- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:349-350
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテスはプロタゴラスに対して徳の諸部分の統一性について再び問いを提起し、プロタゴラスは「勇気」のみが他の徳と全く異なると主張する。ソクラテスは「大胆さ」と「知識」を結びつけて勇気と知恵を同一視しようとするが、プロタゴラスは命題の逆転を不当に行っているとしてその論理を鋭く批判する。
ΣΩ. σὺ δὲ καὶ αὐτὸς ἀγαθὸς εἶ καὶ ἄλλους οἷός τʼ εἶ ποιεῖν ἀγαθούς, καὶ οὕτω πεπίστευκας σαυτῷ, ὥστε καὶ ἄλλων ταύτην τὴν τέχνην ἀποκρυπτομένων1 σύ γʼ ἀναφανδὸν σεαυτὸν ὑποκηρυξάμενος εἰς πάντας τοὺς Ἕλληνας, σοφιστὴν ἐπονομάσας σεαυτόν, ἀπέφηνας παιδεύσεως καὶ ἀρετῆς διδάσκαλον, πρῶτος τούτου μισθὸν ἀξιώσας ἄρνυσθαι. πῶς οὖν οὐ σὲ χρῆν παρακαλεῖν ἐπὶ τὴν τούτων σκέψιν καὶ ἐρωτᾶν καὶ ἀνακοινοῦσθαι; οὐκ ἔσθʼ ὅπως οὔ. καὶ νῦν δὴ ἐγὼ ἐκεῖνα, ἅπερ τὸ πρῶτον ἠρώτων περὶ τούτων, πάλιν ἐπιθυμῶ ἐξ ἀρχῆς τὰ μὲν ἀναμνησθῆναι παρὰ σοῦ, τὰ δὲ συνδιασκέψασθαι. ἦν δέ, ὡς ἐγᾦμαι, τὸ ἐρώτημα τόδε· σοφία καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη καὶ ὁσιότης, πότερον ταῦτα, πέντε ὄντα ὀνόματα, ἐπὶ ἑνὶ πράγματί ἐστιν, ἢ ἑκάστῳ τῶν ὀνομάτων τούτων ὑπόκειταί τις ἴδιος οὐσία καὶ πρᾶγμα ἔχον ἑαυτοῦ δύναμιν ἕκαστον, οὐκ ὂν οἷον τὸ ἕτερον αὐτῶν τὸ ἕτερον; ἔφησθα οὖν σὺ οὐκ ὀνόματα ἐπὶ ἑνὶ εἶναι, ἀλλὰ ἕκαστον ἰδίῳ πράγματι τῶν ὀνομάτων τούτων ἐπικεῖσθαι, πάντα δὲ ταῦτα μόρια εἶναι ἀρετῆς, οὐχ ὡς τὰ τοῦ χρυσοῦ μόρια ὅμοιά ἐστιν ἀλλήλοις καὶ τῷ ὅλῳ οὗ μόριά ἐστιν, ἀλλʼ ὡς τὰ τοῦ προσώπου μόρια καὶ τῷ ὅλῳ οὗ μόριά ἐστιν καὶ ἀλλήλοις ἀνόμοια, ἰδίαν ἕκαστα δύναμιν ἔχοντα. ταῦτα εἰ μέν σοι δοκεῖ ἔτι ὥσπερ τότε, φάθι· εἰ δὲ ἄλλως πως, τοῦτο διόρισαι, ὡς ἔγωγε οὐδέν σοι ὑπόλογον τίθεμαι, ἐάν πῃ ἄλλῃ νῦν φήσῃς· οὐ γὰρ ἂν θαυμάζοιμι εἰ τότε ἀποπειρώμενός μου ταῦτα ἔλεγες. ἀλλʼ ἐγώ σοι, ἔφη, λέγω, ὦ Σώκρατες, ὅτι ταῦτα πάντα μόρια μέν ἐστιν ἀρετῆς, καὶ τὰ μὲν τέτταρα αὐτῶν ἐπιεικῶς παραπλήσια ἀλλήλοις ἐστίν, ἡ δὲ ἀνδρεία πάνυ πολὺ διαφέρον πάντων τούτων. ὧδε δὲ γνώσῃ ὅτι ἐγὼ ἀληθῆ λέγω· εὑρήσεις γὰρ πολλοὺς τῶν ἀνθρώπων ἀδικωτάτους μὲν ὄντας καὶ ἀνοσιωτάτους καὶ ἀκολαστοτάτους καὶ ἀμαθεστάτους, ἀνδρειοτάτους δὲ διαφερόντως. ἔχε δή, ἔφην ἐγώ· ἄξιον γάρ τοι ἐπισκέψασθαι ὃ λέγεις. πότερον τοὺς ἀνδρείους θαρραλέους λέγεις ἢ ἄλλο τι;— καὶ ἴτας γε, ἔφη, ἐφʼ ἃ οἱ πολλοὶ φοβοῦνται ἰέναι. —φέρε δή, τὴν ἀρετὴν καλόν τι φῂς εἶναι, καὶ ὡς καλοῦ ὄντος αὐτοῦ σὺ διδάσκαλον σαυτὸν παρέχεις;— κάλλιστον μὲν οὖν, ἔφη, εἰ μὴ μαίνομαί γε. —πότερον οὖν, ἦν δʼ ἐγώ, τὸ μέν τι αὐτοῦ αἰσχρόν, τὸ δέ τι καλόν, ἢ ὅλον καλόν;— ὅλον που καλὸν ὡς οἷόν τε μάλιστα. —
ソクラテス:しかしあなたは、自分自身が優れた人であるだけでなく、他者を優れた人にすることもでき、また自分自身を大いに確信しているので、他の人々がこの技術を隠し立てしているのに対して、あなたはすべてのギリシア人に対して公然と自分を宣伝し、みずからをソフィステスと名づけ、教養と徳の教師であることを公言し、このことに対して報酬を受け取る価値があると主張した最初の人間となった。それなら、どうしてあなたをこれらの吟味に招き、質問し、相談しないでいられただろうか。到底そうしないわけにはいかない。そこで今、私はこれらのことについて最初に質問した事柄を、再び最初から、あることはあなたに思い出させてもらい、あることは共同で探求したいと望んでいる。質問は、私の思うに次のようなものだった。すなわち、知恵、節制、勇気、正義、虔敬という、これら五つの名称は、一つの事柄に対してあるのか、それともこれらそれぞれの名称の下に、何か固有の本質と、それぞれ固有の機能を持つ事柄が存していて、それらの一方は他方とは異なる性質のものなのか。そこであなたは、それらは一つのものに対する名前ではなく、これらそれぞれの名前は固有の事柄に割り当てられており、それらはすべて徳の部分であるが、金の部分が互いに、またその部分である全体に似ているのとは異なり、顔の部分がその部分である全体に対しても、また互いに対しても異なっており、それぞれ固有の機能を持っているのと同様である、と言った。もしこれらのことが、今でもあの時のようにあなたに思われるなら、そう言いなさい。もし何か異なるように思われるなら、それを明確に定義しなさい。あなたが今、何か異なることを言ったとしても、私はそれを不問に付すから。あなたが当時、私を試そうとしてそう言っていたのだとしても、私は驚かないからだ。 「いや、ソクラテスよ」と彼は言った。「私はあなたに言うが、これらはすべて徳の部分ではあるものの、そのうちの四つは互いにかなりよく似ているが、勇気はこれらすべてと極めて大きく異なっている。私が真実を語っていることは、次のようにして知るだろう。というのも、極めて不正で、極めて不虔敬で、極めて放縦で、極めて無知でありながら、際立って勇敢な人々を、あなたは多く見出すだろうからだ。」 「ちょっと待ってほしい」と私は言った。「あなたの言うことは、確かに吟味するに値する。あなたは勇気ある人々を大胆な人々だと言っているのか、それとも別の何かか?」 「そうだ、しかも多くの人々が恐れて行こうとしないところへ、突き進んでいく人々だ」と彼は言った。 「では、あなたは徳を美しいものであるとし、それが美しいものであるからこそ、自分をその教師として提供しているのか?」 「最も美しいものだとも、私が狂っていない限りは」と彼は言った。 「では」と私は言った。「その一部は醜く、一部は美しいのか、それとも全体が美しいのか?」 「無論、可能な限り全体が美しい。」
