§347ΣΩ. σὲ οὖν, καὶ εἰ μέσως ἔλεγες ἐπιεικῆ καὶ ἀληθῆ, ὦ Πιττακέ, οὐκ ἄν ποτε ἔψεγον· νῦν δὲ σφόδρα γὰρ καὶ περὶ τῶν μεγίστων ψευδόμενος δοκεῖς ἀληθῆ λέγειν, διὰ ταῦτά σε ἐγὼ ψέγω.
“因此,皮塔科斯啊,如果你说的话哪怕还算妥当和真实,我绝不会指责你;但如今,因为你在极其重大的事情上犯了严重的错误,却显得是在说真话,正是因为这些,我才指责你。
ταῦτά μοι δοκεῖ, ὦ Πρόδικε καὶ Πρωταγόρα, ἦν δʼ ἐγώ, Σιμωνίδης διανοούμενος πεποιηκέναι τοῦτο τὸ ᾆσμα.
普罗迪科和普罗泰戈拉啊,”我说道,“在我看来,西蒙尼德是在抱有这种意图的情况下创作了这首诗。
καὶ ὁ Ἱππίας,
εὖ μέν μοι δοκεῖς,
ἔφη,
ὦ Σώκρατες, καὶ σὺ περὶ τοῦ ᾄσματος διεληλυθέναι·
” 希庇亚斯说道: “苏格拉底啊,在我看来,你也把这首诗讨论得非常好。
ἔστιν μέντοι, ἔφη, καὶ ἐμοὶ λόγος περὶ αὐτοῦ εὖ ἔχων, ὃν ὑμῖν ἐπιδείξω, ἂν βούλησθε.
然而,”他说道,“我对它也有一个极好的阐述,如果你们愿意,我可以展示给你们看。
καὶ ὁ Ἀλκιβιάδης,
ναί,
ἔφη,
ὦ Ἱππία, εἰς αὖθίς γε·
” 阿尔西比亚德斯说道: “是的,希庇亚斯,那得等到下一次。
νῦν δὲ δίκαιόν ἐστιν ἃ ὡμολογησάτην πρὸς ἀλλήλω Πρωταγόρας καὶ Σωκράτης, Πρωταγόρας μὲν εἰ ἔτι βούλεται ἐρωτᾶν, ἀποκρίνεσθαι Σωκράτη, εἰ δὲ δὴ βούλεται Σωκράτει ἀποκρίνεσθαι, ἐρωτᾶν τὸν ἕτερον.
但现在,应当履行普罗泰戈拉和苏格拉底彼此达成的协议:如果普罗泰戈拉还想提问,就由苏格拉底回答;如果他想回答苏格拉底,则由另一方提问。
καὶ ἐγὼ εἶπον· Ἐπιτρέπω μὲν ἔγωγε Πρωταγόρᾳ ὁπότερον αὐτῷ ἥδιον· εἰ δὲ βούλεται, περὶ μὲν ᾀσμάτων τε καὶ ἐπῶν ἐάσωμεν, περὶ δὲ ὧν τὸ πρῶτον ἐγώ σε ἠρώτησα, ὦ Πρωταγόρα, ἡδέως ἂν ἐπὶ τέλος ἔλθοιμι μετὰ σοῦ σκοπούμενος.
” 我说道: “对我而言,我完全听凭普罗泰戈拉的选择,看他觉得哪一种更愉快;但如果他愿意,关于诗歌和史诗我们就先放在一边,普罗泰戈拉啊,我乐意和你一起继续探求我最先向你提问的那些问题,直到得出结论。
καὶ γὰρ δοκεῖ μοι τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων.
因为在我看来,讨论诗歌就像是那些低俗、市侩之人的宴会。
καὶ γὰρ οὗτοι, διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις διʼ ἑαυτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ τῶν λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας, τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις σύνεισιν·
这些人因为缺乏教养,在饮酒时无法通过自身、也无法通过自己的声音和言语来相互交流,于是便抬高吹笛女的身价,花高价雇来属于笛子的外来声音,并通过那些女子的声音来相互交流。
ὅπου δὲ καλοὶ κἀγαθοὶ συμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτʼ αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλὰ αὐτοὺς αὑτοῖς ἱκανοὺς ὄντας συνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς αὑτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ πολὺν οἶνον πίωσιν.
但是在高尚且有教养的人们共聚宴席的地方,你既看不到吹笛女,也看不到舞女或竖琴女,相反,他们自身就足以通过自己的声音进行交流,无需这些胡言乱语和儿戏,即使他们喝了极多的酒,也能顺次、得体地自谈自听。
οὕτω δὲ καὶ αἱ τοιαίδε συνουσίαι, ἐὰν μὲν λάβωνται ἀνδρῶν οἷοίπερ ἡμῶν οἱ πολλοί φασιν εἶναι, οὐδὲν δέονται ἀλλοτρίας φωνῆς οὐδὲ ποιητῶν, οὓς οὔτε ἀνερέσθαι οἷόν τʼ ἐστὶν περὶ ὧν λέγουσιν, ἐπαγόμενοί τε αὐτοὺς οἱ πολλοὶ ἐν τοῖς λόγοις οἱ μὲν ταῦτά φασιν τὸν ποιητὴν νοεῖν, οἱ δʼ ἕτερα, περὶ πράγματος διαλεγόμενοι ὃ ἀδυνατοῦσι ἐξελέγξαι·
同样,这种聚会,如果是由像我们大多数人自称的那种人组成,就完全不需要外来的声音,也不需要诗人们——对诗人们,我们无法就他们所说的话进行质询,而大多数人在讨论中引入他们时,有人说诗人是这个意思,有人说是那个意思,结果是在讨论一件他们无法确证的事情。
§348ΣΩ. ἀλλὰ τὰς μὲν τοιαύτας συνουσίας ἐῶσιν χαίρειν, αὐτοὶ δʼ ἑαυτοῖς σύνεισιν διʼ ἑαυτῶν, ἐν τοῖς ἑαυτῶν λόγοις πεῖραν ἀλλήλων λαμβάνοντες καὶ διδόντες.
苏格拉底:相反,他们把这类聚会搁置一旁,自己通过自身相互交流,在自己的言语中互相检验、互相考量。
τοὺς τοιούτους μοι δοκεῖ χρῆναι μᾶλλον μιμεῖσθαι ἐμέ τε καὶ σέ, καταθεμένους τοὺς ποιητὰς αὐτοὺς διʼ ἡμῶν αὐτῶν πρὸς ἀλλήλους τοὺς λόγους ποιεῖσθαι, τῆς ἀληθείας καὶ ἡμῶν αὐτῶν πεῖραν λαμβάνοντας·
在我看来,你和我更应该效仿这样的人,把诗人抛在一边,通过我们自身彼此进行讨论,对真理和我们自身进行检验。
κἂν μὲν βούλῃ ἔτι ἐρωτᾶν, ἕτοιμός εἰμί σοι παρέχειν ἀποκρινόμενος· ἐὰν δὲ βούλῃ, σὺ ἐμοὶ παράσχες, περὶ ὧν μεταξὺ ἐπαυσάμεθα διεξιόντες, τούτοις τέλος ἐπιθεῖναι.
如果你还想提问,我随时准备回答;如果你愿意,你就回答我,把我们中途停止讨论的那些问题进行到底。
λέγοντος οὖν ἐμοῦ ταῦτα καὶ τοιαῦτα ἄλλα οὐδὲν ἀπεσάφει ὁ Πρωταγόρας ὁπότερα ποιήσοι.
” 当我说这些以及其他类似的话时,普罗泰戈拉完全没有明确表示他要采取哪一种方式。
εἶπεν οὖν ὁ Ἀλκιβιάδης πρὸς τὸν Καλλίαν βλέψας,
ὦ Καλλία, δοκεῖ σοι,
ἔφη,
καὶ νῦν καλῶς Πρωταγόρας ποιεῖν, οὐκ ἐθέλων εἴτε δώσει λόγον εἴτε μὴ διασαφεῖν;
于是阿尔西比亚德斯看着卡里亚斯说道: “卡里亚斯啊,你认为普罗泰戈拉现在的做法合适吗? 他既不愿意说明是准备进行讨论还是不准备。
ἐμοὶ γὰρ οὐ δοκεῖ·
在我看来并不合适。
ἀλλʼ ἤτοι διαλεγέσθω ἢ εἰπέτω ὅτι οὐκ ἐθέλει διαλέγεσθαι, ἵνα τούτῳ μὲν ταῦτα συνειδῶμεν, Σωκράτης δὲ ἄλλῳ τῳ διαλέγηται ἢ ἄλλος ὅστις ἂν βούληται ἄλλῳ.
