Humanitext Reader

柏拉图 · 尤西德莫斯篇 §300-301

关于沉默发声的诡辩与美之临在的论辩

第 21 段,共 25 段 · 希腊语

内容简介

尤苏戴莫斯和狄奥尼索多洛斯针对克特西波斯展开了关于“看见的能力”和“沉默中说话”等概念多义性的诡辩,但被克特西波斯驳回。随后,狄奥尼索多洛斯就美本身的临在以及对各工匠“合适行为”的定义与苏格拉底展开辩论,导出了荒谬的结论。

§300ΣΩ. πότερον δὲ ὁρῶσιν, ἔφη ὁ Εὐθύδημος, καὶ Σκύθαι τε καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ἢ τὰ ἀδύνατα;
苏格拉底:“‘但是,’尤苏戴莫斯说道,‘斯基泰人和其他人类看的是有能力看见的东西,还是没有能力看见的东西?
— τὰ δυνατὰ δήπου.
’ ‘——当然是有能力看见的东西。
— οὐκοῦν καὶ σύ, ἔφη;
’ ‘——那么,你也是吗? ’他说道。
— κἀγώ.
‘——我也是。
— ὁρᾷς οὖν τὰ ἡμέτερα ἱμάτια;
’ ‘——那么,你看见我们的斗篷吗?
— ναί.
’ ‘——看见。
— δυνατὰ οὖν ὁρᾶν ἐστὶν ταῦτα.
’ ‘——那么,这些是有能力看见的吗?
— ὑπερφυῶς, ἔφη ὁ Κτήσιππος.
’ ‘——太有能力了,’克特西波斯说道。
— τί δέ;
‘——那么它们看见什么?
ἦ δʼ ὅς.
’他说道。
— μηδέν.
‘——没什么。
σὺ δὲ ἴσως οὐκ οἴει αὐτὰ ὁρᾶν· οὕτως ἡδὺς εἶ.
但你也许认为它们看不见;你真是太天真可爱了。
ἀλλά μοι δοκεῖς, Εὐθύδημε, οὐ καθεύδων ἐπικεκοιμῆσθαι καί, εἰ οἷόν τε λέγοντα μηδὲν λέγειν, καὶ σὺ τοῦτο ποιεῖν.
不过尤苏戴莫斯,我觉得你不是在睡觉,而是睁着眼睡着了,而且,如果可能的话,说话却什么也没说,你也就是在做这档子事。
ἦ γὰρ οὐχ οἷόν τʼ, ἔφη ὁ Διονυσόδωρος, σιγῶντα λέγειν;
’ ‘难道,’狄奥尼索多洛斯说道,‘沉默的人说话是不可能的吗?
— οὐδʼ ὁπωστιοῦν, ἦ δʼ ὃς ὁ Κτήσιππος.
’ ‘——绝不可能,’克特西波斯说道。
— ἆρʼ οὐδὲ λέγοντα σιγᾶν;
‘——那么,说话的人沉默也是不可能的吗?
— ἔτι ἧττον, ἔφη.
’ ‘——更不可能,’他说道。
— ὅταν οὖν λίθους λέγῃς καὶ ξύλα καὶ σιδήρια, οὐ σιγῶντα λέγεις;
‘——那么,当你谈论石头、木头和铁器时,你不是在说沉默的东西吗?
— οὔκουν εἴ γε ἐγώ, ἔφη, παρέρχομαι ἐν τοῖς χαλκείοις, ἀλλὰ φθεγγόμενα καὶ βοῶντα μέγιστον τὰ σιδήρια λέγεται, ἐάν τις ἅψηται· ὥστε τοῦτο μὲν ὑπὸ σοφίας ἔλαθες οὐδὲν εἰπών.
’ ‘——至少我,’他说道,‘走过铁匠铺时不是这样的,如果有人碰一下,铁器就会发出极大的声音并大声喊叫(说话);所以你的智慧让你一无所成地什么也没说。
ἀλλʼ ἔτι μοι τὸ ἕτερον ἐπιδείξατον, ὅπως αὖ ἔστιν λέγοντα σιγᾶν.
不过,你们俩再给我演示一下另一个:说话的人如何又能沉默。
καί μοι ἐδόκει ὑπεραγωνιᾶν ὁ Κτήσιππος διὰ τὰ παιδικά.
’ 在我看来,克特西波斯似乎因为他的爱人而显得过度好斗。
ὅταν σιγᾷς, ἔφη ὁ Εὐθύδημος, οὐ πάντα σιγᾷς;
‘当你沉默时,’尤苏戴莫斯说道,‘你不是对一切都保持沉默吗?
— ἔγωγε, ἦ δʼ ὅς.
’ ‘——我是的,’他说道。
— οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς, εἴπερ τῶν ἁπάντων ἐστὶν.
‘——那么,你对说话的东西也保持沉默了,如果它们属于一切的话。
— τί δέ;
’ ‘——什么?
ἔφη ὁ Κτήσιππος, οὐ σιγᾷ πάντα;
’克特西波斯说道,‘难道不是一切都保持沉默吗?
— οὐ δήπου, ἔφη ὁ Εὐθύδημος.
’ ‘——当然不是,’尤苏戴莫斯说道。
— ἀλλʼ ἄρα, ὦ βέλτιστε, λέγει τὰ πάντα;
‘——那么,好人啊,难道一切都在说话吗?
