§455ΣΩ. ἡ ῥητορικὴ ἄρα, ὡς ἔοικεν, πειθοῦς δημιουργός ἐστιν πιστευτικῆς ἀλλʼ οὐ διδασκαλικῆς περὶ τὸ δίκαιόν τε καὶ ἄδικον.
ΣΩ. 那么,看来修辞学是在正义和非正义的事情上,产生信念的说服创造者,而不是产生教导的说服创造者。
ΓΟΡ. ναί.
ΓΟΡ. 是的。
ΣΩ. οὐδʼ ἄρα διδασκαλικὸς ὁ ῥήτωρ ἐστὶν δικαστηρίων τε καὶ τῶν ἄλλων ὄχλων δικαίων τε πέρι καὶ ἀδίκων, ἀλλὰ πιστικὸς μόνον· οὐ γὰρ δήπου ὄχλον γʼ ἂν δύναιτο τοσοῦτον ἐν ὀλίγῳ χρόνῳ διδάξαι οὕτω μεγάλα πράγματα.
ΣΩ. 那么,辩论家对于法庭和其他群众,关于正义和非正义的事情,也不是个教导者,而只是个令人相信者;因为他绝不可能在很短的时间内教导如此庞大的群众这么重大的事情。
ΓΟΡ. οὐ δῆτα.
ΓΟΡ. 确实不能。
ΣΩ. φέρε δή, ἴδωμεν τί ποτε καὶ λέγομεν περὶ τῆς ῥητορικῆς· ἐγὼ μὲν γάρ τοι οὐδʼ αὐτός πω δύναμαι κατανοῆσαι ὅτι λέγω.
ΣΩ. 来吧,让我们看看关于修辞学,我们到底在说什么;因为确实,连我自己到现在都还不能理解我自己说的是什么。
ὅταν περὶ ἰατρῶν αἱρέσεως ᾖ τῇ πόλει σύλλογος ἢ περὶ ναυπηγῶν ἢ περὶ ἄλλου τινὸς δημιουργικοῦ ἔθνους, ἄλλο τι ἢ τότε ὁ ῥητορικὸς οὐ συμβουλεύσει;
当城邦开会选拔医生、造船工或任何其他工匠阶层时,此时修辞学者难道不是不提供建议吗?
δῆλον γὰρ ὅτι ἐν ἑκάστῃ αἱρέσει τὸν τεχνικώτατον δεῖ αἱρεῖσθαι.
因为很明显,在每一次选拔中,都必须选择最精通技艺的人。
οὐδʼ ὅταν τειχῶν περὶ οἰκοδομήσεως ἢ λιμένων κατασκευῆς ἢ νεωρίων, ἀλλʼ οἱ ἀρχιτέκτονες· οὐδʼ αὖ ὅταν στρατηγῶν αἱρέσεως πέρι ἢ τάξεώς τινος πρὸς πολεμίους ἢ χωρίων καταλήψεως συμβουλὴ ᾖ, ἀλλʼ οἱ στρατηγικοὶ τότε συμβουλεύσουσιν, οἱ ῥητορικοὶ δὲ οὔ·
在建造城墙、修建港口或船坞时,也不会由他来建议,而会由建筑师来建议;在关于选拔将军、对抗敌人的某种阵法、或者占领某些据点的商议中,也将是由军事家们提供建议,而修辞学者不会。
ἢ πῶς λέγεις, ὦ Γοργία, τὰ τοιαῦτα;
或者,高尔吉亚,对于这些事你是怎么说的?
ἐπειδὴ γὰρ αὐτός τε φῂς ῥήτωρ εἶναι καὶ ἄλλους ποιεῖν ῥητορικούς, εὖ ἔχει τὰ τῆς σῆς τέχνης παρὰ σοῦ πυνθάνεσθαι.
因为既然你自称是辩论家,并能培养其他人成为辩论家,那么向你请教你的技艺之事是再合适不过了。
καὶ ἐμὲ νῦν νόμισον καὶ τὸ σὸν σπεύδειν· ἴσως γὰρ καὶ τυγχάνει τις τῶν ἔνδον ὄντων μαθητής σου βουλόμενος γενέσθαι, ὡς ἐγώ τινας σχεδὸν καὶ συχνοὺς αἰσθάνομαι, οἳ ἴσως αἰσχύνοιντʼ ἄν σε ἀνερέσθαι.
现在请认为我这也是在为你着想;因为也许这屋里坐着的人中,正有人想成为你的学生——我注意到有一些人,实际上还挺多的,他们可能会羞于向你提问。
ὑπʼ ἐμοῦ οὖν ἀνερωτώμενος νόμισον καὶ ὑπʼ ἐκείνων ἀνερωτᾶσθαι· τί ἡμῖν, ὦ Γοργία, ἔσται, ἐάν σοι συνῶμεν;
因此,当你受到我的询问时,请认为你也是在接受他们的询问: “高尔吉亚,如果我们跟随你,我们将得到什么?
