Humanitext Reader

柏拉图 · 尤西德莫斯篇 §296-297

全知论的反驳与亲属关系的诡辩

第 18 段,共 25 段 · 希腊语

内容简介

尤苏戴莫斯试图证明苏格拉底一直知道一切,而苏格拉底予以反驳并揭示了智者的矛盾。随后,狄奥尼索多洛斯利用关于亲属关系的诡辩试图使苏格拉底陷入困境。

§296ΣΩ. οὗτος αὖ, ἔφη, προσαποκρίνεται τοῖς ἐρωτωμένοις.
苏格拉底:“‘这家伙又在,’他说道,‘对所提的问题追加回答了。
οὐ γὰρ ἔγωγε ἐρωτῶ ὅτῳ, ἀλλʼ εἰ ἐπίστασαί τῳ.
因为我并不是在问用什么,而是在问你是否通过某种东西来知道。
πλέον αὖ, ἔφην ἐγώ, τοῦ δέοντος ἀπεκρινάμην ὑπὸ ἀπαιδευσίας.
’ ‘由于没有受过教育,’我说道,‘我又回答了超出必要的内容。
ἀλλὰ συγγίγνωσκέ μοι·
但请原谅我。
ἀποκρινοῦμαι γὰρ ἤδη ἁπλῶς ὅτι ἐπίσταμαί τῳ ἃ ἐπίσταμαι.
我现在就简单地回答说:我确实是通过某种东西来知道我所知道的。
— πότερον, ἦ δʼ ὅς, τῷ αὐτῷ τούτῳ γʼ ἀεί, ἢ ἔστι μὲν ὅτε τούτῳ, ἔστιν δὲ ὅτε ἑτέρῳ;
’ ‘那么,’他说道,‘是总是通过这同一个手段呢,还是有的时候通过这个,有的时候通过别的?
—ἀεί, ὅταν ἐπίστωμαι, ἦν δʼ ἐγώ, τούτῳ.
’ ‘——总是,每当我知道的时候,’我说道,‘都通过这个。
οὐκ αὖ, ἔφη, παύσῃ παραφθεγγόμενος;
’ ‘难道你又,’他说道,‘不停止唠叨这些多余的话吗?
ἀλλʼ ὅπως μή τι ἡμᾶς σφήλῃ τὸ ἀεὶ τοῦτο.
’ ‘但这只是为了防止这个“总是”在什么地方把我们绊倒。
οὔκουν ἡμᾶς γʼ, ἔφη, ἀλλʼ εἴπερ, σέ.
’ ‘绝对绊不倒我们,’他说道,‘如果有的话,那也是绊倒你。
ἀλλʼ ἀποκρίνου· ἦ ἀεὶ τούτῳ ἐπίστασαι;
不过回答吧:你总是通过这个来知道吗?
—ἀεί, ἦν δʼ ἐγώ, ἐπειδὴ δεῖ ἀφελεῖν τὸ ὅταν.
’ ‘——总是,’我说道,‘既然必须去掉那个“每当……的时候”。
— οὐκοῦν ἀεὶ μὲν τούτῳ ἐπίστασαι· ἀεὶ δʼ ἐπιστάμενος πότερον τὰ μὲν τούτῳ ἐπίστασαι ᾧ ἐπίστασαι, τὰ δʼ ἄλλῳ, ἢ τούτῳ πάντα;
’ ‘那么,你总是通过这个来知道;既然你总是知道,那么你所知道的事物,有些是通过你用来知道的这个手段来知道,而有些是通过别的手段,还是全部通过这个?
—τούτῳ, ἔφην ἐγώ, ἅπαντα, ἅ γʼ ἐπίσταμαι.
’ ‘——通过这个,’我说道,‘全部,至少是我所知道的那些。
τοῦτʼ ἐκεῖνο, ἔφη·
’ ‘又是这一套!
ἥκει τὸ αὐτὸ παράφθεγμα.
’他说道,‘同样的多余话又来了。
ἀλλʼ ἀφαιρῶ, ἔφην ἐγώ, τὸ ἅ γʼ ἐπίσταμαι.
’ ‘那我就去掉,’我说道,‘那个“至少是我所知道的那些”。
ἀλλὰ μηδὲ ἕν, ἔφη, ἀφέλῃς· οὐδὲν γάρ σου δέομαι.
’ ‘但一个字也别去掉,’他说道,‘因为我不求你什么。
ἀλλά μοι ἀπόκριναι· δύναιο ἂν ἅπαντα ἐπίστασθαι, εἰ μὴ πάντα ἐπίσταιο;
还是回答我吧:如果你并不是知道一切,你又怎么可能知道全部事物呢?
τέρας γὰρ ἂν εἴη, ἦν δʼ ἐγώ.
’ ‘那可就成怪物了,’我说道。
καὶ ὃς εἶπε· Προστίθει τοίνυν ἤδη ὅτι βούλει· ἅπαντα γὰρ ὁμολογεῖς ἐπίστασθαι.
于是他说道: ‘那么现在就随你添加任何你想加的话吧,因为你已经承认自己知道一切了。
ἔοικα, ἔφην ἐγώ, ἐπειδήπερ γε οὐδεμίαν ἔχει δύναμιν τὸ ἃ ἐπίσταμαι, πάντα δὲ ἐπίσταμαι.
’ ‘似乎是这样,’我说道,‘既然“我所知道的”这句话已经起不到了限制作用,而我是知道一切的。
οὐκοῦν καὶ ἀεὶ ὡμολόγηκας ἐπίστασθαι τούτῳ ᾧ ἐπίστασαι, εἴτε ὅταν ἐπίστῃ εἴτε ὅπως βούλει· ἀεὶ γὰρ ὡμολόγηκας ἐπίστασθαι καὶ ἅμα πάντα.
’ ‘那么,你也已经承认,你“总是”通过你赖以知道的那个手段来知道,不管你是说“当你懂得的时候”还是随你怎么说;因为你已经承认了你“总是”知道,而且是“同时知道一切”。
