§349ΣΩ. σὺ δὲ καὶ αὐτὸς ἀγαθὸς εἶ καὶ ἄλλους οἷός τʼ εἶ ποιεῖν ἀγαθούς, καὶ οὕτω πεπίστευκας σαυτῷ, ὥστε καὶ ἄλλων ταύτην τὴν τέχνην ἀποκρυπτομένων σύ γʼ ἀναφανδὸν σεαυτὸν ὑποκηρυξάμενος εἰς πάντας τοὺς Ἕλληνας, σοφιστὴν ἐπονομάσας σεαυτόν, ἀπέφηνας παιδεύσεως καὶ ἀρετῆς διδάσκαλον, πρῶτος τούτου μισθὸν ἀξιώσας ἄρνυσθαι.
苏格拉底:但你不仅自己是一个优秀的人,而且还能使别人也变得优秀,并且你对自己如此充满信心,以至于当其他人隐瞒这种技艺时,你却在全体希腊人面前公开宣称自己,自称为智者,并向大家表明自己是教养和美德的教师,成为第一个认为有资格为此收取报酬的人。
πῶς οὖν οὐ σὲ χρῆν παρακαλεῖν ἐπὶ τὴν τούτων σκέψιν καὶ ἐρωτᾶν καὶ ἀνακοινοῦσθαι;
既然如此,怎能不邀请你来审视这些问题,向你提问并与你商讨呢?
οὐκ ἔσθʼ ὅπως οὔ.
这绝无可能不如此。
καὶ νῦν δὴ ἐγὼ ἐκεῖνα, ἅπερ τὸ πρῶτον ἠρώτων περὶ τούτων, πάλιν ἐπιθυμῶ ἐξ ἀρχῆς τὰ μὲν ἀναμνησθῆναι παρὰ σοῦ, τὰ δὲ συνδιασκέψασθαι.
因此现在,我渴望将最初关于这些问题所提过的事,再次从头开始,一部分由你帮我回忆,一部分与你共同探讨。
ἦν δέ, ὡς ἐγᾦμαι, τὸ ἐρώτημα τόδε· σοφία καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη καὶ ὁσιότης, πότερον ταῦτα, πέντε ὄντα ὀνόματα, ἐπὶ ἑνὶ πράγματί ἐστιν, ἢ ἑκάστῳ τῶν ὀνομάτων τούτων ὑπόκειταί τις ἴδιος οὐσία καὶ πρᾶγμα ἔχον ἑαυτοῦ δύναμιν ἕκαστον, οὐκ ὂν οἷον τὸ ἕτερον αὐτῶν τὸ ἕτερον;
在我看来,那个问题是这样的:智慧、节制、勇气、正义和虔敬,这五个名称是针对同一件事,还是这每一个名称之下都存在着某种特有的本质和具有自身力量的事物,其中任何一个都不同于另一个?
ἔφησθα οὖν σὺ οὐκ ὀνόματα ἐπὶ ἑνὶ εἶναι, ἀλλὰ ἕκαστον ἰδίῳ πράγματι τῶν ὀνομάτων τούτων ἐπικεῖσθαι, πάντα δὲ ταῦτα μόρια εἶναι ἀρετῆς, οὐχ ὡς τὰ τοῦ χρυσοῦ μόρια ὅμοιά ἐστιν ἀλλήλοις καὶ τῷ ὅλῳ οὗ μόριά ἐστιν, ἀλλʼ ὡς τὰ τοῦ προσώπου μόρια καὶ τῷ ὅλῳ οὗ μόριά ἐστιν καὶ ἀλλήλοις ἀνόμοια, ἰδίαν ἕκαστα δύναμιν ἔχοντα.
你那时说,它们并非针对同一件事的名称,而是这每一个名称都对应着一个特有的事物,且所有这些都是美德的部分,但并不像金子的部分那样彼此相似、且与它们作为其部分的整体相似,而是像脸的部分那样,既不相似于它们作为其部分的整体,彼此之间也不相似,每一个都有其特有的力量。
ταῦτα εἰ μέν σοι δοκεῖ ἔτι ὥσπερ τότε, φάθι· εἰ δὲ ἄλλως πως, τοῦτο διόρισαι, ὡς ἔγωγε οὐδέν σοι ὑπόλογον τίθεμαι, ἐάν πῃ ἄλλῃ νῦν φήσῃς· οὐ γὰρ ἂν θαυμάζοιμι εἰ τότε ἀποπειρώμενός μου ταῦτα ἔλεγες.
如果这些看法现在对你来说还和那时一样,请直说;如果有什么不同,请予以说明,因为即使你现在说出不同的话,我绝不会以此来责怪你;毕竟,如果你当时只是为了测试我才说那些话,我也不会感到奇怪。
ἀλλʼ ἐγώ σοι,
ἔφη,
λέγω, ὦ Σώκρατες, ὅτι ταῦτα πάντα μόρια μέν ἐστιν ἀρετῆς, καὶ τὰ μὲν τέτταρα αὐτῶν ἐπιεικῶς παραπλήσια ἀλλήλοις ἐστίν, ἡ δὲ ἀνδρεία πάνυ πολὺ διαφέρον πάντων τούτων.
