§299ΣΩ.
πολὺ μέντοι,
ἔφη,
δικαιότερον τὸν ὑμέτερον πατέρʼ ἂν τύπτοιμι, ὅτι μαθὼν σοφοὺς ὑεῖς οὕτως ἔφυσεν.
苏格拉底:“‘不过,’他(克特西波斯)说道,‘我打你们的父亲要合理得多,因为他学到了如何生出这么聪明的儿子。
ἀλλʼ ἦ που, ὦ Εὐθύδημε
,
πόλλʼ ἀγαθὰ ἀπὸ τῆς ὑμετέρας σοφίας ταύτης ἀπολέλαυκεν ὁ πατὴρ ὁ ὑμέτερός τε καὶ τῶν κυνιδίων.
但是,尤苏戴莫斯,你们的以及小狗们的父亲,想必从你们这门聪明的智慧中得到了很多好处吧。
ἀλλʼ οὐδὲν δεῖται πολλῶν ἀγαθῶν, ὦ Κτήσιππε, οὔτʼ ἐκεῖνος οὔτε σύ.
’ ‘但他不需要很多好处,克特西波斯,不论是他还是你。
οὐδὲ σύ,
ἦ δʼ ὅς,
ὦ Εὐθύδημε, αὐτός;
’ ‘甚至连你自己也不需要吗,尤苏戴莫斯? ’他说道。
οὐδὲ ἄλλος γε οὐδεὶς ἀνθρώπων.
‘甚至其他任何人也不需要。
εἰπὲ γάρ μοι, ὦ Κτήσιππε, εἰ ἀγαθὸν νομίζεις εἶναι ἀσθενοῦντι φάρμακον πιεῖν ἢ οὐκ ἀγαθὸν εἶναι δοκεῖ σοι, ὅταν δέηται·
告诉我,克特西波斯,如果生病的人喝药,你认为这是好事,还是在有需要时你觉得这不是好事?
ἢ εἰς πόλεμον ὅταν ἴῃ, ὅπλα ἔχοντα μᾶλλον ἰέναι ἢ ἄνοπλον.
或者当有人去打仗时,你认为他带着武器去比空手去更好吗?
—
ἔμοιγε,
ἔφη.
’ ‘——我认为是的,’他说道。
καίτοι οἶμαί τί σε τῶν καλῶν ἐρεῖν.
‘不过我想你会说一些漂亮的话。
—
σὺ ἄριστα εἴσῃ,
ἔφη· ἀλλʼ ἀποκρίνου.
’ ‘——你会最清楚的,’他说道,‘但请回答。
ἐπειδὴ γὰρ ὡμολόγεις ἀγαθὸν εἶναι φάρμακον, ὅταν δέῃ, πίνειν ἀνθρώπῳ, ἄλλο τι τοῦτο τὸ ἀγαθὸν ὡς πλεῖστον δεῖ πίνειν, καὶ καλῶς ἐκεῖ ἕξει, ἐάν τις αὐτῷ τρίψας ἐγκεράσῃ ἐλλεβόρου ἅμαξαν;
因为既然你承认在有需要时,人喝药是好事,那难道不应该尽可能多地喝这种好东西吗? 如果有人为他研磨并调配了一整车的藜芦,这会很好吗?
—καὶ ὁ Κτήσιππος εἶπεν· πάνυ γε σφόδρα, ὦ Εὐθύδημε, ἐὰν ᾖ γε ὁ πίνων ὅσος ὁ ἀνδριὰς ὁ ἐν Δελφοῖς.
’ 而克特西波斯说道:‘完全如此,尤苏戴莫斯,只要那个喝药的人有德尔斐的那座神像那么大。
—
οὐκοῦν,
ἔφη,
καὶ ἐν τῷ πολέμῳ ἐπειδὴ ἀγαθόν ἐστιν ὅπλα ἔχειν, ὡς πλεῖστα δεῖ ἔχειν δόρατά τε καὶ ἀσπίδας, ἐπειδήπερ ἀγαθόν ἐστιν;
’ ‘——那么,’他说道,‘既然在战争中拥有武器是好事,那既然确实是好事,难道不应该尽可能多地拥有长枪和盾牌吗?
