Humanitext Reader

柏拉图 · 尤西德莫斯篇 §280

智慧的正确性与对善物的恰当使用

第 6 段,共 25 段 · 希腊语

内容简介

苏格拉底使克莱尼亚斯同意,智慧总能引导人们正确行动并带来成功(好运);他进一步论证,要获得幸福,不仅需要拥有好东西,还必须正确地使用它们。

§280ΣΩ. τί δέ; στρατευόμενος μετὰ ποτέρου ἂν ἥδιον τοῦ κινδύνου τε καὶ τῆς τύχης μετέχοις, μετὰ σοφοῦ στρατηγοῦ ἢ μετὰ ἀμαθοῦς;
苏格拉底:“那么,如果去参军,你更愿意与两者中的哪一个共同分担危险和命运呢,是与聪明的将军还是与无知的将军?
— μετὰ σοφοῦ.
”—— 克莱尼亚斯:“与聪明的将军。
—τί δέ; ἀσθενῶν μετὰ ποτέρου ἂν ἡδέως κινδυνεύοις, μετὰ σοφοῦ ἰατροῦ ἢ μετὰ ἀμαθοῦς;
”—— 苏格拉底:“那么,如果生病了,你更愿意与两者中的哪一个共同承担风险呢,是与聪明的医生还是与无知的医生?
— μετὰ σοφοῦ.
”—— 克莱尼亚斯:“与聪明的医生。
—ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὅτι εὐτυχέστερον ἂν οἴει πράττειν μετὰ σοφοῦ πράττων ἢ μετὰ ἀμαθοῦς;
”—— 苏格拉底:“那么,”我说道,“是不是因为你认为,与聪明的人一起行动,比与无知的人一起行动,会过得更有运气呢?
—συνεχώρει.
”——他表示同意。
—ἡ σοφία ἄρα πανταχοῦ εὐτυχεῖν ποιεῖ τοὺς ἀνθρώπους.
——“那么,智慧在任何地方都能使人获得好运。
οὐ γὰρ δήπου ἁμαρτάνοι γʼ ἄν ποτέ τι σοφία, ἀλλʼ ἀνάγκη ὀρθῶς πράττειν καὶ τυγχάνειν· ἦ γὰρ ἂν οὐκέτι σοφία εἴη.
因为智慧绝不会在任何事情上出错,而是必然会正确行动并取得成功;否则,它就不再是智慧了。
συνωμολογησάμεθα τελευτῶντες οὐκ οἶδʼ ὅπως ἐν κεφαλαίῳ οὕτω τοῦτο ἔχειν, σοφίας παρούσης, ᾧ ἂν παρῇ, μηδὲν προσδεῖσθαι εὐτυχίας·
我们最终不知怎地,要之在这一点上达成了合意:当智慧存在时,对于拥有智慧的人来说,完全不需要额外的好运。
ἐπειδὴ δὲ τοῦτο συνωμολογησάμεθα, πάλιν ἐπυνθανόμην αὐτοῦ τὰ πρότερον ὡμολογημένα πῶς ἂν ἡμῖν ἔχοι.
既然我们在这一点上达成了合意,我又再次询问他,我们之前同意的那些事情现在对我们来说会如何。
ὡμολογήσαμεν γάρ, ἔφην, εἰ ἡμῖν ἀγαθὰ πολλὰ παρείη, εὐδαιμονεῖν ἂν καὶ εὖ πράττειν.
我说:‘因为我们曾经同意,如果许多好东西呈现在我们面前,我们就会幸福并且过得好。
—συνέφη.
’”——他表示同意。
—ἆρʼ οὖν εὐδαιμονοῖμεν ἂν διὰ τὰ παρόντα ἀγαθά, εἰ μηδὲν ἡμᾶς ὠφελοῖ ἢ εἰ ὠφελοῖ;
——“那么,如果这些呈现在面前的好东西对我们毫无益处,或者如果它们有益,我们会因为它们而感到幸福吗?
— εἰ ὠφελοῖ, ἔφη.
”—— 克莱尼亚斯:“如果有益,”他说道。
—ἆρʼ οὖν ἄν τι ὠφελοῖ, εἰ εἴη μόνον ἡμῖν, χρῴμεθα δʼ αὐτοῖς μή;
——苏格拉底:“那么,如果我们仅仅拥有它们,却不使用它们,它们还会对我们有什么益处吗?
οἷον σιτία εἰ ἡμῖν εἴη πολλά, ἐσθίοιμεν δὲ μή, ἢ ποτόν, πίνοιμεν δὲ μή, ἔσθʼ ὅτι ὠφελοίμεθʼ ἄν;
例如,如果我们有许多食物却不吃,或者有饮料却不喝,我们还能得到什么益处吗?
— οὐ δῆτα, ἔφη.
”—— 克莱尼亚斯:“绝对没有,”他说道。
—τί δέ;
——苏格拉底:“那又怎么样呢?
οἱ δημιουργοὶ πάντες, εἰ αὐτοῖς εἴη πάντα τὰ ἐπιτήδεια παρεσκευασμένα ἑκάστῳ εἰς τὸ ἑαυτοῦ ἔργον, χρῷντο δὲ αὐτοῖς μή, ἆρʼ ἂν οὗτοι εὖ πράττοιεν διὰ τὴν κτῆσιν, ὅτι κεκτημένοι εἶεν πάντα ἃ δεῖ κεκτῆσθαι τὸν δημιουργόν;
所有的手艺人,如果他们为各自的工作准备好了一切必需的工具和材料,却不使用它们,他们会因为这种占有——因为他们占有了一个手艺人所应占有的一切——而过得好吗?
οἷον τέκτων, εἰ παρεσκευασμένος εἴη τά τε ὄργανα ἅπαντα καὶ ξύλα ἱκανά, τεκταίνοιτο δὲ μή, ἔσθʼ ὅτι ὠφελοῖτʼ ἂν ἀπὸ τῆς κτήσεως;
例如一个木匠,如果他准备好了所有的工具和充足的木料,却不做任何木工活,他会从这种占有中得到什么益处吗?
— οὐδαμῶς, ἔφη.
”—— 克莱尼亚斯:“绝不可能,”他说道。
—τί δέ, εἴ τις κεκτημένος εἴη πλοῦτόν τε καὶ ἃ νυνδὴ ἐλέγομεν πάντα τὰ ἀγαθά, χρῷτο δὲ αὐτοῖς μή, ἆρʼ ἂν εὐδαιμονοῖ διὰ τὴν τούτων κτῆσιν τῶν ἀγαθῶν;
——苏格拉底:“那么,如果有人占有了财富和我们刚才所说的所有好东西,却不使用它们,他会因为占有了这些好东西而感到幸福吗?
— οὐ δῆτα, ὦ Σώκρατες.
”—— 克莱尼亚斯:“绝对不会,苏格拉底。
—δεῖ ἄρα, ἔφην, ὡς ἔοικεν, μὴ μόνον κεκτῆσθαι τὰ τοιαῦτα ἀγαθὰ τὸν μέλλοντα εὐδαίμονα ἔσεσθαι, ἀλλὰ καὶ χρῆσθαι αὐτοῖς· ἢ οὐδὲν ὄφελος τῆς κτήσεως γίγνεται.
”—— 苏格拉底:“那么,”我说道,“看来,想要获得幸福的人,不仅应该占有这些好东西,还必须使用它们;否则,这种占有就毫无益处。
— ἀληθῆ λέγεις.
”—— 克莱尼亚斯:“您说得对。
—ἆρʼ οὖν, ὦ Κλεινία, ἤδη τοῦτο ἱκανὸν πρὸς τὸ εὐδαίμονα ποιῆσαί τινα, τό τε κεκτῆσθαι τἀγαθὰ καὶ τὸ χρῆσθαι αὐτοῖς;
”—— 苏格拉底:“那么,克莱尼亚斯,这是否就已经足够使一个人感到幸福了呢:既占有这些好东西,又使用它们?
— ἔμοιγε δοκεῖ.
”—— 克莱尼亚斯:“在我看来确实如此。
—πότερον, ἦν δʼ ἐγώ, ἐὰν ὀρθῶς χρῆταί τις ἢ καὶ ἐὰν μή;
”—— 苏格拉底:“那么,”我说道,“是当一个人正确地使用它们的时候,还是即使不正确使用也行?
— ἐὰν ὀρθῶς.
”—— 克莱尼亚斯:“当正确使用的时候。 ”