— τά γε δήπου λέγοντα.
’ ‘——说话的东西当然在说话。
— ἀλλά, ἦ δʼ ὅς, οὐ τοῦτο ἐρωτῶ, ἀλλὰ τὰ πάντα σιγᾷ ἢ λέγει;
’ ‘——但是,’他说道,‘我问的不是这个,而是一切是在沉默还是在说话?
οὐδέτερα καὶ ἀμφότερα, ἔφη ὑφαρπάσας ὁ Διονυσόδωρος· εὖ γὰρ οἶδα ὅτι τῇ ἀποκρίσει οὐχ ἕξεις ὅτι χρῇ.
’ ‘既非两者,亦是两者,’狄奥尼索多洛斯抢过话头说道;‘因为我非常清楚,对于这个回答你将无言以对。
καὶ ὁ Κτήσιππος, ὥσπερ εἰώθει, μέγα πάνυ ἀνακαγχάσας, ὦ Εὐθύδημε, ἔφη, ὁ ἀδελφός σου ἐξημφοτέρικεν τὸν λόγον, καὶ ἀπόλωλέ τε καὶ ἥττηται.
’ 克特西波斯像往常一样,大笑起来: ‘尤苏戴莫斯,你的兄弟把论证变成了两头堵,他已经完蛋并被击败了。
καὶ ὁ Κλεινίας πάνυ ἥσθη καὶ ἐγέλασεν, ὥστε ὁ Κτήσιππος ἐγένετο πλεῖον ἢ δεκαπλάσιος.
’ 克莱尼亚斯非常高兴并笑了起来,这使得克特西波斯膨胀了十倍以上。
ὁ δέ μοι δοκεῖ ἅτε πανοῦργος ὤν, ὁ Κτήσιππος, παρʼ αὐτῶν τούτων αὐτὰ ταῦτα παρηκηκόει· οὐ γάρ ἐστιν ἄλλων τοιαύτη σοφία τῶν νῦν ἀνθρώπων.
在我看来,克特西波斯这个家伙很狡猾,他是从他们这些人那里偷听到了这些话;因为现在的人中没有其他这样的智慧了。
κἀγὼ εἶπον· τί γελᾷς, ὦ Κλεινία, ἐπὶ σπουδαίοις οὕτω πράγμασιν καὶ καλοῖς;
于是我说道:‘克莱尼亚斯,对于如此严肃而美好的事情,你笑什么呢?
σὺ γὰρ ἤδη τι πώποτʼ εἶδες, ὦ Σώκρατες, καλὸν πρᾶγμα;
’ ‘苏格拉底,你以前见过什么美好的事情吗?
ἔφη ὁ Διονυσόδωρος.
’狄奥尼索多洛斯说道。
ἔγωγε, ἔφην, καὶ πολλά γε, ὦ Διονυσόδωρε.
‘——见过,而且很多,狄奥尼索多洛斯。 ’我说道。
§301ΣΩ. ἆρα ἕτερα ὄντα τοῦ καλοῦ, ἔφη, ἢ ταὐτὰ τῷ καλῷ;
” “‘它们是与美本身不同的东西,’他说道,‘还是与美相同的?
κἀγὼ ἐν παντὶ ἐγενόμην ὑπὸ ἀπορίας, καὶ ἡγούμην δίκαια πεπονθέναι ὅτι ἔγρυξα, ὅμως δὲ ἕτερα ἔφην αὐτοῦ γε τοῦ καλοῦ· πάρεστιν μέντοι ἑκάστῳ αὐτῶν κάλλος τι.
’ 我因困惑而陷入了绝境,觉得自己多嘴是自作自受,但还是说,它们是与美本身不同的,然而它们每一个都有些许的美临在其中。
ἐὰν οὖν, ἔφη, παραγένηταί σοι βοῦς, βοῦς εἶ, καὶ ὅτι νῦν ἐγώ σοι πάρειμι, Διονυσόδωρος εἶ;
‘那么,’他说道,‘如果有一头牛临在你身上,你就是一头牛吗? 而因为现在我临在你身上,你就是狄奥尼索多洛斯吗?
εὐφήμει τοῦτό γε, ἦν δʼ ἐγώ.
’ ‘请闭嘴吧,别说这不吉利的话,’我说道。
ἀλλὰ τίνα τρόπον, ἔφη, ἑτέρου ἑτέρῳ παραγενομένου τὸ ἕτερον ἕτερον ἂν εἴη;
‘但是,’他说道,‘当一个不同的东西临在另一个不同的东西上时,那个不同的东西怎么会是不同的呢?
ἆρα τοῦτο, ἔφην ἐγώ, ἀπορεῖς;
’ ‘你,’我说道,‘是在困惑这个吗?
ἤδη δὲ τοῖν ἀνδροῖν τὴν σοφίαν ἐπεχείρουν μιμεῖσθαι, ἅτε ἐπιθυμῶν αὐτῆς.
’我当时已经开始试图模仿这两位男子的智慧,因为我渴望它。
πῶς γὰρ οὐκ ἀπορῶ, ἔφη, καὶ ἐγὼ καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι ὃ μὴ ἔστι;
‘我怎么能不困惑呢,’他说道,‘我和所有其他人类,对于不存在的事物?
τί λέγεις, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε;
’ ‘你在说什么,狄奥尼索多洛斯?