δῆλον οὖν ὅτι καὶ παῖς ὢν ἠπίστω, καὶ ὅτʼ ἐγίγνου, καὶ ὅτʼ ἐφύου· καὶ πρὶν αὐτὸς γενέσθαι, καὶ πρὶν οὐρανὸν καὶ γῆν γενέσθαι, ἠπίστω ἅπαντα, εἴπερ ἀεὶ ἐπίστασαι.
所以很明显,甚至当你还是个孩子的时候你就知道,当你正在出生时、正在成长时也知道;而且在你出生之前,在天地产生之前,你早就知道了一切,如果真的如你所说“总是知道”。
καὶ ναὶ μὰ Δία, ἔφη, αὐτὸς ἀεὶ ἐπιστήσῃ καὶ ἅπαντα, ἂν ἐγὼ βούλωμαι.
而且,凭宙斯起誓,’他说道,‘你本人也将一直并且知道一切,只要我愿意。
ἀλλὰ βουληθείης, ἦν δʼ ἐγώ, ὦ πολυτίμητε Εὐθύδημε, εἰ δὴ τῷ ὄντι ἀληθῆ λέγεις.
’ ‘但愿你能这样希望,’我说道,‘尊贵的大师尤苏戴莫斯,如果真的如你所说的那样。
ἀλλʼ οὔ σοι πάνυ πιστεύω ἱκανῷ εἶναι, εἰ μή σοι συμβουληθείη ὁ ἀδελφός σου οὑτοσὶ Διονυσόδωρος· οὕτω δὲ τάχα ἄν.
不过我不大相信单凭你一个人就能做到,除非你这位兄弟狄奥尼索多洛斯也和你一道希望;但如果是那样的话,或许就可以了。
εἴπετον δέ μοι, ἦν δʼ ἐγώ— τὰ μὲν γὰρ ἄλλα οὐκ ἔχω ὑμῖν πῶς ἀμφισβητοίην, οὕτως εἰς σοφίαν τερατώδεσιν ἀνθρώποις, ὅπως ἐγὼ οὐ πάντα ἐπίσταμαι, ἐπειδή γε ὑμεῖς φατε—τὰ δὲ τοιάδε πῶς φῶ ἐπίστασθαι, Εὐθύδημε, ὡς οἱ ἀγαθοὶ ἄνδρες ἄδικοί εἰσιν;
不过请告诉我,’我说道—— ‘因为关于其他事,我不知道该如何向你们这样在智慧上堪称怪物的人争辩、说我并非知道一切,既然你们都这样说了——但是,像这样的事情,尤苏戴莫斯,我怎么能说我知道呢:“好人是不正义的”?
φέρε εἰπέ, τοῦτο ἐπίσταμαι ἢ οὐκ ἐπίσταμαι;
来吧,告诉我,我是知道这个,还是不知道这个?
ἐπίστασαι μέντοι, ἔφη.
’ ‘你当然知道,’他说道。
τί;
‘知道什么?
ἦν δʼ ἐγώ.
’我说道。
ὅτι οὐκ ἄδικοί εἰσιν οἱ ἀγαθοί.
‘好人并非是不正义的。
§297ΣΩ. πάνυ γε, ἦν δʼ ἐγώ, πάλαι.
’ 苏格拉底:‘确实如此,’我说道,‘早就知道了。
ἀλλʼ οὐ τοῦτο ἐρωτῶ· ἀλλʼ ὡς ἄδικοί εἰσιν οἱ ἀγαθοί, ποῦ ἐγὼ τοῦτο ἔμαθον;
但我不是问这个,而是问:“好人是不正义的”这一点,我是从哪里学到的?
οὐδαμοῦ, ἔφη ὁ Διονυσόδωρος.
’ ‘无处可学,’狄奥尼索多洛斯说道。
οὐκ ἄρα ἐπίσταμαι, ἔφην, τοῦτο ἐγώ.
‘那么我就不知道这件事了,’我说道。
διαφθείρεις, ἔφη, τὸν λόγον, ὁ Εὐθύδημος πρὸς τὸν Διονυσόδωρον, καὶ φανήσεται οὑτοσὶ οὐκ ἐπιστάμενος, καὶ ἐπιστήμων ἅμα ὢν καὶ ἀνεπιστήμων.
‘你把论证搞砸了,’尤苏戴莫斯对狄奥尼索多洛斯说道,‘这样一来,这个人就会显得什么都不知道,而同时既是知道的又是不知道的了。
καὶ ὁ Διονυσόδωρος ἠρυθρίασεν.
’ 狄奥尼索多洛斯脸红了。
ἀλλὰ σύ, ἦν δʼ ἐγώ, πῶς λέγεις, ὦ Εὐθύδημε;
‘但是你呢,’我说道,‘你怎么说,尤苏戴莫斯?
οὐ δοκεῖ σοι ὀρθῶς ἁδελφὸς λέγειν ὁ πάντʼ εἰδώς;
难道你认为这位无所不知的兄弟说得不对吗?
ἀδελφὸς γάρ, ἔφη, ἐγώ εἰμι Εὐθυδήμου, ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος;
’ ‘难道我真的,’他说道,‘是尤苏戴莫斯的兄弟吗? ’狄奥尼索多洛斯赶忙插话。
κἀγὼ εἶπον· ἔασον, ὠγαθέ, ἕως ἂν Εὐθύδημός με διδάξῃ ὡς ἐπίσταμαι τοὺς ἀγαθοὺς ἄνδρας ὅτι ἄδικοί εἰσι, καὶ μή μοι φθονήσῃς τοῦ μαθήματος.
