Humanitext Reader

柏拉图 · 尤西德莫斯篇 §294-295

全知论断的荒谬后果与关于提问规则的争执

第 17 段,共 25 段 · 希腊语

内容简介

在苏格拉底与狄奥尼索多洛斯和尤苏戴莫斯的对话中,智者们声称自己无所不知且向来如此,这引发了克特西波斯和苏格拉底对其荒谬主张的戏谑和追问。苏格拉底看穿了他们的言辞陷阱,虽然对提问方式提出了质疑,但最终还是妥协以顺应他们的游戏规则,从而重新开始关于凭借灵魂获取知识的论辩。

§294ΣΩ. πάντʼ ἄρα, ἔφην ἐγώ, ἐπίστασθον, ἐπειδήπερ καὶ ὁτιοῦν;
苏格拉底:“‘那么,’我说道,‘既然你们知道任何一件事,你们俩就是知道一切了,对吗?
πάντʼ, ἔφη· καὶ σύ γε πρός, εἴπερ καὶ ἓν ἐπίστασαι, πάντα ἐπίστασαι.
’ ‘知道一切,’他说道,‘并且你也同样,如果哪怕知道一件事,你也就知道了一切。
ὦ Ζεῦ, ἔφην ἐγώ, ὡς θαυμαστὸν λέγεις καὶ ἀγαθὸν μέγα πεφάνθαι.
’ ‘噢,宙斯啊,’我说道,‘你所说的话是多么令人惊叹,而一个多么伟大的善显现了出来!
μῶν καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι πάντʼ ἐπίστανται, ἢ οὐδέν;
难道其他所有的人也都知道一切,或者什么都不知道吗?
οὐ γὰρ δήπου, ἔφη, τὰ μὲν ἐπίστανται, τὰ δʼ οὐκ ἐπίστανται, καὶ εἰσὶν ἅμα ἐπιστήμονές τε καὶ ἀνεπιστήμονες.
’ ‘当然不会,’他说道,‘他们对某些事情知道而对另一些事情不知道,从而同时既是有知识的又是无知识的。
ἀλλὰ τί;
’ ‘那么情况又是如何呢?
ἦν δʼ ἐγώ.
’我说道。
πάντες, ἦ δʼ ὅς, πάντα ἐπίστανται, εἴπερ καὶ ἕν.
‘所有人,’他说道,‘都有一切知识,如果哪怕他们知道一件事。
ὦ πρὸς τῶν θεῶν, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε—δῆλοι γάρ μοί ἐστον ἤδη ὅτι σπουδάζετον, καὶ μόλις ὑμᾶς προυκαλεσάμην σπουδάζειν—αὐτὼ τῷ ὄντι πάντα ἐπίστασθον;
’ ‘噢,凭神们起誓,’我说道,‘狄奥尼索多洛斯——因为现在对我来说已经很明显你们是在认真对待,而我也终于促使了你们认真对待——你们俩真的拥有关于一切的知识吗?
οἷον τεκτονικὴν καὶ σκυτικήν;
例如木工活和鞋匠的手艺?
πάνυ γʼ, ἔφη.
’ ‘当然,’他说道。
ἦ καὶ νευρορραφεῖν δυνατώ ἐστον;
‘那么你们也能缝合腱子吗?
καὶ ναὶ μὰ Δία καττύειν, ἔφη.
’ ‘当然,凭宙斯起誓,也能补鞋底,’他说道。
ἦ καὶ τὰ τοιαῦτα, τοὺς ἀστέρας ὁπόσοι εἰσί, καὶ τὴν ἄμμον;
‘那么像星星有多少、沙子有多少这样的事,你们也知道吗?
πάνυ γε, ἦ δʼ ὅς· εἶτʼ οὐκ ἂν οἴει ὁμολογῆσαι ἡμᾶς;
’ ‘当然,’他说道,‘你以为我们不会承认吗?
καὶ ὁ Κτήσιππος ὑπολαβών· πρὸς Διός, ἔφη, Διονυσόδωρε, τεκμήριόν τί μοι τούτων ἐπιδείξατον τοιόνδε, ᾧ εἴσομαι ὅτι ἀληθῆ λέγετον.
’ 克特西波斯插话说道: ‘凭宙斯起誓,狄奥尼索多洛斯,请给我们展示一些类似这样的证据,好让我知道你们说的是实话。
τί ἐπιδείξω;
’ ‘我该展示什么?
ἔφη.
’他说道。
οἶσθα Εὐθύδημον ὁπόσους ὀδόντας ἔχει, καὶ ὁ Εὐθύδημος ὁπόσους σύ;
‘你知道尤苏戴莫斯有多少颗牙齿吗? 尤苏戴莫斯又知道你拥有多少颗吗?
οὐκ ἐξαρκεῖ σοι, ἔφη, ἀκοῦσαι ὅτι πάντα ἐπιστάμεθα;
’ ‘难道对你来说,’他说道,‘仅仅听到我们知道一切还不够吗?
μηδαμῶς, ἦ δʼ ὅς, ἀλλὰ τοῦτο ἔτι ἡμῖν μόνον εἴπατον καὶ ἐπιδείξατον ὅτι ἀληθῆ λέγετον·
’ ‘绝对不够,’他说道,‘请再告诉我们并展示这件唯一的事情,以证明你们说的是真话。
