Humanitext Reader

柏拉图 · 尤西德莫斯篇 §281

智慧是唯一的善与无知是唯一的恶

第 7 段,共 25 段 · 希腊语

内容简介

苏格拉底论证道,财富、健康以及各种技术等通常被认为是好的事物,其真正的好坏取决于是否有智慧(知识)来引导。如果没有智慧,它们就会成为更大的坏事;只有在智慧引导下,它们才成为真正的好事。因此,结论是智慧是唯一的善,而无知是唯一的恶。

§281ΣΩ. καλῶς γε, ἦν δʼ ἐγώ, λέγεις.
苏格拉底:“你说的很对,”我说道。
πλέον γάρ που οἶμαι θάτερόν ἐστιν, ἐάν τις χρῆται ὁτῳοῦν μὴ ὀρθῶς πράγματι ἢ ἐὰν ἐᾷ· τὸ μὲν γὰρ κακόν, τὸ δὲ οὔτε κακὸν οὔτε ἀγαθόν.
“因为我想,如果有人不正确地使用任何东西,这比任凭它放着(坏处)更大;因为前者是坏的,而后者既非坏也非好。
ἢ οὐχ οὕτω φαμέν;
或者,我们难道不是这样说的吗?
—συνεχώρει.
”——他表示同意。
—τί οὖν; ἐν τῇ ἐργασίᾳ τε καὶ χρήσει τῇ περὶ τὰ ξύλα μῶν ἄλλο τί ἐστιν τὸ ἀπεργαζόμενον ὀρθῶς χρῆσθαι ἢ ἐπιστήμη ἡ τεκτονική;
——“那么,在木材的加工和使用中,带来正确使用的,难道是除木工技术(知识)之外的别的东西吗?
— οὐ δῆτα, ἔφη.
”—— 克莱尼亚斯:“绝对不是,”他说道。
—ἀλλὰ μήν που καὶ ἐν τῇ περὶ τὰ σκεύη ἐργασίᾳ τὸ ὀρθῶς ἐπιστήμη ἐστὶν ἡ ἀπεργαζομένη.
——苏格拉底:“但是,在制作器具的加工中,带来正确做法的,想必也是知识。
—συνέφη.
”——他表示同意。
—ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ περὶ τὴν χρείαν ὧν ἐλέγομεν τὸ πρῶτον τῶν ἀγαθῶν, πλούτου τε καὶ ὑγιείας καὶ κάλλους, τὸ ὀρθῶς πᾶσι τοῖς τοιούτοις χρῆσθαι ἐπιστήμη ἦν ἡγουμένη καὶ κατορθοῦσα τὴν πρᾶξιν, ἢ ἄλλο τι;
——“那么,”我说道,“对于我们起初所说的那些好东西,即财富、健康和美的使用,正确地使用所有这些东西,是由知识在引导并使其行为成功,还是由别的什么呢?
— ἐπιστήμη, ἦ δʼ ὅς.
”—— 克莱尼亚斯:“是知识,”他说道。
—οὐ μόνον ἄρα εὐτυχίαν ἀλλὰ καὶ εὐπραγίαν, ὡς ἔοικεν, ἡ ἐπιστήμη παρέχει τοῖς ἀνθρώποις ἐν πάσῃ κτήσει τε καὶ πράξει.
——苏格拉底:“由此看来,知识在一切占有和行为中,不仅给予人们好运,而且也给予人们善行(成功)。
—ὡμολόγει.
”——他表示同意。
—ἆρʼ οὖν ὦ πρὸς Διός, ἦν δʼ ἐγώ, ὄφελός τι τῶν ἄλλων κτημάτων ἄνευ φρονήσεως καὶ σοφίας;
——“那么,凭着宙斯起誓,”我说道,“如果没有理智和智慧,其他那些占有物还有什么益处吗?
ἆρά γε ἂν ὄναιτο ἄνθρωπος πολλὰ κεκτημένος καὶ πολλὰ πράττων νοῦν μὴ ἔχων, ἢ μᾶλλον ὀλίγα νοῦν ἔχων;
一个拥有许多东西、做许多事情却毫无理智的人,能够得到好处吗? 还是说,拥有少许东西却有理智的人更能得到好处?
ὧδε δὲ σκόπει· οὐκ ἐλάττω πράττων ἐλάττω ἂν ἐξαμαρτάνοι, ἐλάττω δὲ ἁμαρτάνων ἧττον ἂν κακῶς πράττοι, ἧττον δὲ κακῶς πράττων ἄθλιος ἧττον ἂν εἴη;
请这样思考:行事较少的人,犯错不也较少吗? 犯错较少,境遇变坏不也较少吗? 而境遇变坏较少,不也就没那么悲惨了吗?
— πάνυ γʼ, ἔφη.
”—— 克莱尼亚斯:“完全是这样,”他说道。
—πότερον οὖν ἂν μᾶλλον ἐλάττω τις πράττοι πένης ὢν ἢ πλούσιος;
——苏格拉底:“那么,一个人在贫穷时还是在富有的时候,行事会较少呢?
— πένης, ἔφη.
”—— 克莱尼亚斯:“贫穷时,”他说道。
—πότερον δὲ ἀσθενὴς ἢ ἰσχυρός;
——苏格拉底:“是虚弱的时候还是强壮的时候?
— ἀσθενής.
”—— 克莱尼亚斯:“虚弱的时候。
—πότερον δὲ ἔντιμος ἢ ἄτιμος;
”—— 苏格拉底:“是有声望的时候还是默默无闻的时候?
— ἄτιμος.
”—— 克莱尼亚斯:“默默无闻的时候。
—πότερον δὲ ἀνδρεῖος ὢν καὶ σώφρων ἐλάττω ἂν πράττοι ἢ δειλός;
”—— 苏格拉底:“那么,是勇敢且节制的人行事较少,还是胆小的人呢?
— δειλός.
”—— 克莱尼亚斯:“胆小的人。
—οὐκοῦν καὶ ἀργὸς μᾶλλον ἢ ἐργάτης;
”—— 苏格拉底:“因此,懒惰的人也比勤劳的工人(行事更少),难道不是吗?
—συνεχώρει.
”——他表示同意。
—καὶ βραδὺς μᾶλλον ἢ ταχύς, καὶ ἀμβλὺ ὁρῶν καὶ ἀκούων μᾶλλον ἢ ὀξύ;
——苏格拉底:“而且,迟钝的人也比敏捷的人行事更少,视力和听力差的人也比敏锐的人行事更少,难道不是吗?
—πάντα τὰ τοιαῦτα συνεχωροῦμεν ἀλλήλοις.
”——我们对所有这些观点都互相表示同意。
—ἐν κεφαλαίῳ δʼ, ἔφην, ὦ Κλεινία, κινδυνεύει σύμπαντα ἃ τὸ πρῶτον ἔφαμεν ἀγαθὰ εἶναι, οὐ περὶ τούτου ὁ λόγος αὐτοῖς εἶναι, ὅπως αὐτά γε καθʼ αὑτὰ πέφυκεν ἀγαθὰ, ἀλλʼ ὡς ἔοικεν ὧδʼ ἔχει· ἐὰν μὲν αὐτῶν ἡγῆται ἀμαθία, μείζω κακὰ εἶναι τῶν ἐναντίων, ὅσῳ δυνατώτερα ὑπηρετεῖν τῷ ἡγουμένῳ κακῷ ὄντι, ἐὰν δὲ φρόνησίς τε καὶ σοφία, μείζω ἀγαθά, αὐτὰ δὲ καθʼ αὑτὰ οὐδέτερα αὐτῶν οὐδενὸς ἄξια εἶναι.
——“总而言之,”我说道,“克莱尼亚斯,我们起初所说的一切好东西,其问题似乎并不在于它们本身自然就是好的,而是情况似乎如下:如果无知引导它们,它们就比其相反的东西是更大的坏事,因为它们更能够为那个本身是坏事的引导者服务;但如果理智和智慧引导它们,它们就是更大的好事,而它们本身均无任何价值。
— φαίνεται, ἔφη, ὡς ἔοικεν, οὕτως, ὡς σὺ λέγεις.
”—— 克莱尼亚斯:“看来正如您所说,情况确实如此,” 他说道。
—τί οὖν ἡμῖν συμβαίνει ἐκ τῶν εἰρημένων;
——苏格拉底:“那么,从所说的话中我们可以得出什么结论呢?
ἄλλο τι ἢ τῶν μὲν ἄλλων οὐδὲν ὂν οὔτε ἀγαθὸν οὔτε κακόν, τούτοιν δὲ δυοῖν ὄντοιν ἡ μὲν σοφία ἀγαθόν, ἡ δὲ ἀμαθία κακόν;
难道不是除这两者之外,其他一切都既非好也非坏,而在仅有的这两者中,智慧是好的,而无知是坏的吗?
—ὡμολόγει.
”——他表示同意。