而我说道:“别这样,好朋友,让尤苏戴莫斯教导我我是如何知道好人是不正义的吧,请不要嫉妒我这门学问。
φεύγεις, ἔφη, ὦ Σώκρατες, ὁ Διονυσόδωρος, καὶ οὐκ ἐθέλεις ἀποκρίνεσθαι.
” ‘你在逃跑,苏格拉底,’狄奥尼索多洛斯说道,‘而且你不愿意回答。
εἰκότως γʼ, εἶπον ἐγώ· ἥττων γάρ εἰμι καὶ τοῦ ἑτέρου ὑμῶν, ὥστε πολλοῦ δέω μὴ οὐ δύο γε φεύγειν.
’ ‘理所当然,’我说道,‘因为我连你们中的一个都敌不过,所以我怎么可能不从你们两个面前逃跑呢。
πολὺ γάρ πού εἰμι φαυλότερος τοῦ Ἡρακλέους, ὃς οὐχ οἷός τε ἦν τῇ τε ὕδρᾳ διαμάχεσθαι, σοφιστρίᾳ οὔσῃ καὶ διὰ τὴν σοφίαν ἀνιείσῃ, εἰ μίαν κεφαλὴν τοῦ λόγου τις ἀποτέμοι, πολλὰς ἀντὶ τῆς μιᾶς, καὶ καρκίνῳ τινὶ ἑτέρῳ σοφιστῇ ἐκ θαλάττης ἀφιγμένῳ, νεωστί, μοι δοκεῖν, καταπεπλευκότι·
因为我显然比赫拉克勒斯差得远了,他也没办法同时对付许德拉——那是一个女智者,凭借她的智慧,如果有人砍掉她一个论证的头,她就会长出许多个来代替那一个——以及某只螃蟹,那是从海里来的另一个智者,在我看来最近才刚靠岸。
ὃς ἐπειδὴ αὐτὸν ἐλύπει οὕτως ἐκ τοῦ ἐπʼ ἀριστερὰ λέγων καὶ δάκνων, τὸν Ἰόλεων τὸν ἀδελφιδοῦν βοηθὸν ἐπεκαλέσατο, ὁ δὲ αὐτῷ ἱκανῶς ἐβοήθησεν.
当这只螃蟹通过从左边说话和叮咬来折磨他时,他召唤了他的外甥伊奥劳斯来帮忙,而伊奥劳斯给了他足够的帮助。
ὁ δʼ ἐμὸς Ἰόλεως εἰ ἔλθοι, πλέον ἂν θάτερον ποιήσειεν.
但是,如果我的伊奥劳斯来了,他只会帮倒忙。
ἀπόκριναι δή, ἔφη ὁ Διονυσόδωρος, ὁπότε σοι ταῦτα ὕμνηται· πότερον ὁ Ἰόλεως τοῦ Ἡρακλέους μᾶλλον ἦν ἀδελφιδοῦς ἢ σός;
’ ‘那么回答吧,’狄奥尼索多洛斯说道,‘既然你已经把这些歌唱完了:伊奥劳斯更多是赫拉克勒斯的外甥,还是你的?
κράτιστον τοίνυν μοι, ὦ Διονυσόδωρε, ἦν δʼ ἐγώ, ἀποκρίνασθαί σοι.
’ ‘那么,狄奥尼索多洛斯,’我说道,‘对我来说最聪明的做法就是回答你。
οὐ γὰρ μὴ ἀνῇς ἐρωτῶν, σχεδόν τι ἐγὼ τοῦτʼ εὖ οἶδα, φθονῶν καὶ διακωλύων, ἵνα μὴ διδάξῃ με Εὐθύδημος ἐκεῖνο τὸ σοφόν.
因为你是不会停止提问的,这一点我再清楚不过了,你是在嫉妒并阻挠,免得尤苏戴莫斯教给我那个智慧。
— ἀποκρίνου δή, ἔφη.
’ ‘那么回答吧,’他说道。
—ἀποκρίνομαι δή, εἶπον, ὅτι τοῦ Ἡρακλέους ἦν ὁ Ἰόλεως ἀδελφιδοῦς, ἐμὸς δʼ, ὡς ἐμοὶ δοκεῖ, οὐδʼ ὁπωστιοῦν.
‘——那我回答,’我说道,‘伊奥劳斯是赫拉克勒斯的外甥,而依我看,和我是毫无关系。
οὐ γὰρ Πατροκλῆς ἦν αὐτῷ πατήρ, ὁ ἐμὸς ἀδελφός, ἀλλὰ παραπλήσιον μὲν τοὔνομα Ἰφικλῆς, ὁ Ἡρακλέους ἀδελφός.
因为他的父亲并不是我的兄弟帕特罗克雷斯,而是名字相近的伊菲克雷斯,赫拉克勒斯的兄弟。
— Πατροκλῆς δέ, ἦ δʼ ὅς, σός;
’ ‘而帕特罗克雷斯,’他说道,‘是你的兄弟吗?
—πάνυ γʼ, ἔφην ἐγώ, ὁμομήτριός γε, οὐ μέντοι ὁμοπάτριος.
’ ‘——确实如此,’我说道,‘是同母异父的兄弟。
— ἀδελφὸς ἄρα ἐστί σοι καὶ οὐκ ἀδελφός.
’ ‘那么他既是你的兄弟,又不是你的兄弟了。
—οὐχ ὁμοπάτριός γε, ὦ βέλτιστε, ἔφην·
’ ‘——至少不是同父,’我说道,‘好先生。
ἐκείνου μὲν γὰρ Χαιρέδημος ἦν πατήρ, ἐμὸς δὲ Σωφρονίσκος.
因为他的父亲是凯雷德摩斯,而我的父亲是索弗罗尼斯科斯。
— πατὴρ δὲ ἦν, ἔφη, Σωφρονίσκος καὶ Χαιρέδημος;
’ ‘那么,’他说道,‘索弗罗尼斯科斯和凯雷德摩斯是父亲吗? ’

