Humanitext Reader

柏拉图 · 尤西德莫斯篇 §298

关于普遍之父与狗为父的诡辩

第 19 段,共 25 段 · 希腊语

内容简介

狄奥尼索多洛斯和尤苏戴莫斯利用诡辩论证,认为拥有不同的父亲就等于没有父亲,并进一步推论出他们的父亲是所有人类和动物的父亲。接着,狄奥尼索多洛斯利用克特西波斯的狗是父亲这一事实,荒谬地得出那只狗就是克特西波斯的父亲,从而克特西波斯是在打自己的父亲。

§298ΣΩ. πάνυ γʼ, ἔφην· ὁ μέν γε ἐμός, ὁ δὲ ἐκείνου.
苏格拉底:“‘确实如此,’ 我说道,‘一个是我的[父亲],另一个是他的[父亲]。
— οὐκοῦν, ἦ δʼ ὅς, ἕτερος ἦν Χαιρέδημος τοῦ πατρός;
’ ‘那么,’他说道,‘凯雷德摩斯与那个父亲不同吗?
—τοὐμοῦ γʼ, ἔφην ἐγώ.
’ ‘——至少是与我的[父亲]不同,’我说道。
— ἆρʼ οὖν πατὴρ ἦν ἕτερος ὢν πατρός;
‘那么,他既然与父亲不同,难道还会是父亲吗?
ἢ σὺ εἶ ὁ αὐτὸς τῷ λίθῳ;
或者说,你和石头是同一个东西吗?
—δέδοικα μὲν ἔγωγʼ, ἔφην, μὴ φανῶ ὑπὸ σοῦ ὁ αὐτός· οὐ μέντοι μοι δοκῶ.
’ ‘——我确实害怕,’我说道,‘免得被你证明我和石头是同一个东西;不过我自己觉得并不是。
— οὐκοῦν ἕτερος εἶ, ἔφη, τοῦ λίθου;
’ ‘那么你与石头不同吗? ’他说道。
—ἕτερος μέντοι.
‘——确实不同。
— ἄλλο τι οὖν ἕτερος, ἦ δʼ ὅς, ὢν λίθου οὐ λίθος εἶ;
’ ‘那么,既然你与石头不同,你就不是石头,对吗?
καὶ ἕτερος ὢν χρυσοῦ οὐ χρυσὸς εἶ;
既然你与金子不同,你就不是金子,对吗?
—ἔστι ταῦτα.
’ ‘——确实如此。
— οὔκουν καὶ ὁ Χαιρέδημος, ἔφη, ἕτερος ὢν πατρὸς πατήρ ἐστιν.
’ ‘那么,’他说道,‘凯雷德摩斯既然与父亲不同,也就不是父亲了。
—ἔοικεν, ἦν δʼ ἐγώ, οὐ πατὴρ εἶναι.
’ ‘——似乎,’我说道,‘他不是父亲。
εἰ γὰρ δήπου, ἔφη, πατήρ ἐστιν ὁ Χαιρέδημος, ὑπολαβὼν ὁ Εὐθύδημος, πάλιν αὖ ὁ Σωφρονίσκος ἕτερος ὢν πατρὸς οὐ πατήρ ἐστιν, ὥστε σύ, ὦ Σώκρατες, ἀπάτωρ εἶ.
’ ‘因为如果,’尤苏戴莫斯插话说,‘凯雷德摩斯确实是父亲,那么反过来,索弗罗尼斯科斯既然与那个父亲不同,也就不是父亲了,从而你,苏格拉底,就是个没有父亲的人。
καὶ ὁ Κτήσιππος ἐκδεξάμενος, ὁ δὲ ὑμέτερος, ἔφη, αὖ πατὴρ οὐ ταὐτὰ ταῦτα πέπονθεν;
’ 而克特西波斯接着说道:‘那么你们的父亲,反过来不也遭受了同样的事吗?
ἕτερός ἐστιν τοὐμοῦ πατρός;
他与我的父亲不同吗?
— πολλοῦ γʼ, ἔφη, δεῖ, ὁ Εὐθύδημος.
’ ‘——差得远呢,’尤苏戴莫斯说道。
— ἀλλά, ἦ δʼ ὅς, ὁ αὐτός;
‘——那么,’他说道,‘是同一个人吗?
— ὁ αὐτὸς μέντοι.
’ ‘——确实是同一个人。
— οὐκ ἂν συμβουλοίμην.
’ ‘——我可不建议这样。
ἀλλὰ πότερον, ὦ Εὐθύδημε, ἐμὸς μόνον ἐστὶ πατὴρ ἢ καὶ τῶν ἄλλων ἀνθρώπων;
不过,尤苏戴莫斯,他只是我一个人的父亲,还是也是其他所有人的父亲?
— καὶ τῶν ἄλλων, ἔφη· ἢ οἴει τὸν αὐτὸν πατέρα ὄντα οὐ πατέρα εἶναι;
’ ‘——也是其他人的父亲,’他说道,‘难道你以为,身为同一个父亲,却不是父亲吗?
— ὤιμην δῆτα, ἔφη ὁ Κτήσιππος.
’ ‘——我确实曾这么想,,’克特西波斯说道。
— τί δέ;
‘——那又怎样?
ἦ δʼ ὅς· χρυσὸν ὄντα μὴ χρυσὸν εἶναι;
’他说道,‘难道身为金子却不是金子?