καὶ ἐὰν εἴπητον ὁπόσους ἑκάτερος ἔχει ὑμῶν, καὶ φαίνησθε γνόντες ἡμῶν ἀριθμησάντων, ἤδη πεισόμεθα ὑμῖν καὶ τἆλλα.
如果你们能说出你们每个人拥有多少颗牙齿,并且在我们的清点下证明你们是知道的,那我们从那时起就会相信你们的其他话了。
ἡγουμένω οὖν σκώπτεσθαι οὐκ ἠθελέτην, ἀλλʼ ὡμολογησάτην πάντα χρήματα ἐπίστασθαι, καθʼ ἓν ἕκαστον ἐρωτώμενοι ὑπὸ Κτησίππου.
’ 他们因为觉得自己在被愚弄而感到不情愿,但在克特西波斯逐一询问下,他们还是承认了知道一切事物。
ὁ γὰρ Κτήσιππος πάνυ ἀπαρακαλύπτως οὐδὲν ὅτι οὐκ ἠρώτα τελευτῶν, καὶ τὰ αἴσχιστα, εἰ ἐπισταίσθην·
因为到最后,克特西波斯极其毫不掩饰地询问了所有事情,甚至是极其可耻的事,问他们是否知道。
τὼ δὲ ἀνδρειότατα ὁμόσε ᾔτην τοῖς ἐρωτήμασιν, ὁμολογοῦντες εἰδέναι, ὥσπερ οἱ κάπροι οἱ πρὸς τὴν πληγὴν ὁμόσε ὠθούμενοι, ὥστʼ ἔγωγε καὶ αὐτός, ὦ Κρίτων, ὑπʼ ἀπιστίας ἠναγκάσθην τελευτῶν ἐρέσθαι εἰ καὶ ὀρχεῖσθαι ἐπίσταιτο ὁ Διονυσόδωρος·
而他们俩则极其英勇地迎接了这些提问,承认自己知道,就像野猪迎着刀刃冲过去那样。 以至于我自己,克里同,最后因为不相信而不得不询问狄奥尼索多洛斯是否也懂得跳舞。
ὁ δέ, πάνυ, ἔφη.
而他说道: ‘完全懂得。
οὐ δήπου, ἦν δʼ ἐγώ, καὶ ἐς μαχαίρας γε κυβιστᾶν καὶ ἐπὶ τροχοῦ δινεῖσθαι τηλικοῦτος ὤν, οὕτω πόρρω σοφίας ἥκεις;
’ ‘不会吧,’我说道,‘即使是在刀刃上翻跟头、在轮子上打转,在你这个年纪,你也达到了如此高深的智慧吗?
οὐδέν, ἔφη, ὅτι οὔ.
’ ‘没有什么是,’他说道,‘不会的。
πότερον δέ, ἦν δʼ ἐγώ, πάντα νῦν μόνον ἐπίστασθον ἢ καὶ ἀεί;
’ ‘那么,”我说道,‘你们是只有现在知道一切,还是以前也一直知道?
καὶ ἀεί, ἔφη.
’ ‘一直都知道,’他说道。
καὶ ὅτε παιδία ἤστην καὶ εὐθὺς γενόμενοι ἠπίστασθε πάντα;
‘甚至当你们是小孩子的时候,以及一出生的时候,你们就知道一切吗?
ἐφάτην ἅμα ἀμφοτέρω.
’ 他们两人同时说‘是的’。
§295ΣΩ. καὶ ἡμῖν μὲν ἄπιστον ἐδόκει τὸ πρᾶγμα εἶναι·
苏格拉底:而对我们来说,这件事看起来不可思议。
ὁ δʼ Εὐθύδημος, ἀπιστεῖς, ἔφη, ὦ Σώκρατες;
但尤苏戴莫斯说道: ‘你不相信吗,苏格拉底?
πλήν γʼ ὅτι, ἦν δʼ ἐγώ, εἰκὸς ὑμᾶς ἐστι σοφοὺς εἶναι.
’ ‘除了,’我说道,‘你们显然应该是聪明的人之外。
ἀλλʼ ἤν, ἔφη, ἐθελήσῃς μοι ἀποκρίνεσθαι, ἐγὼ ἐπιδείξω καὶ σὲ ταῦτα τὰ θαυμαστὰ ὁμολογοῦντα.
’ ‘但是,如果你,’他说道,‘愿意回答我,我会向你展示你其实也承认这些令人惊叹的事情。
ἀλλὰ μήν, ἦν δʼ ἐγώ, ἥδιστα ταῦτα ἐξελέγχομαι.
’ ‘然而,’我说道,‘我最乐意在这件事上被驳倒了。
εἰ γάρ τοι λέληθα ἐμαυτὸν σοφὸς ὤν, σὺ δὲ τοῦτο ἐπιδείξεις ὡς πάντα ἐπίσταμαι καὶ ἀεί, τί μεῖζον ἕρμαιον αὐτοῦ ἂν εὕροιμι ἐν παντὶ τῷ βίῳ;
因为如果我真的是个智者而自己却不知道,而你能向我展示这一点,证明我知道一切并且一直如此,那我的一生中还能找到比这更大的横财吗?
ἀποκρίνου δή, ἔφη.
’ ‘那么回答吧,’他说道。
ὡς ἀποκρινουμένου ἐρώτα.
‘就当我一定会回答,问吧。
ἆρʼ οὖν, ἔφη, ὦ Σώκρατες, ἐπιστήμων του εἶ ἢ οὔ;
’ ‘那么,苏格拉底,’他说道,‘你对某事物是有知识的,还是没有?
—ἔγωγε.
’ ——‘有的。
— πότερον οὖν ᾧ ἐπιστήμων εἶ, τούτῳ καὶ ἐπίστασαι, ἢ ἄλλῳ τῳ;