ΣΩ. οἶσθα οὖν τίνες εἰς τὰ φρέατα κολυμβῶσιν θαρραλέως;— ἔγωγε, ὅτι οἱ κολυμβηταί. —πότερον διότι ἐπίστανται ἢ διʼ ἄλλο τι;— ὅτι ἐπίστανται. —τίνες δὲ ἀπὸ τῶν ἵππων πολεμεῖν θαρραλέοι εἰσίν; πότερον οἱ ἱππικοὶ ἢ οἱ ἄφιπποι;— οἱ ἱππικοί. —τίνες δὲ πέλτας ἔχοντες; οἱ πελταστικοὶ ἢ οἱ μή;— οἱ πελταστικοί. καὶ τὰ ἄλλα γε πάντα, εἰ τοῦτο ζητεῖς, ἔφη, οἱ ἐπιστήμονες τῶν μὴ ἐπισταμένων θαρραλεώτεροί εἰσιν, καὶ αὐτοὶ ἑαυτῶν ἐπειδὰν μάθωσιν ἢ πρὶν μαθεῖν. —ἤδη δέ τινας ἑώρακας, ἔφην, πάντων τούτων ἀνεπιστήμονας ὄντας, θαρροῦντας δὲ πρὸς ἕκαστα τούτων;— ἔγωγε, ἦ δʼ ὅς, καὶ λίαν γε θαρροῦντας. —οὐκοῦν οἱ θαρραλέοι οὗτοι καὶ ἀνδρεῖοί εἰσιν;— αἰσχρὸν μεντἄν, ἔφη, εἴη2 ἡ ἀνδρεία· ἐπεὶ οὗτοί γε μαινόμενοί εἰσιν. —πῶς οὖν, ἔφην ἐγώ, λέγεις τοὺς ἀνδρείους; οὐχὶ τοὺς θαρραλέους εἶναι;— καὶ νῦν γʼ, ἔφη.— οὐκοῦν οὗτοι, ἦν δʼ ἐγώ, οἱ οὕτω θαρραλέοι ὄντες οὐκ ἀνδρεῖοι ἀλλὰ μαινόμενοι φαίνονται; καὶ ἐκεῖ αὖ οἱ σοφώτατοι οὗτοι καὶ θαρραλεώτατοί εἰσιν, θαρραλεώτατοι δὲ ὄντες ἀνδρειότατοι; καὶ κατὰ τοῦτον τὸν λόγον ἡ σοφία ἂν ἀνδρεία εἴη; οὐ καλῶς, ἔφη, μνημονεύεις, ὦ Σώκρατες, ἃ ἔλεγόν τε καὶ ἀπεκρινόμην σοι. ἔγωγε ἐρωτηθεὶς ὑπὸ σοῦ εἰ οἱ ἀνδρεῖοι θαρραλέοι εἰσίν, ὡμολόγησα· εἰ δὲ καὶ οἱ θαρραλέοι ἀνδρεῖοι,3 οὐκ ἠρωτήθην—εἰ γάρ με τότε ἤρου, εἶπον ἂν ὅτι οὐ πάντες—τοὺς δὲ ἀνδρείους ὡς οὐ θαρραλέοι εἰσίν, τὸ ἐμὸν ὁμολόγημα οὐδαμοῦ ἐπέδειξας ὡς οὐκ ὀρθῶς ὡμολόγησα. ἔπειτα τοὺς ἐπισταμένους αὐτοὺς ἑαυτῶν θαρραλεωτέρους ὄντας ἀποφαίνεις καὶ μὴ ἐπισταμένων ἄλλων, καὶ ἐν τούτῳ οἴει τὴν ἀνδρείαν καὶ τὴν σοφίαν ταὐτὸν εἶναι· τούτῳ δὲ τῷ τρόπῳ μετιὼν καὶ τὴν ἰσχὺν οἰηθείης ἂν εἶναι σοφίαν. πρῶτον μὲν γὰρ εἰ οὕτω μετιὼν ἔροιό με εἰ οἱ ἰσχυροὶ δυνατοί εἰσιν, φαίην ἄν· ἔπειτα, εἰ οἱ ἐπιστάμενοι παλαίειν δυνατώτεροί εἰσιν τῶν μὴ ἐπισταμένων παλαίειν καὶ αὐτοὶ αὑτῶν ἐπειδὰν μάθωσιν ἢ πρὶν μαθεῖν, φαίην ἄν· ταῦτα δὲ ἐμοῦ ὁμολογήσαντος ἐξείη ἄν σοι, χρωμένῳ τοῖς αὐτοῖς τεκμηρίοις τούτοις, λέγειν ὡς κατὰ τὴν ἐμὴν ὁμολογίαν ἡ σοφία ἐστὶν ἰσχύς.