词汇与语法注释

  1. 280aὅτι — 引导一个原因从句(“是因为……吗?”),用以回应克莱尼亚斯前一个回答“与聪明的人(μετὰ σοφοῦ)”。虽然在语法上也可以将其视为引导 οἴει 宾语的名词从句(“你是否认为……”),但在该语境下,将其解释为解释其选择原因的原因从句更为自然。
  2. 280aἦ γὰρ ἂν — 此处的 ἦ 被解释为表示转折或选择的连词 ἢ(“否则”)的强调或变体。它起到了替代条件从句的作用:“否则(如果不能正确行动并成功),它就不再是智慧了”。
  3. 280bοὐκ οἶδʼ ὅπως — 这是一个惯用的插入表达,意为“不知怎地”或“不知怎么搞的”。它在副词上修饰整句话的主动词 συνωμολογησάμεθα(“我们同意了”),暗含了说话者对讨论进程的谦虚或惊讶。
  4. 280cοἱ δημιουργοὶ πάντες — 悬垂主格(nominativus pendens)的例子。在句首以主格形式呈现,但由于中间夹杂了条件从句(εἰ αὐτοῖς εἴη...),导致句法结构发生破格(anacoluthon),在主句中其主语作用被指示代词 οὗτοι(“他们/这些人”)重新接替。

引用这一段

柏拉图, 尤西德莫斯篇 §280. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:280

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。