Humanitext Reader

柏拉图 · 尤西德莫斯篇 §279

幸福所需的好事物与智慧即好运

第 5 段,共 25 段 · 希腊语

内容简介

苏格拉底和克莱尼亚斯开始列举人类获得幸福所需的“好东西”,并依次指出了财富、健康、美德以及最后作为最大好事的“好运”。然而,苏格拉底随后指出“智慧”本身就是“好运”,并通过论证各类专业技术人员在其领域中总是最有运气的,使克莱尼亚斯感到惊讶。

§279ΣΩ. οὐδεὶς ὅστις οὔκ, ἔφη ὁ Κλεινίας.
苏格拉底:“没有一个人不这样想,” 克莱尼亚斯说道。
—εἶεν, ἦν δʼ ἐγώ· τὸ δὴ μετὰ τοῦτο, ἐπειδὴ βουλόμεθα εὖ πράττειν, πῶς ἂν εὖ πράττοιμεν;
——“好极了,”我说道,“接下来的问题是,既然我们都希望过得好,我们怎样才能过得好呢?
ἆρʼ ἂν εἰ ἡμῖν πολλὰ κἀγαθὰ εἴη;
是不是如果我们拥有许多好东西就会这样?
ἢ τοῦτο ἐκείνου ἔτι εὐηθέστερον;
或者这个问题比刚才那个还要愚蠢?
δῆλον γάρ που καὶ τοῦτο ὅτι οὕτως ἔχει.
因为这显然也是理所当然的。
—συνέφη.
”——他表示同意。
—φέρε δή, ἀγαθὰ δὲ ποῖα ἄρα τῶν ὄντων τυγχάνει ἡμῖν ὄντα;
——“那么,在现存的事物中,到底哪些算作我们的好东西呢?
ἢ οὐ χαλεπὸν οὐδὲ σεμνοῦ ἀνδρὸς πάνυ τι οὐδὲ τοῦτο ἔοικεν εἶναι εὐπορεῖν;
要列举这些,似乎既不困难,也不需要一个非常高明的人,不是吗?
πᾶς γὰρ ἂν ἡμῖν εἴποι ὅτι τὸ πλουτεῖν ἀγαθόν· ἦ γάρ;
因为任何人都会对我们说,富有是一件好事,难道不是吗?
— πάνυ γʼ, ἔφη.
”—— “确实如此,” 他说道。
—οὐκοῦν καὶ τὸ ὑγιαίνειν καὶ τὸ καλὸν εἶναι καὶ τἆλλα κατὰ τὸ σῶμα ἱκανῶς παρεσκευάσθαι;
——“那么,身体健康、容貌美丽,以及其他身体方面的条件都很充分,不也是好事吗?
—συνεδόκει.
”——他表示同意。
—ἀλλὰ μὴν εὐγένειαί γε καὶ δυνάμεις καὶ τιμαὶ ἐν τῇ ἑαυτοῦ δῆλά ἐστιν ἀγαθὰ ὄντα.
——“而且,高贵的出身、权力、以及在自己城邦里的荣誉,显然也都是好事。
—ὡμολόγει.
”——他承认了。
—τί οὖν, ἔφην, ἔτι ἡμῖν λείπεται τῶν ἀγαθῶν;
——“那么,在我们这里,好东西还剩下什么呢?
τί ἄρα ἐστὶν τὸ σώφρονά τε εἶναι καὶ δίκαιον καὶ ἀνδρεῖον;
”我说道,“节制、正义、勇敢这些又是什么呢?
πότερον πρὸς Διός, ὦ Κλεινία, ἡγῇ σύ, ἐὰν ταῦτα τιθῶμεν ὡς ἀγαθά, ὀρθῶς ἡμᾶς θήσειν, ἢ ἐὰν μή; ἴσως γὰρ ἄν τις ἡμῖν ἀμφισβητήσειεν·
凭着宙斯起誓,克莱尼亚斯,你认为如果我们把这些也当作好东西,我们做得对吗,还是不对?
σοὶ δὲ πῶς δοκεῖ;
因为也许有人会和我们争论这一点;但你觉得如何呢?
— ἀγαθά, ἔφη ὁ Κλεινίας.
”—— “是好东西,” 克莱尼亚斯说道。
— εἶεν, ἦν δʼ ἐγώ· τὴν δὲ σοφίαν ποῦ χοροῦ τάξομεν;
—— “好极了,”我说道,“那么我们应该把‘智慧’排在歌舞队的什么位置呢?
ἐν τοῖς ἀγαθοῖς, ἢ πῶς λέγεις;
排在好东西里,还是你怎么看?
— ἐν τοῖς ἀγαθοῖς.
”—— “排在好东西里。
—ἐνθυμοῦ δὴ μή τι παραλείπωμεν τῶν ἀγαθῶν, ὅτι καὶ ἄξιον λόγου.
” ——“仔细想想,我们有没有遗漏任何值得一提的好东西?
— ἀλλά μοι δοκοῦμεν, ἔφη, οὐδέν, ὁ Κλεινίας.
”—— “但在我看来,” 克莱尼亚斯说道, “我们没有遗漏任何东西。
—καὶ ἐγὼ ἀναμνησθεὶς εἶπον ὅτι ναὶ μὰ Δία κινδυνεύομέν γε τὸ μέγιστον τῶν ἀγαθῶν παραλιπεῖν.