—
μάλα δήπου,
ἔφη ὁ Κτήσιππος· σὺ δʼ οὐκ οἴει, ὦ Εὐθύδημε, ἀλλὰ μίαν καὶ ἓν δόρυ;
’ ‘——当然如此,’克特西波斯说道,‘但是,尤苏戴莫斯,你不这么想,反而觉得只要一面盾牌和一支长枪吗?
—
ἔγωγε.
’ ‘——我就是这么想的。
—
ἦ καὶ τὸν Γηρυόνην ἄν,
ἔφη,
καὶ τὸν Βριάρεων οὕτως σὺ ὁπλίσαις;
’ ‘——那么,’他说道,‘你也会这样武装革律翁和布里阿瑞俄斯吗?
ἐγὼ δὲ ᾤμην σὲ δεινότερον εἶναι, ἅτε ὁπλομάχην ὄντα, καὶ τόνδε τὸν ἑταῖρον.
我还以为你和你的这位同伴既然是武器格斗的专家,应该更厉害呢。
καὶ ὁ μὲν Εὐθύδημος ἐσίγησεν·
’ 于是尤苏戴莫斯沉默了。
ὁ δὲ Διονυσόδωρος πρὸς τὰ πρότερον ἀποκεκριμένα τῷ Κτησίππῳ ἤρετο,
οὐκοῦν καὶ χρυσίον,
ἦ δʼ ὅς,
ἀγαθὸν δοκεῖ σοι εἶναι ἔχειν;
而狄奥尼索多洛斯针对克特西波斯之前回答过的话问道: ‘那么黄金,’他说道,‘你也觉得拥有它是好事吗?
—
πάνυ, καὶ ταῦτά γε πολύ,
ἔφη ὁ Κτήσιππος.
’ ‘——当然,而且要非常多,’克特西波斯说道。
—
τί οὖν;
‘——那又怎样?
ἀγαθὰ οὐ δοκεῖ σοι χρῆναι ἀεί τʼ ἔχειν καὶ πανταχοῦ;
难道你觉得好东西不应该随时随地都拥有吗?
—
σφόδρα γʼ,
ἔφη.
’ ‘——非常如此,’他说道。
—
οὐκοῦν καὶ τὸ χρυσίον ἀγαθὸν ὁμολογεῖς εἶναι;
‘——那么你承认黄金也是好东西吗?
—
ὡμολόγηκα μὲν οὖν,
ἦ δʼ ὅς.
’ ‘——我已经承认了,’他说道。
—
οὐκοῦν ἀεὶ δεῖ αὐτὸ ἔχειν καὶ πανταχοῦ καὶ ὡς μάλιστα ἐν ἑαυτῷ;
‘——那么,难道不应该随时随地、并尽可能多地把它放在自己的身体里吗?
καὶ εἴη ἂν εὐδαιμονέστατος εἰ ἔχοι χρυσίου μὲν τρία τάλαντα ἐν τῇ γαστρί, τάλαντον δʼ ἐν τῷ κρανίῳ, στατῆρα δὲ χρυσοῦ ἐν ἑκατέρῳ τὠφθαλμῷ;
如果一个人肚子里有三塔兰同黄金,头骨里有一塔兰同,两只眼睛里各有一枚金斯塔特,他会是最幸福的吗?
—
φασί γε οὖν, ὦ Εὐθύδημε,
ἔφη ὁ Κτήσιππος,
τούτους εὐδαιμονεστάτους εἶναι Σκυθῶν καὶ ἀρίστους ἄνδρας, οἳ χρυσίον τε ἐν τοῖς κρανίοις ἔχουσιν πολὺ τοῖς ἑαυτῶν, ὥσπερ σὺ νυνδὴ ἔλεγες τὸν κύνα τὸν πατέρα, καὶ ὃ θαυμασιώτερόν γε ἔτι, ὅτι καὶ πίνουσιν ἐκ τῶν ἑαυτῶν κρανίων κεχρυσωμένων, καὶ ταῦτα ἐντὸς καθορῶσιν, τὴν ἑαυτῶν κορυφὴν ἐν ταῖς χερσὶν ἔχοντες.
’ ‘——至少人们是这么说的,尤苏戴莫斯,’克特西波斯说道,‘斯基泰人中那些最幸福、最优秀的人,他们自己的头骨里就有很多黄金,就像你刚才说那只狗是父亲一样;而且更神奇的是,他们还用自己镀金的头骨喝酒,把自己的头顶握在手里,往里注视着。 ’"