§351ΣΩ.
ἐγὼ δὲ οὐδαμοῦ οὐδʼ ἐνταῦθα ὁμολογῶ τοὺς δυνατοὺς ἰσχυροὺς εἶναι, τοὺς μέντοι ἰσχυροὺς δυνατούς· οὐ γὰρ ταὐτὸν εἶναι δύναμίν τε καὶ ἰσχύν, ἀλλὰ τὸ μὲν καὶ ἀπὸ ἐπιστήμης γίγνεσθαι, τὴν δύναμιν, καὶ ἀπὸ μανίας γε καὶ θυμοῦ, ἰσχὺν δὲ ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν σωμάτων.
普罗塔戈拉:但我无论在哪里,甚至在这里,也都不承认有能力的人就是强壮的,尽管强壮的人确实是有能力的;因为能力和力量并不是一回事,其中一个,即能力,会从知识中产生,也会从疯狂和激情中产生,而力量则是从天性和身体的良好营养中产生的。
οὕτω δὲ κἀκεῖ οὐ ταὐτὸν εἶναι θάρσος τε καὶ ἀνδρείαν· ὥστε συμβαίνει τοὺς μὲν ἀνδρείους θαρραλέους εἶναι, μὴ μέντοι τούς γε θαρραλέους ἀνδρείους πάντας·
同样地,在那个情况下,大胆和勇气也不是一回事;因此,结果是勇敢的人是大胆的,但并非所有大胆的人都是勇敢的。
θάρσος μὲν γὰρ καὶ ἀπὸ τέχνης γίγνεται ἀνθρώποις καὶ ἀπὸ θυμοῦ γε καὶ ἀπὸ μανίας, ὥσπερ ἡ δύναμις, ἀνδρεία δὲ ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν ψυχῶν γίγνεται.
因为对人来说,大胆会从技艺中产生,也会从激情和疯狂中产生,正如能力一样,而勇气则是从天性和灵魂的良好培育中产生的。
λέγεις δέ τινας, ἔφην, ὦ Πρωταγόρα, τῶν ἀνθρώπων εὖ ζῆν, τοὺς δὲ κακῶς;
“普罗塔戈拉啊,”我说道,“你是否认为有些人活得好,而有些人活得差?
—ἔφη.
” “他说是的。
—ἆρʼ οὖν δοκεῖ σοι ἄνθρωπος ἂν εὖ ζῆν, εἰ ἀνιώμενός τε καὶ ὀδυνώμενος ζῴη;
” “那么,如果一个人在痛苦和受折磨中生活,你认为他活得好吗?
—οὐκ ἔφη.
” “他说不。
—τί δʼ εἰ ἡδέως βιοὺς τὸν βίον τελευτήσειεν;
” “但是如果他快乐地度过一生并结束生命呢?
οὐκ εὖ ἄν σοι δοκεῖ οὕτως βεβιωκέναι;
你难道不认为他这样生活是活得好吗?
—
ἔμοιγʼ,
ἔφη.
” “对我来说是的,”他说道。
—τὸ μὲν ἄρα ἡδέως ζῆν ἀγαθόν, τὸ δʼ ἀηδῶς κακόν.
“那么,快乐地生活是好的,而不快乐地生活是坏的。
—
εἴπερ τοῖς καλοῖς γʼ,
ἔφη,
ζῴη ἡδόμενος.
” “如果他是在享受美好的事物中生活的话,”他说道。
—τί δή, ὦ Πρωταγόρα;
“为什么呢,普罗塔戈拉?
μὴ καὶ σύ, ὥσπερ οἱ πολλοί, ἡδέʼ ἄττα καλεῖς κακὰ καὶ ἀνιαρὰ ἀγαθά;
难道你也像大众一样,把某些快乐的事物称为坏的,而把某些痛苦的事物称为好的吗?
ἐγὼ γὰρ λέγω, καθʼ ὃ ἡδέα ἐστίν, ἆρα κατὰ τοῦτο οὐκ ἀγαθά, μὴ εἴ τι ἀπʼ αὐτῶν ἀποβήσεται ἄλλο;
因为我是这样说的:只要它们是快乐的,在这一方面它们难道不是好的吗,除非从中会产生别种后果?