περὶ τίνων τῇ πόλει συμβουλεύειν οἷοί τε ἐσόμεθα;
我们将能够就哪些事情向城邦提供建议?
πότερον περὶ δικαίου μόνον καὶ ἀδίκου ἢ καὶ περὶ ὧν νυνδὴ Σωκράτης ἔλεγεν;
是仅仅关于正义和非正义,还是也关于苏格拉底刚才所说的那些事情?
πειρῶ οὖν αὐτοῖς ἀποκρίνεσθαι.
” 那么,请试着回答他们吧。
ΓΟΡ. ἀλλʼ ἐγώ σοι πειράσομαι, ὦ Σώκρατες, σαφῶς ἀποκαλύψαι τὴν τῆς ῥητορικῆς δύναμιν ἅπασαν· αὐτὸς γὰρ καλῶς ὑφηγήσω.
ΓΟΡ. 苏格拉底,我会试着向你清楚地揭示修辞学的全部力量;因为你自己做了一个很好的引导。
οἶσθα γὰρ δήπου ὅτι τὰ νεώρια ταῦτα καὶ τὰ τείχη τὰ Ἀθηναίων καὶ ἡ τῶν λιμένων κατασκευὴ ἐκ τῆς Θεμιστοκλέους συμβουλῆς γέγονεν, τὰ δʼ ἐκ τῆς Περικλέους ἀλλʼ οὐκ ἐκ τῶν δημιουργῶν.
因为你当然知道,雅典人的那些船坞、城墙以及港口的修建,都是来自于地米斯托克利的建议,另一些则是来自于伯里克利的建议,而不是来自于那些工匠。
ΣΩ. λέγεται ταῦτα, ὦ Γοργία, περὶ Θεμιστοκλέους· Περικλέους δὲ καὶ αὐτὸς ἤκουον ὅτε συνεβούλευεν ἡμῖν περὶ τοῦ διὰ μέσου τείχους.
ΣΩ. 高尔吉亚,关于地米斯托克利,人们是这么说的;而伯里克利在就“中间城墙”向我们提出建议时,我亲耳听到了。
§456ΓΟΡ. καὶ ὅταν γέ τις αἵρεσις ᾖ ὧν νυνδὴ σὺ ἔλεγες, ὦ Σώκρατες, ὁρᾷς ὅτι οἱ ῥήτορές εἰσιν οἱ συμβουλεύοντες καὶ οἱ νικῶντες τὰς γνώμας περὶ τούτων.
ΓΟΡ. 并且,每当面临你刚才所说的那些选择时,苏格拉底,你都会看到,是辩论家们在提供建议,并在这些事务上使他们的意见获得通过。
ΣΩ. ταῦτα καὶ θαυμάζων, ὦ Γοργία, πάλαι ἐρωτῶ τίς ποτε ἡ δύναμίς ἐστιν τῆς ῥητορικῆς.
ΣΩ. 高尔吉亚,正是因为对此感到惊异,我很久以来一直在问,修辞学的力量到底是什么。
δαιμονία γάρ τις ἔμοιγε καταφαίνεται τὸ μέγεθος οὕτω σκοποῦντι.
因为在我这样看待它时,它的巨大程度显得简直是神妙非凡。
ΓΟΡ. εἰ πάντα γε εἰδείης, ὦ Σώκρατες, ὅτι ὡς ἔπος εἰπεῖν ἁπάσας τὰς δυνάμεις συλλαβοῦσα ὑφʼ αὑτῇ ἔχει.
ΓΟΡ. 苏格拉底,如果你知道一切的话,就会明白它几乎把所有的力量都包揽在自己之下了。
μέγα δέ σοι τεκμήριον ἐρῶ· πολλάκις γὰρ ἤδη ἔγωγε μετὰ τοῦ ἀδελφοῦ καὶ μετὰ τῶν ἄλλων ἰατρῶν εἰσελθὼν παρά τινα τῶν καμνόντων οὐχὶ ἐθέλοντα ἢ φάρμακον πιεῖν ἢ τεμεῖν ἢ καῦσαι παρασχεῖν τῷ ἰατρῷ, οὐ δυναμένου τοῦ ἰατροῦ πεῖσαι, ἐγὼ ἔπεισα, οὐκ ἄλλῃ τέχνῃ ἢ τῇ ῥητορικῇ.