ソクラテス:「では、井戸に大胆に飛び込むのは誰か知っているか?」 「知っているとも、潜水夫たちだ。」 「それは、彼らが知識を持っているからか、それとも他のことのためか?」 「知識を持っているからだ。」 「では、馬の上から戦うのに大胆なのは誰か?騎兵か、それとも騎乗の技術のない者か?」 「騎兵だ。」 「では、軽装盾を持って戦うのに大胆なのは?軽装兵か、そうでない者か?」 「軽装兵だ。そして他のすべてのことにおいても、もしあなたがそれを求めているのなら」と彼は言った。「知識を持っている者たちは、持っていない者たちよりも大胆であり、彼ら自身を比べても、学んだ後の方が学ぶ前よりも大胆なのだ。」 「では、これらすべての知識を持たないのに、これらの個々のことに対して大胆である人々を、これまでに見たことがあるか?」と私は言った。 「あるとも」と彼は言った。「しかも大いに大胆な人々を。」 「では、これら大胆な人々は、勇気もあるのだろうか?」 「そんなことを言ったら、勇気は醜いものになってしまうだろう」と彼は言った。「なぜなら、彼らは気が狂っているのだから。」 「では」と私は言った。「あなたは勇気ある人々をどのように言っているのか?大胆な人々だと言っているのではないのか?」 「今でもそうだ」と彼は言った。「では」と私は言った。「このように大胆である人々は、勇気があるのではなく気が狂っているように見える。一方で、あちらでは、最も知恵のある人々が最も大胆であり、最も大胆であることによって、最も勇気があることになる。そしてこの議論によれば、知恵こそが勇気ということになるのではないか?」 「ソクラテスよ、あなたは私があなたに語り、答えたことを正しく覚えていない」と彼は言った。「私はあなたから『勇気ある人々は大胆か』と尋ねられて同意したが、『大胆な人々は勇気があるか』とは尋ねられなかった。もしあの時そう尋ねていたなら、すべてではないと答えただろう。そして、勇気ある人々が大胆であるということについて、私の同意が正しくなかったということを、あなたはどこにも示さなかった。その上で、知識を持っている者が、自分自身の以前より、また他人の知識を持たない者よりも大胆であることを示し、これによって勇気と知恵が同一であると考えている。しかし、そのようなやり方を進めるなら、強さをも知恵であると思うことになってしまうだろう。というのも、まず第一に、もしそのように進めて、強い人々は能力がある(力強い)かと私に尋ねるなら、私はそうだと言うだろう。次に、格闘技を知っている者は、知らない者よりも能力があり、また自分自身の学ぶ前よりも学んだ後の方が能力があるかと尋ねるなら、私はそうだと言うだろう。私がこれらに同意したならば、あなたはこれらと同じ証拠を用いて、私の同意に従えば知恵が強さであると言うことができるようになってしまうのだから。」
- 349ἄλλων ταύτην τὴν τέχνην ἀποκρυπτομένων
名詞と分詞による属格独立構文であり、主節の主語である σύ γʼ との対比、あるいは譲歩(「他の人々がこの技術を隠しているのに対して」)を表す。
- 350bαἰσχρὸν μεντἄν... εἴη
μεντἄν は μέντοι ἄν の縮約。潜在または反実仮想を表す希求法 εἴη とともに用いられ、「もし知識を持たない大胆な狂人たちが勇気ある者だとすれば」という仮定条件を暗に前提して、帰結(「勇気は醜いものになってしまうだろう」)を導いている。
- 350cεἰ δὲ καὶ οἱ θαρραλέοι ἀνδρεῖοί
動詞 εἰσίν が省略されている。プロタゴラスは「すべての勇気ある者は大胆である」という合意から、「すべての大胆な者は勇気がある」という逆の命題を無条件に導き出そうとするソクラテスの論理的飛躍を指摘している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 1 件