’—— ‘那么你用来拥有知识的那个手段,是你拥有知识的东西,还是通过别的什么?
—ὧι ἐπιστήμων.
’ ——‘通过我用来拥有知识的那个东西。
οἶμαι γάρ σε τὴν ψυχὴν λέγειν· ἢ οὐ τοῦτο λέγεις;
因为我想你指的是灵魂,还是你指的不是这个?
οὐκ αἰσχύνῃ, ἔφη, ὦ Σώκρατες;
’—— ‘你不感到羞耻吗,’他说道,‘苏格拉底,在被提问的时候反而回问?
ἐρωτώμενος ἀντερωτᾷς;
’ ‘好吧,’我说道,‘但我该怎么办呢?
εἶεν, ἦν δʼ ἐγώ· ἀλλὰ πῶς ποιῶ; οὕτω γὰρ ποιήσω ὅπως ἂν σὺ κελεύῃς.
我会完全按照你的命令去做。
ὅταν μὴ εἰδῶ ὅτι ἐρωτᾷς, κελεύεις με ὅμως ἀποκρίνεσθαι, ἀλλὰ μὴ ἐπανερέσθαι;
当我不知道你问的是什么时,你仍然命令我回答,而不能回问吗?
ὑπολαμβάνεις γὰρ δήπου τι, ἔφη, ὃ λέγω;
’ ‘因为你大概理解了,”他说道,“我所说的一些意思吧?
ἔγωγε, ἦν δʼ ἐγώ.
’ ‘是的,’我说道。
πρὸς τοῦτο τοίνυν ἀποκρίνου ὃ ὑπολαμβάνεις.
‘那么,针对你所理解的意思进行回答吧。
τί οὖν, ἔφην, ἂν σὺ μὲν ἄλλῃ ἐρωτᾷς διανοούμενος, ἐγὼ δὲ ἄλλῃ ὑπολάβω, ἔπειτα πρὸς τοῦτο ἀποκρίνωμαι, ἐξαρκεῖ σοι ἐὰν μηδὲν πρὸς ἔπος ἀποκρίνωμαι;
’ ‘那么,”我说道,‘如果你的提问是一个意图,而我理解成了另一个意图,接着针对这个意图进行回答,那么即便我答非所问,对你来说也足够了吗?
ἔμοιγε, ἦ δʼ ὅς· οὐ μέντοι σοί γε, ὡς ἐγᾦμαι.
’ ‘对我来说足够了,’他说道,‘不过对你来说大概不够。
οὐ τοίνυν μὰ Δία ἀποκρινοῦμαι, ἦν δʼ ἐγώ, πρότερον πρὶν ἂν πύθωμαι.
’ ‘那么,凭宙斯起誓,’我说道,‘在我完全明白之前,我是不会回答的。
οὐκ ἀποκρινῇ, ἔφη, πρὸς ἃ ἂν ἀεὶ ὑπολαμβάνῃς, ὅτι ἔχων φλυαρεῖς καὶ ἀρχαιότερος εἶ τοῦ δέοντος.
’ ‘难道你,”他说道,“就不针对你随时所设想的事情进行回答吗? 因为你一直在胡说八道,真是比需要的还要古板。
κἀγὼ ἔγνων αὐτὸν ὅτι μοι χαλεπαίνοι διαστέλλοντι τὰ λεγόμενα, βουλόμενός με θηρεῦσαι τὰ ὀνόματα περιστήσας.
’ 我察觉到,他因为我对所说的话进行区分而对我发怒,他想用言辞织成网把我围猎起来。
ἀνεμνήσθην οὖν τοῦ Κόννου, ὅτι μοι κἀκεῖνος χαλεπαίνει ἑκάστοτε ὅταν αὐτῷ μὴ ὑπείκω, ἔπειτά μου ἧττον ἐπιμελεῖται ὡς ἀμαθοῦς ὄντος·
于是我想起了康诺斯,每当我没有顺从他时,他也总是对我发怒,接着就不怎么管我了,把我当成无知的人。
ἐπεὶ δὲ οὖν διενενοήμην καὶ παρὰ τοῦτον φοιτᾶν, ᾠήθην δεῖν ὑπείκειν, μή με σκαιὸν ἡγησάμενος φοιτητὴν μὴ προσδέχοιτο.
而既然我已经打算去这位老师那里学习,我认为必须顺从他,免得他认为我是个笨拙的弟子而拒绝接纳我。
εἶπον οὖν· ἀλλʼ εἰ δοκεῖ σοι, Εὐθύδημε, οὕτω ποιεῖν, ποιητέον·
于是我说道:‘但是,尤苏戴莫斯,如果你觉得这样做合适,那就必须这样做。
σὺ γὰρ πάντως που κάλλιον ἐπίστασαι διαλέγεσθαι ἢ ἐγώ, τέχνην ἔχων ἰδιώτου ἀνθρώπου.
因为你当然知道如何以远比我美丽得多的方式进行辩论,而我只拥有普通人的粗浅技术。
ἐρώτα οὖν πάλιν ἐξ ἀρχῆς.
所以请从头重新提问吧。
ἀποκρίνου δή, ἔφη, πάλιν, πότερον ἐπίστασαί τῳ ἃ ἐπίστασαι, ἢ οὔ;
’ ‘那么再次回答,”他说道,‘你是通过某种东西来知道你所知道的,还是不通过?
—ἔγωγε, ἔφην, τῇ γε ψυχῇ.
’ ——‘是的,’我说道,‘至少是通过灵魂。 ’——

