§302ΣΩ.
ἆρʼ οὖν,
ἔφη,
ταῦτα ἡγῇ σὰ εἶναι, ὧν ἂν ἄρξῃς καὶ ἐξῇ σοι αὐτοῖς χρῆσθαι ὅτι ἂν βούλῃ;
苏格拉底:“‘那么,’他说道,‘你认为那些你所统治、且允许你随心所欲地使用的东西,满足这些条件的才是你自己的吗?
οἷον βοῦς καὶ πρόβατον, ἆρʼ ἂν ἡγοῖο ταῦτα σὰ εἶναι, ἅ σοι ἐξείη καὶ ἀποδόσθαι καὶ δοῦναι καὶ θῦσαι ὅτῳ βούλοιο θεῶν;
例如牛和羊,如果允许你将它们卖掉、赠送、或者作为祭品献给任何你想献祭的神明,你会认为这些是你自己的吗?
ἃ δʼ ἂν μὴ οὕτως ἔχῃ, οὐ σά;
而那些不属于这种情况的,就不是你的了?
κἀγώ (ᾔδη γὰρ ὅτι ἐξ αὐτῶν καλόν τι ἀνακύψοιτο τῶν ἐρωτημάτων, καὶ ἅμα βουλόμενος ὅτι τάχιστʼ ἀκοῦσαι) πάνυ μὲν οὖν, ἔφην, οὕτως ἔχει·
’ 于是我(因为我知道这些提问中会冒出某种美妙的东西,同时也想尽快听到它)说道:‘完全如此,正是这样。
τὰ τοιαῦτά ἐστιν μόνα ἐμά.
只有这类东西才是我的。
—
τί δέ; ζῷα,
ἔφη,
οὐ ταῦτα καλεῖς ἃ ἂν ψυχὴν ἔχῃ;
’—— ‘那么,’他说道,‘难道你把那些拥有灵魂的东西不叫作动物吗?
ναί, ἔφην.
’ ‘是的,’我说道。
—
ὁμολογεῖς οὖν τῶν ζῴων ταῦτα μόνα εἶναι σά, περὶ ἃ ἄν σοι ἐξουσία ᾖ πάντα ταῦτα ποιεῖν ἃ νυνδὴ ἐγὼ ἔλεγον;
—— ‘那么你同意,在动物中,只有那些你对它们拥有权力去做出我刚才所说的所有这些事情的动物,才是你自己的吗?
—ὁμολογῶ.
’ ‘——我同意。
—καὶ ὅς, εἰρωνικῶς πάνυ ἐπισχὼν ὥς τι μέγα σκοπούμενος,
εἰπέ μοι,
ἔφη,
ὦ Σώκρατες, ἔστιν σοι Ζεὺς πατρῷος;
’接着他非常讽刺地停顿了一下,仿佛在思索什么重大的事情,说道:‘告诉我,苏格拉底,你有祖传的宙斯吗?
—καὶ ἐγὼ ὑποπτεύσας ἥξειν τὸν λόγον οἷπερ ἐτελεύτησεν, ἄπορόν τινα στροφὴν ἔφευγόν τε καὶ ἐστρεφόμην ἤδη ὥσπερ ἐν δικτύῳ εἰλημμένος· οὐκ ἔστιν, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε.
’ ——于是我起了一丝疑心,预料到论证最终会落到何处,就像被网住了一样,试图寻找某种脱身的门路而挣扎退缩,说道:‘没有,狄奥尼索多洛斯。
—
ταλαίπωρος ἄρα τις σύ γε ἄνθρωπος εἶ καὶ οὐδὲ Ἀθηναῖος, ᾧ μήτε θεοὶ πατρῷοί εἰσιν μήτε ἱερὰ μήτε ἄλλο μηδὲν καλὸν καὶ ἀγαθόν.
’—— ‘那你可真是个可怜人,甚至都不是个雅典人,因为你既没有祖传的神明,也没有神殿,更没有其他任何美好和善良的东西。
—ἔα, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε, εὐφήμει τε καὶ μὴ χαλεπῶς με προδίδασκε.
’ ——‘别这样,狄奥尼索多洛斯,’我说道,‘请口下留情,别对我这么严厉地教训。
ἔστι γὰρ ἔμοιγε καὶ βωμοὶ καὶ ἱερὰ οἰκεῖα καὶ πατρῷα καὶ τὰ ἄλλα ὅσαπερ τοῖς ἄλλοις Ἀθηναίοις τῶν τοιούτων.