词汇与语法注释

  1. 281aπλέον ... θάτερόν ἐστιν, ἐάν τις χρῆται ... ἢ ἐάν ἐᾷ — πλέον 是中性单数比较级表达,意为“更大(坏处更甚)”。θάτερόν 是 τὸ ἕτερον 的缩合(crasis),在此语境中指代“不正确地使用”。整句构成了“不正确地(μὴ ὀρθῶς)使用某物”比“任凭放着(ἐᾷ)”具有“更大(πλέον)”坏处的比较句。
  2. 281cοὐκ ἐλάττω πράττων ἐλάττω ἂν ἐξαμαρτάνοι... — 这里连续使用了表示条件的分词(πράττων, ἁμαρτάνων, πράττων)来表现递进的因果关系,主句动词则配有表示推测/潜在的 ἄν +希求语气。构成了一个连锁逻辑:“行事较少则犯错较少,犯错较少则境遇变坏较少,因而也就没那么悲惨”。
  3. 281dκινδυνεύει ... οὐ περὶ τούτου ὁ λόγος αὐτοῖς εἶναι — κινδυνεύει 在此并非表示“危险”,而是表示推测或概然性的非人称(或人称)句式(意为“可能/看来是”),后接不定式 εἶναι。表示“对于这些事物,讨论的重点看来并不是它们本身在自然属性上是否为善”。
  4. 281eὅσῳ δυνατώτερα ὑπηρετεῖν τῷ ἡγουμένῳ κακῷ ὄντι — ὅσῳ 是关系代词的与格,表示比例/相关关系(“越是……则越……”)。δυνατώτερα 是中性复数宾格形容词作副词用,修饰不定式 ὑπηρετεῖν(服务),意为“更强力地”。τῷ ἡγουμένῳ 是表示“引导者”的现在分词与格,而 κακῷ ὄντι(作为恶物)则作为述语性的分词短语,用以修饰或补充说明该引导者本身。

引用这一段

柏拉图, 尤西德莫斯篇 §281. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:281

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。