Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §453

作为说服制作术的修辞学与其他技艺的说服

第 6 段,共 53 段 · 希腊语

内容简介

苏格拉底与高尔吉亚确认修辞学的本质是产生“说服”,并指出诸如算术等其他技艺同样具有说服作用,从而引导讨论去界定修辞学所特有的说服类型。

§453ΣΩ. νῦν μοι δοκεῖς δηλῶσαι, ὦ Γοργία, ἐγγύτατα τὴν ῥητορικὴν ἥντινα τέχνην ἡγῇ εἶναι, καὶ εἴ τι ἐγὼ συνίημι, λέγεις ὅτι πειθοῦς δημιουργός ἐστιν ἡ ῥητορική, καὶ ἡ πραγματεία αὐτῆς ἅπασα καὶ τὸ κεφάλαιον εἰς τοῦτο τελευτᾷ·
苏格拉底:高尔吉亚,现在你似乎已经极近地向我表明了,你认为修辞学是怎样的一种技艺。 如果我稍微有所领悟的话,你的意思是修辞学是说服的创造者,而它的全部活动和核心要点都归结于此。
ἢ ἔχεις τι λέγειν ἐπὶ πλέον τὴν ῥητορικὴν δύνασθαι ἢ πειθὼ τοῖς ἀκούουσιν ἐν τῇ ψυχῇ ποιεῖν;
或者,你还能说修辞学除了在听众的灵魂中产生说服之外,还能多做什么吗?
ΓΟΡ. οὐδαμῶς, ὦ Σώκρατες, ἀλλά μοι δοκεῖς ἱκανῶς ὁρίζεσθαι·
高尔吉亚:完全不能,苏格拉底。 相反,你似乎对它做出了充分的定义。
ἔστιν γὰρ τοῦτο τὸ κεφάλαιον αὐτῆς.
因为这确实是它的核心要点。
ΣΩ. ἄκουσον δή, ὦ Γοργία.
苏格拉底:那么听我说,高尔吉亚。
ἐγὼ γὰρ εὖ ἴσθʼ ὅτι, ὡς ἐμαυτὸν πείθω, εἴπερ τις ἄλλος ἄλλῳ διαλέγεται βουλόμενος εἰδέναι αὐτὸ τοῦτο περὶ ὅτου ὁ λόγος ἐστίν, καὶ ἐμὲ εἶναι τούτων ἕνα·
因为请确信,正如我让自己相信的那样,如果有其他任何人和别人进行对话,是出于想要确切知道所谈论的究竟是什么,那么我相信我自己也是这样的人之一。
ἀξιῶ δὲ καὶ σέ.
而且我认为你也是。
ΓΟΡ. τί οὖν δή, ὦ Σώκρατες;
高尔吉亚:苏格拉底,那你这究竟是什么意思呢?
ΣΩ. ἐγὼ ἐρῶ νῦν.
苏格拉底:我这就说。
ἐγὼ τὴν ἀπὸ τῆς ῥητορικῆς πειθώ, ἥτις ποτʼ ἐστὶν ἣν σὺ λέγεις καὶ περὶ ὧντινων πραγμάτων ἐστὶν πειθώ, σαφῶς μὲν εὖ ἴσθʼ ὅτι οὐκ οἶδα, οὐ μὴν ἀλλʼ ὑποπτεύω γε ἣν οἶμαί σε λέγειν καὶ περὶ ὧν·
对于来自修辞学的说服,无论你所说的究竟是哪一种说服,以及它是关于什么事情的说服,请确信我并不十分清楚。 不过,对于我想象中你所说的那种说服以及关于什么,我确实有所推测。
οὐδὲν μέντοι ἧττον ἐρήσομαί σε τίνα ποτὲ λέγεις τὴν πειθὼ τὴν ἀπὸ τῆς ῥητορικῆς καὶ περὶ τίνων αὐτὴν εἶναι.
尽管如此,我还是要问你,你所说的来自修辞学的说服究竟是什么,以及它是关于什么事情的。
τοῦ ἕνεκα δὴ αὐτὸς ὑποπτεύων σὲ ἐρήσομαι, ἀλλʼ οὐκ αὐτὸς λέγω;
那么,既然我自己有所推测,为什么还要问你,而不是由我自己来说呢?
οὐ σοῦ ἕνεκα ἀλλὰ τοῦ λόγου, ἵνα οὕτω προΐῃ ὡς μάλιστʼ ἂν ἡμῖν καταφανὲς ποιοῖ περὶ ὅτου λέγεται.
这不是为了你,而是为了我们的讨论,以便讨论能够这样进行下去,从而向我们最清楚地表明所谈论的究竟是什么。
σκόπει γὰρ εἴ σοι δοκῶ δικαίως ἀνερωτᾶν σε·
请考虑一下,你是否认为我重新向你提问是合理的。
ὥσπερ ἂν εἰ ἐτύγχανόν σε ἐρωτῶν τίς ἐστιν τῶν ζωγράφων Ζεῦξις, εἴ μοι εἶπες ὅτι ὁ τὰ ζῷα γράφων, ἆρʼ οὐκ ἂν δικαίως σε ἠρόμην ὁ τὰ ποῖα τῶν ζῴων γράφων καὶ ποῦ;
正如如果我碰巧问你画家里谁是宙克西斯,而你回答我他是“画动物的人”,难道我不该合理地问你,他是画哪一类动物、以及在哪里画的吗?
ΓΟΡ. πάνυ γε.
高尔吉亚:当然应该。
ΣΩ. ἆρα διὰ τοῦτο, ὅτι καὶ ἄλλοι εἰσὶ ζωγράφοι γράφοντες ἄλλα πολλὰ ζῷα;
苏格拉底:难道这是因为,还有其他画画的人也在画许多其他动物吗?
ΓΟΡ. ναί.
高尔吉亚:是的。
ΣΩ. εἰ δέ γε μηδεὶς ἄλλος ἢ Ζεῦξις ἔγραφε, καλῶς ἄν σοι ἀπεκέκριτο;
苏格拉底:但如果除了宙克西斯之外没有别人画,那么你的回答对你来说本就足够好了吧?
ΓΟΡ. πῶς γὰρ οὔ;
高尔吉亚:怎么会不呢?
ΣΩ. ἴθι δὴ καὶ περὶ τῆς ῥητορικῆς εἰπέ· πότερόν σοι δοκεῖ πειθὼ ποιεῖν ἡ ῥητορικὴ μόνη ἢ καὶ ἄλλαι τέχναι;
苏格拉底:来,那么也请说说修辞学:你认为只有修辞学能产生说服,还是其他技艺也同样如此?
λέγω δὲ τὸ τοιόνδε· ὅστις διδάσκει ὁτιοῦν πρᾶγμα, πότερον ὃ διδάσκει πείθει ἢ οὔ;
我的意思是这样的:无论谁教导任何事情,他是在说服他所教导的内容,还是不是呢?
ΓΟΡ. οὐ δῆτα, ὦ Σώκρατες, ἀλλὰ πάντων μάλιστα πείθει.
高尔吉亚:当然不是说不,苏格拉底,相反,他最能说服。
ΣΩ. πάλιν δὴ ἐπὶ τῶν αὐτῶν τεχνῶν λέγωμεν ὧνπερ νυνδή·
苏格拉底:那么我们再谈谈刚才提到的那些相同的技艺吧。
ἡ ἀριθμητικὴ οὐ διδάσκει ἡμᾶς ὅσα ἐστὶν τὰ τοῦ ἀριθμοῦ, καὶ ὁ ἀριθμητικὸς ἄνθρωπος;
算术以及算术家,难道不是教导我们关于数的性质和数量吗?
ΓΟΡ. πάνυ γε.
高尔吉亚:当然是的。
ΣΩ. οὐκοῦν καὶ πείθει;
苏格拉底:那么它难道不也说服吗?
ΓΟΡ. ναί.
高尔吉亚:是的。
ΣΩ. πειθοῦς ἄρα δημιουργός ἐστιν καὶ ἡ ἀριθμητική;
苏格拉底:所以算术也是说服的创造者了?
ΓΟΡ. φαίνεται.
高尔吉亚:似乎是这样。