“但是,苏格拉底啊,”他说道,“我对你说明,所有这些确实都是美德的部分,其中四个彼此相当接近,但勇气与所有这些都极其不同。
ὧδε δὲ γνώσῃ ὅτι ἐγὼ ἀληθῆ λέγω· εὑρήσεις γὰρ πολλοὺς τῶν ἀνθρώπων ἀδικωτάτους μὲν ὄντας καὶ ἀνοσιωτάτους καὶ ἀκολαστοτάτους καὶ ἀμαθεστάτους, ἀνδρειοτάτους δὲ διαφερόντως.
你可以通过这种方式知道我说的是真话:因为你会发现许多人极其不公、极其不虔敬、极其放纵、极其无知,却又异乎寻常地勇敢。
ἔχε δή, ἔφην ἐγώ· ἄξιον γάρ τοι ἐπισκέψασθαι ὃ λέγεις.
” “且慢,”我说道,“因为你所说的确实值得省察。
πότερον τοὺς ἀνδρείους θαρραλέους λέγεις ἢ ἄλλο τι;
你是指勇敢的人是大胆的,还是指别的什么?
—
καὶ ἴτας γε,
ἔφη,
ἐφʼ ἃ οἱ πολλοὶ φοβοῦνται ἰέναι.
” “是的,而且是敢于向前者,”他说道,“去往大多数人害怕前去的地方。
—φέρε δή, τὴν ἀρετὴν καλόν τι φῂς εἶναι, καὶ ὡς καλοῦ ὄντος αὐτοῦ σὺ διδάσκαλον σαυτὸν παρέχεις;
” “那么,你是否认为美德是某种美好的事物,正因为它是美好的,你才使自己成为它的教师?
—
κάλλιστον μὲν οὖν
, ἔφη,
εἰ μὴ μαίνομαί γε.
” “当然是极其美好的,”他说道,“除非我疯了。
—πότερον οὖν, ἦν δʼ ἐγώ, τὸ μέν τι αὐτοῦ αἰσχρόν, τὸ δέ τι καλόν, ἢ ὅλον καλόν;
” “那么,”我说道,“它是其中某一部分是丑陋的、另一部分是美好的,还是整体都是美好的?
—
ὅλον που καλὸν ὡς οἷόν τε μάλιστα. —
” “当然,尽可能整体都是美好的。
§350ΣΩ. οἶσθα οὖν τίνες εἰς τὰ φρέατα κολυμβῶσιν θαρραλέως;
” 苏格拉底:“那么,你知道谁能大胆地跳入井中潜水吗?
—
ἔγωγε, ὅτι οἱ κολυμβηταί.
” “我知道,就是潜水夫。
—πότερον διότι ἐπίστανται ἢ διʼ ἄλλο τι;
” “这是因为他们有知识,还是因为别的什么?
—
ὅτι ἐπίστανται.
” “因为他们有知识。
—τίνες δὲ ἀπὸ τῶν ἵππων πολεμεῖν θαρραλέοι εἰσίν;
” “那么,谁能在大胆地骑马作战?
πότερον οἱ ἱππικοὶ ἢ οἱ ἄφιπποι;
是骑兵,还是不会骑马的人?
—
οἱ ἱππικοί.
” “骑兵。
—τίνες δὲ πέλτας ἔχοντες;
” “那么,手持轻盾作战的呢?
οἱ πελταστικοὶ ἢ οἱ μή;
是轻盾兵,还是不是的人?
—
οἱ πελταστικοί.
” “轻盾兵。
καὶ τὰ ἄλλα γε πάντα, εἰ τοῦτο ζητεῖς,
ἔφη,
οἱ ἐπιστήμονες τῶν μὴ ἐπισταμένων θαρραλεώτεροί εἰσιν, καὶ αὐτοὶ ἑαυτῶν ἐπειδὰν μάθωσιν ἢ πρὶν μαθεῖν.
而实际上在所有其他事情上,如果你在寻找这个的话,”他说道,“有知识的人都比没有知识的人更大胆,且他们自己相比,学会之后也比学会之前更大胆。
—ἤδη δέ τινας ἑώρακας, ἔφην, πάντων τούτων ἀνεπιστήμονας ὄντας, θαρροῦντας δὲ πρὸς ἕκαστα τούτων;
” “那么,你是否已经见过一些人,”我说道,“他们对所有这些事情毫无知识,却对其中的每一件事都表现得很大胆?
—
ἔγωγε,
ἦ δʼ ὅς,
καὶ λίαν γε θαρροῦντας.