ἢ ἄνθρωπον ὄντα μὴ ἄνθρωπον;
或者身为人类却不是人类?
— μὴ γάρ, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε, τὸ λεγόμενον, οὐ λίνον λίνῳ συνάπτεις· δεινὸν γὰρ λέγεις πρᾶγμα εἰ ὁ σὸς πατὴρ πάντων ἐστὶν πατήρ.
’ ‘——可别啊,’克特西波斯说道,‘尤苏戴莫斯,就像俗话所说的那样,你是在“用麻线去接麻线”;因为如果你父亲是所有人的父亲,那你说的这件事可就太可怕了。
— ἀλλʼ ἔστιν, ἔφη.
’ ‘——但事实就是如此,’他说道。
— πότερον ἀνθρώπων; ἦ δʼ ὃς ὁ Κτήσιππος, ἢ καὶ ἵππων καὶ τῶν ἄλλων πάντων ζῴων;
‘——是人类的[父亲],’克特西波斯说道,‘还是也是马以及其他所有动物的[父亲]?
πάντων, ἔφη.
’ ‘——是所有一切的,’他说道。
— ἦ καὶ μήτηρ ἡ μήτηρ;
‘——那么你的母亲也是[所有一切的]母亲吗?
— καὶ ἡ μήτηρ γε.
’ ‘——母亲也确实如此。
— καὶ τῶν ἐχίνων ἄρα, ἔφη, ἡ σὴ μήτηρ μήτηρ ἐστὶ τῶν θαλαττίων.
’ ‘——那么,’他说道,‘你的母亲也是海胆(海里的刺猬)的母亲了。
— καὶ ἡ σή γʼ, ἔφη.
’ ‘——而你的母亲也是,’他说道。
— καὶ σὺ ἄρα ἀδελφὸς εἶ τῶν κωβιῶν καὶ κυναρίων καὶ χοιριδίων.
‘——那么你也就是沙塘鳢、小狗和小猪的兄弟了。
— καὶ γὰρ σύ, ἔφη.
’ ‘——因为你也是,’他说道。
— κάπρος ἄρα σοι πατήρ ἐστι καὶ κύων.
‘——那么野猪和狗就是你的父亲了。
— καὶ γὰρ σοί, ἔφη.
’ ‘——因为对你也是,’他说道。
αὐτίκα δέ γε, ἦ δʼ ὃς ὁ Διονυσόδωρος, ἄν μοι ἀποκρίνῃ, ὦ Κτήσιππε, ὁμολογήσεις ταῦτα.
‘马上,’狄奥尼索多洛斯说道,‘只要你回答我,克特西波斯,你就会承认这些。
εἰπὲ γάρ μοι, ἔστι σοι κύων;
告诉我,你有狗吗?
— καὶ μάλα πονηρός, ἔφη ὁ Κτήσιππος.
’ ‘——有,而且非常坏,’克特西波斯说道。
— ἔστιν οὖν αὐτῷ κυνίδια;
‘——那么它有小狗吗?
— καὶ μάλʼ, ἔφη, ἕτερα τοιαῦτα.
’ ‘——确实有,和他一样坏的其他小狗,’他说道。
— οὐκοῦν πατήρ ἐστιν αὐτῶν ὁ κύων;
‘——那么那只狗是它们的父亲吗?
— ἔγωγέ τοι εἶδον, ἔφη, αὐτὸν ὀχεύοντα τὴν κύνα.
’ ‘——我确实亲眼看见,’他说道,‘它在和母狗交配。
— τί οὖν;
’ ‘——那又怎样?
οὐ σός ἐστιν ὁ κύων;
这只狗难道不是你的吗?
— πάνυ γʼ, ἔφη.
’ ‘——当然是我的,’他说道。
— οὐκοῦν πατὴρ ὢν σός ἐστιν, ὥστε σὸς πατὴρ γίγνεται ὁ κύων καὶ σὺ κυναρίων ἀδελφός;
‘——那么,它既是父亲,又是你的,因而这只狗就成了你的父亲,而你也就成了小狗的兄弟,对吗?
καὶ αὖθις ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος, ἵνα μὴ πρότερόν τι εἴποι ὁ Κτήσιππος, καὶ ἔτι γέ μοι μικρόν, ἔφη, ἀπόκριναι· τύπτεις τὸν κύνα τοῦτον;
’ 而狄奥尼索多洛斯再次迅速插话,免得克特西波斯先说什么: ‘再回答我一小个问题,’他说道,‘你打这只狗吗?
—καὶ ὁ Κτήσιππος γελάσας, νὴ τοὺς θεούς, ἔφη·
’ 而克特西波斯笑着说道:‘凭诸神起誓,我打!
οὐ γὰρ δύναμαι σέ.
因为我打不到你呀。
— οὐκοῦν τὸν σαυτοῦ πατέρα, ἔφη, τύπτεις;
’ ‘——那么,’他说道,‘你是在打你自己的父亲吗? ’