οὐ τὸ καλὸν καλόν ἐστιν καὶ τὸ αἰσχρὸν αἰσχρόν;
难道美不是美,丑不是丑吗?
— ἐὰν ἔμοιγε, ἔφη, δοκῇ.
’ ‘——如果我觉得是这样的话,’他说道。
—οὐκοῦν δοκεῖ;
‘——难道你不觉得是吗?
— πάνυ γʼ, ἔφη.
’ ‘——非常觉得,’他说道。
—οὐκοῦν καὶ τὸ ταὐτὸν ταὐτὸν καὶ τὸ ἕτερον ἕτερον;
‘——那么,相同的东西不就是相同的,不同的东西不就是不同的吗?
οὐ γὰρ δήπου τό γε ἕτερον ταὐτόν, ἀλλʼ ἔγωγε οὐδʼ ἂν παῖδα ᾤμην τοῦτο ἀπορῆσαι, ὡς οὐ τὸ ἕτερον ἕτερόν ἐστιν.
因为不同的东西当然不可能是相同的;但我本以为连一个小孩子都不会怀疑这个,即不同的东西是不同的。
ἀλλʼ, ὦ Διονυσόδωρε, τοῦτο μὲν ἑκὼν παρῆκας, ἐπεὶ τὰ ἄλλα μοι δοκεῖτε ὥσπερ οἱ δημιουργοὶ οἷς ἕκαστα προσήκει ἀπεργάζεσθαι, καὶ ὑμεῖς τὸ διαλέγεσθαι παγκάλως ἀπεργάζεσθαι.
但是,狄奥尼索多洛斯,你是故意漏过这一点的,因为在其他事情上,你们就像那些各司其职的工匠,把辩论也打磨得完美无缺。
οἶσθα οὖν, ἔφη, ὅτι προσήκει ἑκάστοις τῶν δημιουργῶν;
’ ‘那么,’他说道,‘你知道各工匠应该做什么吗?
πρῶτον τίνα χαλκεύειν προσήκει, οἶσθα;
首先,谁应该打铁,你知道吗?
—ἔγωγε· ὅτι χαλκέα.
’ ‘——知道,铁匠。
— τί δέ, κεραμεύειν;
’ ‘——那么,制陶呢?
—κεραμέα.
’ ‘——陶工。
— τί δέ, σφάττειν τε καὶ ἐκδέρειν καὶ τὰ μικρὰ κρέα κατακόψαντα ἕψειν καὶ ὀπτᾶν;
’ ‘——那么,宰杀、剥皮、把小块肉剁碎、煮和烤呢?
μάγειρον, ἦν δʼ ἐγώ.
’ ‘厨师,’我说道。
— οὐκοῦν ἐάν τις, ἔφη, τὰ προσήκοντα πράττῃ, ὀρθῶς πράξει;
‘——那么,如果有人,’他说道,‘做他该做的事,他就是做对了吗?
—μάλιστα.
’ ‘——非常对。
— προσήκει δέ γε, ὡς φῄς, τὸν μάγειρον κατακόπτειν καὶ ἐκδέρειν;
’ ‘——而正如你所说,剁碎和剥皮是适合厨师做的事?
ὡμολόγησας ταῦτα ἢ οὔ;
你同意这点还是不同意?
—ὡμολόγησα, ἔφην, ἀλλὰ συγγνώμην μοι ἔχε.
’ ‘——我同意了,’我说道,‘但请原谅我。
— δῆλον τοίνυν, ἦ δʼ ὅς, ὅτι ἄν τις σφάξας τὸν μάγειρον καὶ κατακόψας ἑψήσῃ καὶ ὀπτήσῃ, τὰ προσήκοντα ποιήσει· καὶ ἐὰν τὸν χαλκέα τις αὐτὸν χαλκεύῃ καὶ τὸν κεραμέα κεραμεύῃ, καὶ οὗτος τὰ προσήκοντα πράξει.
’ ‘——那么很明显,’他说道,‘如果有人宰杀了厨师,把他剁碎、煮了、烤了,他就是在做适合厨师做的事;如果有人锤打铁匠本人,把陶工制成陶器,他也是在做适合的事。
ὦ Πόσειδον, ἦν δʼ ἐγώ, ἤδη κολοφῶνα ἐπιτιθεῖς τῇ σοφίᾳ.
’ ‘波塞冬啊,’我说道,‘你现在给你们的智慧放上了最高峰的终饰。
ἆρά μοί ποτε αὕτη παραγενήσεται ὥστε μοι οἰκεία γενέσθαι;
这种智慧什么时候也能临在我的身上,变成我自己的呢?
ἐπιγνοίης ἂν αὐτήν, ὦ Σώκρατες, ἔφη, οἰκείαν γενομένην;
’ ‘苏格拉底,’他说道,‘当它变成你自己的时候,你能认出它吗?
ἐὰν σύ γε βούλῃ, ἔφην ἐγώ, δῆλον ὅτι.
’ ‘——只要你愿意,那显然能。 ’我说道。
τί δέ, ἦ δʼ ὅς, τὰ σαυτοῦ οἴει γιγνώσκειν;
‘——那么,’他说道,‘你以为你认识你自己的东西吗?
εἰ μή τι σὺ ἄλλο λέγεις· ἀπὸ σοῦ γὰρ δεῖ ἄρχεσθαι, τελευτᾶν δʼ εἰς Εὐθύδημον τόνδε.
’ ‘——除非你指的是别的事;因为必须从你开始,到这边的尤苏戴莫斯结束。 ’”