καὶ αὖθις αὖ τὰ ἀνιαρὰ ὡσαύτως οὕτως οὐ καθʼ ὅσον ἀνιαρά, κακά;
反过来,痛苦的事物难道不也是一样,只要它们是痛苦的,就是坏的吗?
—
οὐκ οἶδα, ὦ Σώκρατες,
ἔφη,
ἁπλῶς οὕτως, ὡς σὺ ἐρωτᾷς, εἰ ἐμοὶ ἀποκριτέον ἐστὶν ὡς τὰ ἡδέα τε ἀγαθά ἐστιν ἅπαντα καὶ τὰ ἀνιαρὰ κακά· ἀλλά μοι δοκεῖ οὐ μόνον πρὸς τὴν νῦν ἀπόκρισιν ἐμοὶ ἀσφαλέστερον εἶναι ἀποκρίνασθαι, ἀλλὰ καὶ πρὸς πάντα τὸν ἄλλον βίον τὸν ἐμόν, ὅτι ἔστι μὲν ἃ τῶν ἡδέων οὐκ ἔστιν ἀγαθά, ἔστι δʼ αὖ καὶ ἃ τῶν ἀνιαρῶν οὐκ ἔστι κακά, ἔστι δʼ ἃ ἔστι, καὶ τρίτον ἃ οὐδέτερα, οὔτε κακὰ οὔτʼ ἀγαθά.
” “苏格拉底啊,”他说道,“我不知道像你问的那样简单地回答,是否应当承认所有快乐的事物都是好的,所有痛苦的事物都是坏的;但对我来说,不仅对于现在的回答,而且对于我今后的整个生活,更安全的回答似乎是:在快乐的事物中,有些不是好的;反过来,在痛苦的事物中,也有一些不是坏的;还有一些确实是;第三种则是中性的,既非坏也非好。
—ἡδέα δὲ καλεῖς, ἦν δʼ ἐγώ, οὐ τὰ ἡδονῆς μετέχοντα ἢ ποιοῦντα ἡδονήν;
” “那么,”我说道,“你所说的‘快乐的’,难道不是指那些分享了快乐或产生快乐的事物吗?
—
πάνυ γʼ,
ἔφη.
” “确实如此,”他说道。
—τοῦτο τοίνυν λέγω, καθʼ ὅσον ἡδέα ἐστίν, εἰ οὐκ ἀγαθά, τὴν ἡδονὴν αὐτὴν ἐρωτῶν εἰ οὐκ ἀγαθόν ἐστιν.
“那么这就是我要说的:只要它们是快乐的,它们难道不是好的吗? 我是在问快乐本身,它难道不是一件好事吗?
—
ὥσπερ σὺ λέγεις,
ἔφη,
ἑκάστοτε, ὦ Σώκρατες, σκοπώμεθα αὐτό, καὶ ἐὰν μὲν πρὸς λόγον δοκῇ εἶναι τὸ σκέμμα καὶ τὸ αὐτὸ φαίνηται ἡδύ τε καὶ ἀγαθόν, συγχωρησόμεθα· εἰ δὲ μή, τότε ἤδη ἀμφισβητήσομεν.
” “正如你每次所说的那样,苏格拉底啊,”他说道,“让我们来省察它。 如果这一考量显得合乎情理,且‘快乐的’与‘好的’显现为同一事物,我们就会表示同意;但若非如此,到那时我们再进行争论。
πότερον οὖν, ἦν δʼ ἐγώ, σὺ βούλει ἡγεμονεύειν τῆς σκέψεως, ἢ ἐγὼ ἡγῶμαι;
” “那么,”我说道,“你是愿意主导这次省察,还是由我来领头?
δίκαιος,
ἔφη,
σὺ ἡγεῖσθαι· σὺ γὰρ καὶ κατάρχεις τοῦ λόγου.
” “理当由你领头,”他说道,“因为正是你开启了这一讨论。 ”