§357ΣΩ. τί δʼ εἰ ἐν τῇ τοῦ περιττοῦ καὶ ἀρτίου αἱρέσει ἡμῖν ἦν ἡ σωτηρία τοῦ βίου, ὁπότε τὸ πλέον ὀρθῶς ἔδει ἑλέσθαι καὶ ὁπότε τὸ ἔλαττον, ἢ αὐτὸ πρὸς ἑαυτὸ ἢ τὸ ἕτερον πρὸς τὸ ἕτερον, εἴτʼ ἐγγὺς εἴτε πόρρω εἴη;
苏格拉底:“那么,如果我们生命的救星是在于奇数和偶数的选择中,即在何时应当正确选择多数,何时应当正确选择少数,无论是其自身相比,还是一个与另一个相比,无论它们是在近处还是在远处,那会怎样?
τί ἂν ἔσῳζεν ἡμῖν τὸν βίον;
什么能挽救我们的生命?
ἆρʼ ἂν οὐκ ἐπιστήμη;
难道不是一种知识吗?
καὶ ἆρʼ ἂν οὐ μετρητική τις, ἐπειδήπερ ὑπερβολῆς τε καὶ ἐνδείας ἐστὶν ἡ τέχνη;
难道不是某种测量之术吗,既然这门艺术是关于过度和不足的?
ἐπειδὴ δὲ περιττοῦ τε καὶ ἀρτίου, ἆρα ἄλλη τις ἢ ἀριθμητική;
而既然是关于奇数和偶数的,难道还会是算术之外的其它技术吗?
Ὁμολογοῖεν ἂν ἡμῖν οἱ ἄνθρωποι ἢ οὔ;
人们会同意我们吗,还是不会?
—ἐδόκουν ἂν καὶ τῷ Πρωταγόρᾳ ὁμολογεῖν.
” ——在普罗泰戈拉看来,他们也是会同意的。
—εἶεν, ὦ ἄνθρωποι·
——“很好,诸位。
ἐπεὶ δὲ δὴ ἡδονῆς τε καὶ λύπης ἐν ὀρθῇ τῇ αἱρέσει ἐφάνη ἡμῖν ἡ σωτηρία τοῦ βίου οὖσα, τοῦ τε πλέονος καὶ ἐλάττονος καὶ μείζονος καὶ σμικροτέρου καὶ πορρωτέρω καὶ ἐγγυτέρω, ἆρα πρῶτον μὲν οὐ μετρητικὴ φαίνεται, ὑπερβολῆς τε καὶ ἐνδείας οὖσα καὶ ἰσότητος πρὸς ἀλλήλας σκέψις;
但是,既然我们生命的救星已经显明是在于对快乐和痛苦的正确选择,即对更多和更少、更大和更小、更远和更近的正确选择,那么首先,这难道不显得是测量之术吗,因为它是对它们彼此之间的过度、不足和均等进行的考察?
—
ἀλλʼ ἀνάγκη.
” “这显然是必然的。
—ἐπεὶ δὲ μετρητική, ἀνάγκῃ δήπου τέχνη καὶ ἐπιστήμη.
” ——“既然是测量之术,想必必然是一门艺术和知识。
—
συμφήσουσιν.
” “他们会同意的。
—ἥτις μὲν τοίνυν τέχνη καὶ ἐπιστήμη ἐστὶν αὕτη, εἰς αὖθις σκεψόμεθα· ὅτι δὲ ἐπιστήμη ἐστίν, τοσοῦτον ἐξαρκεῖ πρὸς τὴν ἀπόδειξιν ἣν ἐμὲ δεῖ καὶ Πρωταγόραν ἀποδεῖξαι περὶ ὧν ἤρεσθʼ ἡμᾶς.
