴς καὶ ἀληθής;
是否存在虚假的知识和真实的知识?
ΓΟΡ. οὐδαμῶς.
高尔吉亚:绝没有。
ΣΩ. δῆλον ἄρʼ αὖ ὅτι οὐ ταὐτόν ἐστιν.
苏格拉底:那么,显然它们又不是同一个东西了。
ΓΟΡ. ἀληθῆ λέγεις.
高尔吉亚:你说得对。
ΣΩ. ἀλλὰ μὴν οἵ τέ γε μεμαθηκότες πεπεισμένοι εἰσὶν καὶ οἱ πεπιστευκότες.
苏格拉底:然而,无论是学过的人还是已经相信的人,都是处于被说服的状态。
ΓΟΡ. ἔστι ταῦτα.
高尔吉亚:确实如此。
ΣΩ. βούλει οὖν δύο εἴδη θῶμεν πειθοῦς, τὸ μὲν πίστιν παρεχόμενον ἄνευ τοῦ εἰδέναι, τὸ δʼ ἐπιστήμην;
苏格拉底:那么,你是否愿意让我们设定两种说服,一种是在不确知的情况下产生信念,另一种是产生知识?
ΓΟΡ. πάνυ γε.
高尔吉亚:完全同意。
ΣΩ. ποτέραν οὖν ἡ ῥητορικὴ πειθὼ ποιεῖ ἐν δικαστηρίοις τε καὶ τοῖς ἄλλοις ὄχλοις περὶ τῶν δικαίων τε καὶ ἀδίκων;
苏格拉底:那么,修辞学在法庭和其它群众中,关于正义和非正义的事,所产生的是这两种说服中的哪一种呢?
ἐξ ἧς πιστεύειν γίγνεται ἄνευ τοῦ εἰδέναι ἢ ἐξ ἧς τὸ εἰδέναι;
是产生不确知的相信,还是产生确知?
ΓΟΡ. δῆλον δήπου, ὦ Σώκρατες, ὅτι ἐξ ἧς τὸ πιστεύειν.
高尔吉亚:苏格拉底,这显然是产生相信的那一种。

词汇与语法注释

  1. 454aτῆς διδασκαλικῆς — 由于这是对前文疑问 `ποίας πειθοῦς`(哪一种说服)的回答,因此阴性属格形容词 `τῆς διδασκαλικῆς` 被理解为省略了名词 `πειθοῦς`(说服)。
  2. 454cτοῦ ἑξῆς ἕνεκα περαίνεσθαι τὸν λόγον — 介词 `ἕνεκα` 支配着由冠词 `τοῦ` 名词化的宾格不定词短语 `περαίνεσθαι τὸν λόγον`(讨论完结),副词短语 `ἑξῆς`(依次、有条不紊地)插入其中,共同构成表示目的的句式。
  3. 454eτὸ μὲν πίστιν παρεχόμενον ἄνευ τοῦ εἰδέναι, τὸ δʼ ἐπιστήμην — 前文的 `δύο εἴδη`(两种,中性复数)通过中性单数的定冠词 `τὸ μὲν ... τὸ δʼ`(一则……另一则……)被分别进行同位语式的解释。在 `τὸ δʼ` 之后,前句的分词 `παρεχόμενον` 被省略。

引用这一段

柏拉图, 高尔吉亚篇 §454. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:454

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。