因为对我来说,既有祭坛、私人的以及祖传的神殿,也有其他雅典人所拥有的所有这类东西。
—
εἶτα τοῖς ἄλλοις,
ἔφη,
Ἀθηναίοις οὐκ ἔστιν Ζεὺς ὁ πατρῷος;
’—— ‘那么,’他说道,‘其他的雅典人难道没有祖传的宙斯吗?
—οὐκ ἔστιν, ἦν δʼ ἐγώ, αὕτη ἡ ἐπωνυμία Ἰώνων οὐδενί, οὔθʼ ὅσοι ἐκ τῆσδε τῆς πόλεως ἀπῳκισμένοι εἰσὶν οὔθʼ ἡμῖν, ἀλλὰ Ἀπόλλων πατρῷος διὰ τὴν τοῦ Ἴωνος γένεσιν·
’ ——‘没有,’我说道,‘这个称号不适用于任何爱奥尼亚人,无论是在这座城市移居开的人还是我们。 相反,因为爱奥恩的诞生,阿波罗被称为我们的祖传之神。
Ζεὺς δʼ ἡμῖν πατρῷος μὲν οὐ καλεῖται, ἕρκειος δὲ καὶ φράτριος, καὶ Ἀθηναία φρατρία.
而宙斯在我们这里不被称为祖传之神,而是被称为庭院守护神和胞族守护神,雅典娜也被称为胞族守护神。
—
ἀλλʼ ἀρκεῖ γʼ,
ἔφη ὁ Διονυσόδωρος· ἔστιν γάρ σοι, ὡς ἔοικεν, Ἀπόλλων τε καὶ Ζεὺς καὶ Ἀθηνᾶ.
’—— ‘但这已经足够了,’狄奥尼索多洛斯说道;‘因为看来,你确实拥有阿波罗、宙斯和雅典娜。
—πάνυ, ἦν δʼ ἐγώ.
’ ——‘确实如此,’我说道。
—
οὐκοῦν καὶ οὗτοι σοὶ θεοὶ ἂν εἶεν; ἔφη.
—— ‘那么这些对你来说也是神明吧? ’他说道。
—πρόγονοι, ἦν δʼ ἐγώ, καὶ δεσπόται.
——‘他们是祖先,也是主人,’我说道。
—
ἀλλʼ οὖν σοί γε,
ἔφη· ἢ οὐ σοὺς ὡμολόγηκας αὐτοὺς εἶναι;
—— ‘但无论如何他们是属于你的,’他说道;‘难道你没有同意过他们是属于你的吗?
—ὡμολόγηκα, ἔφην· τί γὰρ πάθω;
’ ——‘我同意了,’我说道,‘因为我还能怎么着呢?
—
οὐκοῦν,
ἔφη,
καὶ ζῷά εἰσιν οὗτοι οἱ θεοί;
’—— ‘那么,’他说道,‘这些神明也是动物吗?
ὡμολόγηκας γὰρ ὅσα ψυχὴν ἔχει ζῷα εἶναι.
因为你同意过,凡是拥有灵魂的都是动物。
ἢ οὗτοι οἱ θεοὶ οὐκ ἔχουσιν ψυχήν;
难道这些神明没有灵魂吗?
—ἔχουσιν, ἦν δʼ ἐγώ.
’ ——‘拥有,’我说道。
—
οὐκοῦν καὶ ζῷά εἰσιν;
—— ‘那么他们也是动物了?
—ζῷα, ἔφην.
’ ——‘是动物,’我说道。
—
τῶν δέ γε ζῴων,
ἔφη,
ὡμολόγηκας ταῦτʼ εἶναι σά, ὅσα ἄν σοι ἐξῇ καὶ δοῦναι καὶ ἀποδόσθαι καὶ θῦσαι δὴ θεῷ ὅτῳ ἂν βούλῃ.
—— ‘而且,在动物中,’他说道,‘你同意过,那些允许你赠送、卖掉、甚至献祭给你想要的任何神明的东西,才是你自己的。
—ὡμολόγηκα, ἔφην· οὐκ ἔστιν γάρ μοι ἀνάδυσις, ὦ Εὐθύδημε.
’ ——‘我同意了,’我说道,‘因为我已经没有退路了,尤苏戴莫斯。 ’”