词汇与语法注释

  1. 296aοὐ γὰρ ἔγωγε ἐρωτῶ ὅτῳ — 疑问代词的与格 `ὅτῳ` 是表示手段的与格,呼应了前文中苏格拉底“通过灵魂”(`τῇ ψυχῇ`)的回答。尤苏戴莫斯辩称自己并不是在问“用什么”,而是在问“是否(通过某种手段)”知道,以此指责苏格拉底在回答中添加了多余的信息。
  2. 297bὥστε πολλοῦ δέω μὴ οὐ δύο γε φεύγειν — 意为“离……还差得远”的无人称表达 `πολλοῦ δέω` 在上下文中具有否定含义,因此其后接的不定式伴有双重否定 `μὴ οὐ`。这一构文表达了强烈的因果关系:“我绝不可能不从他们两个人面前逃跑(即:我必然会逃跑)”。
  3. 297dοὐ γὰρ μὴ ἀνῇς ἐρωτῶν — 双重否定小词 `οὐ μή` 连用并接虚拟语气(`ἀνῇς` 是 `ἀνίημι` 的第二人称单数不定过去时虚拟语气)表示强烈的否定预测(“你绝不会停止”)。分词 `ἐρωτῶν` 作为 `ἀνίημι`(停止、放任)的补充分词,表示“停止提问”。

引用这一段

柏拉图, 尤西德莫斯篇 §296-297. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:296-297

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。