§355ΣΩ. ἀλλʼ ἔτι καὶ νῦν ἀναθέσθαι ἔξεστιν, εἴ πῃ ἔχετε ἄλλο τι φάναι εἶναι τὸ ἀγαθὸν ἢ τὴν ἡδονήν, ἢ τὸ κακὸν ἄλλο τι ἢ τὴν ἀνίαν·
苏格拉底:“但是,即使在现在,依然允许收回,如果你们能以某种方式说,好是快乐以外的某种东西,或者坏是痛苦以外的某种东西。
ἢ ἀρκεῖ ὑμῖν τὸ ἡδέως καταβιῶναι τὸν βίον ἄνευ λυπῶν;
或者,对你们来说,无痛地愉快度过一生就足够了?
εἰ δὲ ἀρκεῖ καὶ μὴ ἔχετε μηδὲν ἄλλο φάναι εἶναι ἀγαθὸν ἢ κακὸν ὃ μὴ εἰς ταῦτα τελευτᾷ, τὸ μετὰ τοῦτο ἀκούετε.
如果这足够了,且你们无法说出任何不以此为终结的其他好或坏,那么就听听接下来的话吧。
φημὶ γὰρ ὑμῖν τούτου οὕτως ἔχοντος γελοῖον τὸν λόγον γίγνεσθαι, ὅταν λέγητε ὅτι πολλάκις γιγνώσκων τὰ κακὰ ἄνθρωπος ὅτι κακά ἐστιν, ὅμως πράττει αὐτά, ἐξὸν μὴ πράττειν, ὑπὸ τῶν ἡδονῶν ἀγόμενος καὶ ἐκπληττόμενος·
因为我告诉你们,如果情况是这样,当你们说一个人往往在知道坏事是坏的情况下,尽管本可以不去做,却由于被快乐引导和倾倒而仍然去做时,这种说法就变得荒谬了。
καὶ αὖθις αὖ λέγετε ὅτι γιγνώσκων ὁ ἄνθρωπος τἀγαθὰ πράττειν οὐκ ἐθέλει διὰ τὰς παραχρῆμα ἡδονάς, ὑπὸ τούτων ἡττώμενος.
同样,你们又说,一个人在知道好事的情况下,由于眼前的快乐,被这些快乐所击败,因而不愿意去做。
ὡς δὲ ταῦτα γελοῖά ἐστιν, κατάδηλον ἔσται, ἐὰν μὴ πολλοῖς ὀνόμασι χρώμεθα ἅμα, ἡδεῖ τε καὶ ἀνιαρῷ καὶ ἀγαθῷ καὶ κακῷ, ἀλλʼ ἐπειδὴ δύο ἐφάνη ταῦτα, δυοῖν καὶ ὀνόμασιν προσαγορεύωμεν αὐτά, πρῶτον μὲν ἀγαθῷ καὶ κακῷ, ἔπειτα αὖθις ἡδεῖ τε καὶ ἀνιαρῷ.
如果我们要明白这些说法有多么荒谬,只要我们不一次使用那么多名字(快乐的、痛苦的、好的、坏的),而是因为这些显得只是两类,我们就也用两个名字来称呼它们:首先是‘好的’和‘坏的’,然后再次是‘快乐的’ 和‘痛苦的’。
θέμενοι δὴ οὕτω λέγωμεν ὅτι Γιγνώσκων ὁ ἄνθρωπος τὰ κακὰ ὅτι κακά ἐστιν, ὅμως αὐτὰ ποιεῖ.
那么,我们这样设定后就说:‘一个人在知道坏事是坏的情况下,仍然去做它们。
ἐὰν οὖν τις ἡμᾶς ἔρηται,
διὰ τί;
’那么,如果有人问我们: ‘为什么?
Ἡττώμενος, φήσομεν·
’ ‘因为被击败了,’我们会说。
ὑπὸ τοῦ;
‘被什么击败了?
ἐκεῖνος ἐρήσεται ἡμᾶς·
’他会问我们。
ἡμῖν δὲ ὑπὸ μὲν ἡδονῆς οὐκέτι ἔξεστιν εἰπεῖν—ἄλλο γὰρ ὄνομα μετείληφεν ἀντὶ τῆς ἡδονῆς τὸ ἀγαθόν—ἐκείνῳ δὴ ἀποκρινώμεθα καὶ λέγωμεν ὅτι Ἡττώμενος—
ὑπὸ τίνος;
但我们不能再回答‘被快乐’——因为‘好的’已经取代了‘快乐’的名字——所以我们应当这样回答他并说:‘因为被击败了——’ ‘被什么?
φήσει.
’他会说。
τοῦ ἀγαθοῦ, φήσομεν νὴ Δία.
‘被好的,’凭宙斯起誓,我们会这样说。
ἂν οὖν τύχῃ ὁ ἐρόμενος ἡμᾶς ὑβριστὴς ὤν, γελάσεται καὶ ἐρεῖ· ἦ γελοῖον λέγετε πρᾶγμα, εἰ πράττει τις κακά, γιγνώσκων ὅτι κακά ἐστιν, οὐ δέον αὐτὸν πράττειν, ἡττώμενος ὑπὸ τῶν ἀγαθῶν.
那么,如果向我们提问的那个人恰好是个粗鲁无礼的人,他就会大笑并说: ‘你们说了一件多么荒唐的事啊:如果有人在明知坏事是坏的、且不应当做的情况下,却因为被好的击败而仍然去做。
ἆρα,
φήσει,
οὐκ ἀξίων ὄντων νικᾶν ἐν ὑμῖν τῶν ἀγαθῶν τὰ κακά, ἢ ἀξίων;
那么,’他会说,‘是因为在你们看来,好的不配战胜坏的,还是配战胜呢?
φήσομεν δῆλον ὅτι ἀποκρινόμενοι, ὅτι οὐκ ἀξίων ὄντων·
’ 我们显然会回答说:‘因为不配战胜。
οὐ γὰρ ἂν ἐξημάρτανεν ὅν φαμεν ἥττω εἶναι τῶν ἡδονῶν.
’因为否则,我们所说的那个被快乐击败的人就不会犯错了。
κατὰ τί δέ,
φήσει ἴσως,
ἀνάξιά ἐστιν τἀγαθὰ τῶν κακῶν ἢ τὰ κακὰ τῶν ἀγαθῶν;
‘那么,’他大概会说,‘好的在什么意义上不配战胜坏的,或者坏的不配战胜好的?
ἢ κατʼ ἄλλο τι ἢ ὅταν τὰ μὲν μείζω, τὰ δὲ σμικρότερα ᾖ; ἢ πλείω, τὰ δὲ ἐλάττω ᾖ;
难道是因为别的,而不是因为一者更大、另一者更小,或者一者更多、另一者更少吗?
οὐχ ἕξομεν εἰπεῖν ἄλλο ἢ τοῦτο.
’ 我们除了这个以外,什么也说不出来。
δῆλον ἄρα,
φήσει,
ὅτι τὸ ἡττᾶσθαι τοῦτο λέγετε, ἀντὶ ἐλαττόνων ἀγαθῶν μείζω κακὰ λαμβάνειν.
‘那么很明显,’他会说,‘你们所说的“被击败”,意思是指用更多的坏来换取更少的好。
ταῦτα μὲν οὖν οὕτω.
’” 那么这些事情就是如此。