” ——我忽然想起来,说道:“不对,凭着宙斯起誓,我们险些遗漏了最大的一个好东西。
— τί τοῦτο;
”—— “那是什么?
ἦ δʼ ὅς.
” 他问道。
—τὴν εὐτυχίαν, ὦ Κλεινία· ὃ πάντες φασί, καὶ οἱ πάνυ φαῦλοι, μέγιστον τῶν ἀγαθῶν εἶναι.
——“好运,克莱尼亚斯;所有的人,甚至最平庸的人,都说这是最大的好事。
— ἀληθῆ λέγεις, ἔφη.
”—— “你说得对,” 他说道。
—καὶ ἐγὼ αὖ πάλιν μετανοήσας εἶπον ὅτι ὀλίγου καταγέλαστοι ἐγενόμεθα ὑπὸ τῶν ξένων ἐγώ τε καὶ σύ, ὦ παῖ Ἀξιόχου.
——而我再次改变主意说道:“阿克西奥科斯的儿子啊,我和你刚才差点成了那些外邦人的笑柄。
— τί δή, ἔφη, τοῦτο;
”—— “这又是,” 他问道, “为什么呢?
—ὅτι εὐτυχίαν ἐν τοῖς ἔμπροσθεν θέμενοι νυνδὴ αὖθις περὶ τοῦ αὐτοῦ ἐλέγομεν.
” ——“因为我们之前已经把好运列在好东西里了,刚才却又在谈论同一件事。
— τί οὖν δὴ τοῦτο;
”—— “那又怎么样呢?
—καταγέλαστον δήπου, ὃ πάλαι πρόκειται, τοῦτο πάλιν προτιθέναι καὶ δὶς ταὐτὰ λέγειν.
” ——“把早已摆在面前的东西再次提出来,把同样的话说两遍,这显然是荒谬的。
— πῶς, ἔφη, τοῦτο λέγεις;
”—— “您怎么,” 他问道, “会这样说呢?
—ἡ σοφία δήπου, ἦν δʼ ἐγώ, εὐτυχία ἐστίν· τοῦτο δὲ κἂν παῖς γνοίη.
” ——“智慧显然就是好运嘛,”我说道,“这连小孩子都懂得。
—καὶ ὃς ἐθαύμασεν· οὕτως ἔτι νέος τε καὶ εὐήθης ἐστί.
”——他听了非常惊讶;他还是那么年轻和单纯。
—κἀγὼ γνοὺς αὐτὸν θαυμάζοντα, ἆρα οὐκ οἶσθα, ἔφην, ὦ Κλεινία, ὅτι περὶ αὐλημάτων εὐπραγίαν οἱ αὐληταὶ εὐτυχέστατοί εἰσιν;
——我看出他的惊讶,便说道:“克莱尼亚斯,难道你不知道,在吹笛这件事上,笛手们在把事情做好方面是最有运气(最成功)的吗?
—συνέφη.
”——他同意了。
—οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ περὶ γραμμάτων γραφῆς τε καὶ ἀναγνώσεως οἱ γραμματισταί;
——“那么,”我说道,“在字母的读写上,识字教师不也是如此吗?
— πάνυ γε.
”—— “确实如此。
—τί δέ;
” ——“那又怎么样呢?
πρὸς τοὺς τῆς θαλάττης κινδύνους μῶν οἴει εὐτυχεστέρους τινὰς εἶναι τῶν σοφῶν κυβερνητῶν, ὡς ἐπὶ πᾶν εἰπεῖν;
面对海上的危险,一般说来,你认为还有谁比聪明的舵手更有运气吗?
— οὐ δῆτα.
”—— “绝对没有。 ”

词汇与语法注释

  1. 279aοὐδεὶς ὅστις οὔκ — 这是 οὐδεὶς ἔστιν ὅστις οὐκ(没有一个人不……,即“每个人都……”)这一极常见惯用表达的省略形式,省略了系动词 ἔστιν。
  2. 279cποῦ χοροῦ τάξομεν; — 疑问副词 ποῦ(在何处)与属格 χοροῦ(歌舞队、行列)相结合。此处的属格起到了表示地方或归属的部分属格作用,比喻性地询问应将智慧安排在“哪一个类别”中。
  3. 279dὀλίγου — 起副词作用的表示程度的属格,意为“几乎”或“差点”。它源自 ὀλίγου δεῖν(差一点点),其中不定式 δεῖν 被省略。
  4. 279eπερὶ αὐλημάτων εὐπραγίαν — 名词 εὐπραγίαν(成功、做得好)的宾格形式,作动词 οἶσθα(你知道)的直接宾语,并受前置词短语 περὶ αὐλημάτων(关于吹笛)的修饰。

引用这一段

柏拉图, 尤西德莫斯篇 §279. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:279

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。