我将告诉你一个巨大的证据:我已经很多次和我的兄弟以及其他医生一起去拜访某位病人,那人不愿意喝药,也不愿意让医生切开或灼烧,在医生无法说服他的情况下,我却说服了他,这完全是靠修辞学,而不是靠别的技艺。
φημὶ δὲ καὶ εἰς πόλιν ὅπῃ βούλει ἐλθόντα ῥητορικὸν ἄνδρα καὶ ἰατρόν, εἰ δέοι λόγῳ διαγωνίζεσθαι ἐν ἐκκλησίᾳ ἢ ἐν ἄλλῳ τινὶ συλλόγῳ ὁπότερον δεῖ αἱρεθῆναι ἰατρόν, οὐδαμοῦ ἂν φανῆναι τὸν ἰατρόν, ἀλλʼ αἱρεθῆναι ἂν τὸν εἰπεῖν δυνατόν, εἰ βούλοιτο.
我还说,如果一个修辞学家和一个医生来到你指定的任何城邦,并且必须在公民大会或其他某种集会上通过辩论来竞争谁应该被选为医生,那医生将显得无足轻重,而擅长辞令的人如果愿意,就会被选中。
καὶ εἰ πρὸς ἄλλον γε δημιουργὸν ὁντιναοῦν ἀγωνίζοιτο, πείσειεν ἂν αὑτὸν ἑλέσθαι ὁ ῥητορικὸς μᾶλλον ἢ ἄλλος ὁστισοῦν· οὐ γὰρ ἔστιν περὶ ὅτου οὐκ ἂν πιθανώτερον εἴποι ὁ ῥητορικὸς ἢ ἄλλος ὁστισοῦν τῶν δημιουργῶν ἐν πλήθει.
而且,如果他与任何其他工匠竞争,修辞学家会比其他任何人更能说服人们选择他自己;因为在群众面前,没有任何事情是修辞学家说起来不比其他任何工匠更有说服力的。
ἡ μὲν οὖν δύναμις τοσαύτη ἐστὶν καὶ τοιαύτη τῆς τέχνης·
因此,这门技艺的力量就是如此巨大和具有这样的性质。
δεῖ μέντοι, ὦ Σώκρατες, τῇ ῥητορικῇ χρῆσθαι ὥσπερ τῇ ἄλλῃ πάσῃ ἀγωνίᾳ.
然而,苏格立,我们必须像对待所有其他竞技技术一样来使用修辞学。
καὶ γὰρ τῇ ἄλλῃ ἀγωνίᾳ οὐ τούτου ἕνεκα δεῖ πρὸς ἅπαντας χρῆσθαι ἀνθρώπους, ὅτι ἔμαθεν πυκτεύειν τε καὶ παγκρατιάζειν καὶ ἐν ὅπλοις μάχεσθαι, ὥστε κρείττων εἶναι καὶ φίλων καὶ ἐχθρῶν, οὐ τούτου ἕνεκα τοὺς φίλους δεῖ τύπτειν οὐδὲ κεντεῖν τε καὶ ἀποκτεινύναι.
因为确实,对于其他竞技技术,不能因为某人学会了拳击、潘克拉辛搏击以及武装格斗,从而比朋友和敌人都强大,就为了这个目的而对所有人使用它,不应该因为这个原因就去殴打、刺伤或杀死朋友。
οὐδέ γε μὰ Δία ἐάν τις εἰς παλαίστραν φοιτήσας εὖ ἔχων τὸ σῶμα καὶ πυκτικὸς γενόμενος, ἔπειτα τὸν πατέρα τύπτῃ καὶ τὴν μητέρα ἢ ἄλλον τινὰ τῶν οἰκείων ἢ τῶν φίλων, οὐ τούτου ἕνεκα δεῖ τοὺς παιδοτρίβας καὶ τοὺς ἐν τοῖς ὅπλοις διδάσκοντας μάχεσθαι μισεῖν τε καὶ ἐκβάλλειν ἐκ τῶν πόλεων.
而且,凭宙斯起誓,如果有人常去体育学校,身体强健并成了拳击手,然后殴打他的父亲、母亲或任何其他亲人或朋友,并不应该因为这个原因就去憎恨那些体育教师和教导武装格斗的人,并将他们逐出城邦。
ἐκεῖνοι μὲν γὰρ παρέδοσαν ἐπὶ τῷ δικαίως χρῆσθαι τούτοις πρὸς τοὺς πολεμίους καὶ τοὺς ἀδικοῦντας, ἀμυνομένους, μὴ ὑπάρχοντας·
因为那些人传授这些技能,是前提要正当地使用它们,对抗敌人和作恶者,用于自卫而非主动侵犯。
οἱ δὲ μεταστρέψαντες χρῶνται τῇ ἰσχύϊ καὶ τῇ τέχνῃ οὐκ ὀρθῶς.
然而,那些人却颠倒黑白,不正当地使用他们的力量和技艺。