他要么进行讨论,要么声明自己不想讨论,好让我们大家心中有数,这样苏格拉底可以和别的人讨论,或者其他任何想讨论的人也可以和别人讨论。
καὶ ὁ Πρωταγόρας αἰσχυνθείς, ὥς γέ μοι ἔδοξεν, τοῦ τε Ἀλκιβιάδου ταῦτα λέγοντος καὶ τοῦ Καλλίου δεομένου καὶ τῶν ἄλλων σχεδόν τι τῶν παρόντων, μόγις προυτράπετο εἰς τὸ διαλέγεσθαι καὶ ἐκέλευεν ἐρωτᾶν αὑτὸν ὡς ἀποκρινούμενος.
” 普罗泰戈拉感到羞愧——在我看来确实如此——因为阿尔西比亚德斯这样说,卡里亚斯也这样请求,在场的其他几乎所有人也是如此,他才勉强转而同意讨论,并让我提问,表示他会回答。
εἶπον δὴ ἐγώ· ὦ Πρωταγόρα, μὴ οἴου διαλέγεσθαί μέ σοι ἄλλο τι βουλόμενον ἢ ἃ αὐτὸς ἀπορῶ ἑκάστοτε, ταῦτα διασκέψασθαι.
于是我说道: “普罗泰戈拉啊,请不要以为我和你讨论是为了别的什么目的,我只不过是想探讨我自己在每个时刻所感到困惑的那些问题。
ἡγοῦμαι γὰρ πάνυ λέγειν τι τὸν Ὅμηρον τὸ—
"
σύν τε δύʼ ἐρχομένω, καί τε πρὸ ὃ τοῦ ἐνόησεν.
因为我认为荷马说得非常对,他写道: ‘二人同行,一者先于他者察觉。
"
εὐπορώτεροι γάρ πως ἅπαντές ἐσμεν οἱ ἄνθρωποι πρὸς ἅπαν ἔργον καὶ λόγον καὶ διανόημα·
’因为我们人类不知为何,在任何行动、言论和思考上,共同合作时都会显得更有办法。
"μοῦνος δʼ εἴπερ τε νοήσῃ"
, αὐτίκα περιιὼν ζητεῖ ὅτῳ ἐπιδείξηται καὶ μεθʼ ὅτου βεβαιώσηται, ἕως ἂν ἐντύχῃ.
但‘如果独自一人察觉’,他也会立即四处寻找可以展示的人和可以共同确证的人,直到遇到这样的人为止。
ὥσπερ καὶ ἐγὼ ἕνεκα τούτου σοὶ ἡδέως διαλέγομαι μᾶλλον ἢ ἄλλῳ τινί, ἡγούμενός σε βέλτιστʼ ἂν ἐπισκέψασθαι καὶ περὶ τῶν ἄλλων περὶ ὧν εἰκὸς σκοπεῖσθαι τὸν ἐπιεικῆ, καὶ δὴ καὶ περὶ ἀρετῆς.
就像我一样,为了这个原因,我比和任何人都更乐意与你讨论,因为我认为对于一个高尚的人所应当探求的其他事情,尤其是对于美德,你能够进行最好的省察。
τίνα γὰρ ἄλλον ἢ σέ;
因为除了你,还能有谁呢?
ὅς γε οὐ μόνον αὐτὸς οἴει καλὸς κἀγαθὸς εἶναι, ὥσπερ τινὲς ἄλλοι αὐτοὶ μὲν ἐπιεικεῖς εἰσιν, ἄλλους δὲ οὐ δύνανται ποιεῖν·
你不仅认为自己是一个高尚而优秀的人——就像其他一些人自己虽然高尚,却无法使别人也变得高尚——”