词汇与语法注释

  1. 453aτὴν ῥητορικὴν ἥντινα τέχνην ἡγῇ εἶναι — 名词 `τὴν ῥητορικήν` 从间接疑问句 `ἥντινα...` 中被提前(先行构式 prolepsis),以宾格形式置于靠近句首的位置,从而强调了“修辞学”这一探讨的主题。
  2. 453bἐγὼ γὰρ εὖ ἴσθʼ ὅτι ... ἐμὲ εἶναι τούτων ἕνα — 由于 `εὖ ἴσθʼ ὅ提` 实际上起到了插入语的作用,句首的主格 `ἐγώ` 在句法上发生了断裂,转向了由语境中隐含的相信或说服等心理动词所支配的“带不定式的宾格”结构(`ἐμὲ εἶναι`)。
  3. 453bτὴν ἀπὸ τῆς ῥητορικῆς πειθώ — 置于句首的宾格短语 `τὴν ... πειθώ` 与其支配动词 `οὐκ οἶδα` 之间被长插入关系从句隔开(倒置/离隔 hyperbaton),从而使讨论的核心概念“说服”在文首得到聚焦。
  4. 453cἵνα οὕτω προΐῃ ὡς μάλιστʼ ἂν ἡμῖν καταφανὲς ποιοῖ — 在 `ἵνα` 引导的目的从句中,表示客观进程推进的虚拟语气 `προΐῃ` 与表示温和的主观预期的“希求语气 + `ἄν`”(`ἂν ... ποιοῖ`)并列。这区分了讨论向前推进的意图与由此可能带来明晰性的主观估量。

引用这一段

柏拉图, 高尔吉亚篇 §453. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:453

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。