词汇与语法注释

  1. 300aδυνατὰ ὁρᾶν — 形容词 `δυνατά`(中性复数)后接主动不定式 `ὁρᾶν` 的结构。在语法上,它既可以表示主动的“有能力看见的”,也可以表示被动的“可以被看见的(可见的)”。尤苏戴莫斯首先在被动意义(“我们能看见的东西”)上取得克特西波斯的同意,随后在询问斗篷时,将解释偷换为主动意义(“有能力看见的”),以此进行诡辩。
  2. 300bσιγῶντα λέγειν — `σιγῶντα` 既可以被解释为阳性单数宾格分词(“沉默的人”,在“宾格加不定式”结构中充当不定式 `λέγειν` 的逻辑主语,意为“一个沉默的人说话”),也可以解释为中性复数宾格(“沉默的事物”,充当动词 `λέγειν` 的直接宾语,意为“说沉默的事物”)。狄奥尼索多洛斯先以前者的含义(“沉默的人说话”)进行发问,在克特西波斯予以否定后,又在 `σιγῶντα λέγεις` 中偷换为后者的含义(“谈论沉默的事物(如石头、木头)”),以此制造矛盾。
  3. 300cπάντα σιγᾷς — 基于动词 `σιγᾶν`(保持沉默)的及物与不及物用法混淆的诡辩。在前半句 `ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς;` 中,`πάντα` 起到关系宾格或直接宾语的作用(及物用法,“你难道不对所有事物保持沉默吗?”)。然而,尤苏戴莫斯随后将其偷换为不及物用法,将 `πάντα` 视为主语(中性复数主语接单数动词 `σιγᾷ`,“难道不是一切事物都保持沉默吗?”),从而导出了矛盾的结论 `οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς`(“因此你也对说话的事物保持沉默”)。
  4. 301aἑτέρου ἑτέρῳ παραγενομένου τὸ ἕτερον ἕτερον ἂν εἴη — 伴随属格独立结构(`ἑτέρου ἑτέρῳ παραγενομένου`),此处对涉及属性“临在”(`παρουσία`)的理念论进行了攻击。狄奥尼索多洛斯提出了一个难题:如果一个不同的东西(例如“美本身”)临在另一个不同的东西(例如“美好的事物”)上,被临在的那个东西(`τὸ ἕτερον`)如何还能保持是不同的?他以此来揭示理念“临在”这一概念中的表观矛盾。
  5. 301cὡς οὐ τὸ ἕτερον ἕτερόν ἐστιν — 希腊语的一种语法惯例,在由表示怀疑、否定或争议的词(此处为 `ἀπορῆσαι`)引导的从句中,从句内部的否定小词 `οὐ` 是多余的(赘余否定)。因此其意思不是“怀疑不同的东西不是不同的”,而是“怀疑不同的东西是不同的”。

引用这一段

柏拉图, 尤西德莫斯篇 §300-301. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:300-301

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。