” ——“至于这具体是哪一门艺术和知识,我们留待以后再考察;但它是知识这一点,对于我和普罗泰戈拉必须就你们向我们提出的问题所作出的证明来说,已经足够了。
ἤρεσθε δέ, εἰ μέμνησθε, ἡνίκα ἡμεῖς ἀλλήλοις ὡμολογοῦμεν ἐπιστήμης μηδὲν εἶναι κρεῖττον, ἀλλὰ τοῦτο ἀεὶ κρατεῖν, ὅπου ἂν ἐνῇ, καὶ ἡδονῆς καὶ τῶν ἄλλων ἁπάντων· ὑμεῖς δὲ δὴ ἔφατε τὴν ἡδονὴν πολλάκις κρατεῖν καὶ τοῦ εἰδότος ἀνθρώπου, ἐπειδὴ δὲ ὑμῖν οὐχ ὡμολογοῦμεν, μετὰ τοῦτο ἤρεσθε ἡμᾶς· ὦ Πρωταγόρα τε καὶ Σώκρατες, εἰ μὴ ἔστι τοῦτο τὸ πάθημα ἡδονῆς ἡττᾶσθαι, ἀλλὰ τί ποτʼ ἐστὶν καὶ τί ὑμεῖς αὐτό φατε εἶναι;
如果你们还记得的话,你们是在我们彼此达成一致,认为没有什么比知识更强大、只要有知识存在它就总是统治着快乐和其它一切事物的时候提出这一问题的;但你们当时却说,快乐常常连知道的人也统治着,而既然我们不同意你们的看法,你们随后便问我们: ‘普罗泰戈拉和苏格拉底,如果这种体验不是被快乐击败,那么它到底是什么,你们自己又说它是什么?
εἴπατε ἡμῖν.
请告诉我们。
εἰ μὲν οὖν τότε εὐθὺς ὑμῖν εἴπομεν ὅτι ἀμαθία, κατεγελᾶτε ἂν ἡμῶν· νῦν δὲ ἂν ἡμῶν καταγελᾶτε, καὶ ὑμῶν αὐτῶν καταγελάσεσθε.
’ 如果当时我们立刻告诉你们那是‘无知’,你们就会嘲笑我们;但现在,如果你们嘲笑我们,你们也将嘲笑你们自己。
καὶ γὰρ ὑμεῖς ὡμολογήκατε ἐπιστήμης ἐνδείᾳ ἐξαμαρτάνειν περὶ τὴν τῶν ἡδονῶν αἵρεσιν καὶ λυπῶν τοὺς ἐξαμαρτάνοντας—ταῦτα δέ ἐστιν ἀγαθά τε καὶ κακά—καὶ οὐ μόνον ἐπιστήμης, ἀλλὰ καὶ ἧς τὸ πρόσθεν ἔτι ὡμολογήκατε ὅτι μετρητικῆς·
因为你们自己也已经同意,那些在选择快乐和痛苦(这些也就是善和恶)时犯错的人,是因为缺乏知识而犯错的——不仅是缺乏知识,而且是缺乏你们刚才进一步同意的那种‘测量之术’的知识。
ἡ δὲ ἐξαμαρτανομένη πρᾶξις ἄνευ ἐπιστήμης ἴστε που καὶ αὐτοὶ ὅτι ἀμαθίᾳ πράττεται.
而你们自己想必也知道,在缺乏知识的情况下所犯错的行动是由于无知而做出的。
ὥστε τοῦτʼ ἐστὶν τὸ ἡδονῆς ἥττω εἶναι, ἀμαθία ἡ μεγίστη, ἧς Πρωταγόρας ὅδε φησὶν ἰατρὸς εἶναι καὶ Πρόδικος καὶ Ἱππίας·
因此,这就是所谓的‘被快乐击败’:它是最大的无知,而这里的普罗泰戈拉以及普罗迪科斯、希庇亚斯都声称自己是这种无知的医生。
ὑμεῖς δὲ διὰ τὸ οἴεσθαι ἄλλο τι ἢ ἀμαθίαν εἶναι οὔτε αὐτοὶ οὔτε τοὺς ὑμετέρους παῖδας παρὰ τοὺς τούτων διδασκάλους τούσδε τοὺς σοφιστὰς πέμπετε, ὡς οὐ διδακτοῦ ὄντος, ἀλλὰ κηδόμενοι τοῦ ἀργυρίου καὶ οὐ διδόντες τούτοις κακῶς πράττετε καὶ ἰδίᾳ καὶ δημοσίᾳ.
然而,由于你们认为那是无知之外的其它东西,你们既不亲自去,也不送你们的孩子去这些智者——他们的老师那里,仿佛这并不是可以传授的;相反,因为吝惜金钱而不给他们,你们在私人生活和公共生活中都过得糟糕。 ”