” “我确实见过,”他说道,“而且是非常大胆。
—οὐκοῦν οἱ θαρραλέοι οὗτοι καὶ ἀνδρεῖοί εἰσιν;
” “那么,这些大胆的人也同样是勇敢的吗?
—
αἰσχρὸν μεντἄν,
ἔφη,
εἴη ἡ ἀνδρεία· ἐπεὶ οὗτοί γε μαινόμενοί εἰσιν.
” “若是那样,勇气可就成了丑陋之物了,”他说道,“因为这些人简直是疯了。
—πῶς οὖν, ἔφην ἐγώ, λέγεις τοὺς ἀνδρείους;
” “那么,”我说道,“你又是如何称呼勇敢的人的?
οὐχὶ τοὺς θαρραλέους εἶναι;
难道不是说他们是大胆的吗?
—
καὶ νῦν γʼ,
ἔφη.
” “我现在也这么认为,”他说道。
— οὐκοῦν οὗτοι, ἦν δʼ ἐγώ, οἱ οὕτω θαρραλέοι ὄντες οὐκ ἀνδρεῖοι ἀλλὰ μαινόμενοι φαίνονται;
“那么,”我说道,“这些如此大胆的人,看起来并非勇敢,而是发了疯?
καὶ ἐκεῖ αὖ οἱ σοφώτατοι οὗτοι καὶ θαρραλεώτατοί εἰσιν, θαρραλεώτατοι δὲ ὄντες ἀνδρειότατοι;
而在另一方面,在那些情况下,最智慧的人也是最大胆的人,而因为最大胆,所以也是最勇敢的人?
καὶ κατὰ τοῦτον τὸν λόγον ἡ σοφία ἂν ἀνδρεία εἴη;
根据这一论证,智慧岂不就是勇气?
οὐ καλῶς,
ἔφη,
μνημονεύεις, ὦ Σώκρατες, ἃ ἔλεγόν τε καὶ ἀπεκρινόμην σοι.
” “苏格拉底啊,你没有很好地记住我对你说过和回答过的话,”他说道。
ἔγωγε ἐρωτηθεὶς ὑπὸ σοῦ εἰ οἱ ἀνδρεῖοι θαρραλέοι εἰσίν, ὡμολόγησα· εἰ δὲ καὶ οἱ θαρραλέοι ἀνδρεῖοι, οὐκ ἠρωτήθην—εἰ γάρ με τότε ἤρου, εἶπον ἂν ὅτι οὐ πάντες—τοὺς δὲ ἀνδρείους ὡς οὐ θαρραλέοι εἰσίν, τὸ ἐμὸν ὁμολόγημα οὐδαμοῦ ἐπέδειξας ὡς οὐκ ὀρθῶς ὡμολόγησα.
“当被你问及勇敢的人是否大胆时,我同意了;但至于大胆的人是否也勇敢,我并没有被问到——因为如果你当时问我,我会说并非所有人。 而对于我所同意的“勇敢的人是大胆的”,你并没有在任何地方证明我的同意是不正确的。
ἔπειτα τοὺς ἐπισταμένους αὐτοὺς ἑαυτῶν θαρραλεωτέρους ὄντας ἀποφαίνεις καὶ μὴ ἐπισταμένων ἄλλων, καὶ ἐν τούτῳ οἴει τὴν ἀνδρείαν καὶ τὴν σοφίαν ταὐτὸν εἶναι·
接着,你指出那些有知识的人比他们自己以及其他没有知识的人更大胆,并以此认为勇气和智慧是同一回事。
τούτῳ δὲ τῷ τρόπῳ μετιὼν καὶ τὴν ἰσχὺν οἰηθείης ἂν εἶναι σοφίαν.
但如果用这种方式来推进,你也可以认为力量就是智慧。
πρῶτον μὲν γὰρ εἰ οὕτω μετιὼν ἔροιό με εἰ οἱ ἰσχυροὶ δυνατοί εἰσιν, φαίην ἄν· ἔπειτα, εἰ οἱ ἐπιστάμενοι παλαίειν δυνατώτεροί εἰσιν τῶν μὴ ἐπισταμένων παλαίειν καὶ αὐτοὶ αὑτῶν ἐπειδὰν μάθωσιν ἢ πρὶν μαθεῖν, φαίην ἄν·
因为首先,如果用这种方式推进,你问我强壮的人是否有力量,我会说是的;接着,如果问学会摔跤的人是否比不会摔跤的人更有力量,且他们自己学会之后也比学会之前更有力量,我会说是的。
ταῦτα δὲ ἐμοῦ ὁμολογήσαντος ἐξείη ἄν σοι, χρωμένῳ τοῖς αὐτοῖς τεκμηρίοις τούτοις, λέγειν ὡς κατὰ τὴν ἐμὴν ὁμολογίαν ἡ σοφία ἐστὶν ἰσχύς.
而在我同意了这些之后,你就可以利用这些同样的证据来说,根据我的同意,智慧就是力量。 ”