词汇与语法注释

  1. 298aοὔκουν καὶ ὁ Χαιρέδημος, ἔφη, ἕτερος ὢν πατρὸς πατήρ ἐστιν. — οὔκουν 引导否定结论(“因此不……”)。ἕτερος ὢν πατρὸς 是分词短语,表示原因或前提(“因为他与父亲不同”)。因此整句的意思是“因此,凯雷德摩斯……也不是父亲”。
  2. 298cμὴ γάρ, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε, τὸ λεγόμενον, οὐ λίνον λίνῳ συνάπτεις — τὸ λεγόμενον 是作同位语的宾格,插入语式地表示“正如俗话所说”。μὴ γάρ 表示强烈的否定或劝阻(“千万别……”)。οὐ λίνον λίνῳ συνάπτεις(直译“你没有把麻线接在麻线上”)是一个谚语,用来表示强行把不相干的事情结合在一起,或者进行无意义的论证。
  3. 298eοὐκοῦν πατὴρ ὢν σός ἐστιν — 这里的 σός 具有双重含义:一方面是“你的(所有物:狗)”,另一方面是“你的(父亲)”。分词短语 πατὴρ ὢν(身为父亲)与 σός ἐστιν(是你的)相结合,被智者诡辩地推导为“他是你的父亲”。

引用这一段

柏拉图, 尤西德莫斯篇 §298. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:298

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。