词汇与语法注释

  1. 294bκαὶ ναὶ μὰ Δία καττύειν — 不定式 `καττύειν`(意为“补鞋底”)与前文的 `νευρορραφεῖν` 一样,取决于省略的动词 `δυνατώ ἐστον`(“你们俩能够”),这是对话中为了简明而做出的省略。
  2. 294eοὐδέν, ἔφη, ὅτι οὔ — 惯用双重否定表达 `οὐδὲν ὅτι οὐ`。它是 `οὐδέν [ἐστιν] ὅτι οὐ [ἐπιστάμεθα]` 的省略形式,表示强烈的肯定:“没有什么是我们不知道的(我们无所不知)”。
  3. 295aπλήν γʼ ὅτι... εἰκὸς ὑμᾶς ἐστι σοφοὺς εἶναι — 限制性连接词 `πλήν γʼ ὅτι`(意为“除了……之外”)修饰前文的“对我们来说似乎不可信”(`ἄπιστον`)。这是一种讽刺性的让步:虽然你们是聪明人是合乎情理的(`εἰκός`),但关于无所不知的声明依然难以置信。
  4. 295bὡς ἀποκρινουμένου ἐρώτα — 这是 `ὡς` 加上属格分词(`ἀποκρινουμένου`,属格绝对)的构文,表示主观前提:“在假设我一定会回答的前提下,请提问”。
  5. 295cὅτι ἔχων φλυαρεῖς — 分词 `ἔχων` 与另一个动词(此处为 `φλυαρεῖς`)连用的惯用副词性用法,表示“执意、不停地做某事(你一直在胡说八道)”。
  6. 295dκἀγὼ ἔγνων αὐτὸν ὅτι μοι χαλεπαίνοι — 这是一种所谓的先导(prolepsis)构文。从属从句的主语(`αὐτός`)被提前作为主句动词 `ἔγνων` 的直接宾语(`αὐτόν`)。意为“我察觉到他对我发怒”。

引用这一段

柏拉图, 尤西德莫斯篇 §294-295. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:294-295

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。