Humanitext Reader

柏拉图 · 赖西斯篇 §212-213

爱者与被爱者何为朋友的探讨

第 7 段,共 15 段 · 希腊语

内容简介

苏格拉底和梅内克塞诺讨论是主动去爱的人还是被爱的人应该被称为“朋友”,但在两种定义下都陷入了自相矛盾。一直热心倾听的吕西斯情不自禁地插话,促使苏格拉底将谈话对象转回吕西斯。

§212ὑμᾶς οὖν ὁρῶν, σέ τε καὶ Λύσιν, ἐκπέπληγμαι καὶ εὐδαιμονίζω ὅτι οὕτω νέοι ὄντες οἷοι τʼ ἐστὸν τοῦτο τὸ κτῆμα ταχὺ καὶ ῥᾳδίως κτᾶσθαι, καὶ σύ τε τοῦτον οὕτω φίλον ἐκτήσω ταχύ τε καὶ σφόδρα, καὶ αὖ οὗτος σέ·
“因此,看到你们两个,你和吕西斯,我感到十分惊奇,并为你们高兴。 因为你们如此年轻,就能如此迅速而轻易地获得这一财产。 你如此迅速而彻底地得到了他这样一个朋友,而他反过来也得到了你。
ἐγὼ δὲ οὕτω πόρρω εἰμὶ τοῦ κτήματος, ὥστε οὐδʼ ὅντινα τρόπον γίγνεται φίλος ἕτερος ἑτέρου οἶδα, ἀλλὰ ταῦτα δὴ αὐτά σε βούλομαι ἐρέσθαι ἅτε ἔμπειρον.
但我离这一财产是如此遥远,以至于我甚至不知道一个人是以何种方式成为另一个人的朋友的。 因此,我正想向你这个有经验的人请教这些事情。
καί μοι εἰπέ· ἐπειδάν τίς τινα φιλῇ, πότερος ποτέρου φίλος γίγνεται, ὁ φιλῶν τοῦ φιλουμένου ἢ ὁ φιλούμενος τοῦ φιλοῦντος·
请告诉我:每当有人爱另一个人时,他们中究竟谁成为谁的朋友? 是爱者成为被爱者的朋友,还是被爱者成为爱者的朋友?
ἢ οὐδὲν διαφέρει;
还是这没有任何区别?
— οὐδέν, ἔφη, ἔμοιγε δοκεῖ διαφέρειν.
” “在我看来,”他说,“没有任何区别。
—πῶς λέγεις; ἦν δʼ ἐγώ·
” “你这是什么意思?
ἀμφότεροι ἄρα ἀλλήλων φίλοι γίγνονται, ἐὰν μόνος ὁ ἕτερος τὸν ἕτερον φιλῇ;
”我说,“那么,如果仅仅是其中一方爱另一方,双方就都互为朋友了吗?
— ἔμοιγε, ἔφη, δοκεῖ.
” “在我看来是这样,”他说。
—τί δέ;
“怎么?
οὐκ ἔστιν φιλοῦντα μὴ ἀντιφιλεῖσθαι ὑπὸ τούτου ὃν ἂν φιλῇ;
难道爱者不可能不被他所爱的人回爱吗?
— ἔστιν.
” “有可能。
—τί δέ;
” “怎么?
ἆρα ἔστιν καὶ μισεῖσθαι φιλοῦντα;
难道爱者甚至有可能被憎恨吗?
οἷόν που ἐνίοτε δοκοῦσι καὶ οἱ ἐρασταὶ πάσχειν πρὸς τὰ παιδικά·
我想,这正如情人们有时在他们的宠儿那里所遭受的遭遇一样。
φιλοῦντες γὰρ ὡς οἷόν τε μάλιστα οἱ μὲν οἴονται οὐκ ἀντιφιλεῖσθαι, οἱ δὲ καὶ μισεῖσθαι.
因为尽管他们尽其所能地爱着,但有的人认为自己没有被回爱,有的人甚至认为自己被憎恨。
ἢ οὐκ ἀληθὲς δοκεῖ σοι τοῦτο;
难道你不认为这是真的吗?
— σφόδρα γε, ἔφη, ἀληθές.
” “非常明显,”他说,“这是真的。
—οὐκοῦν ἐν τῷ τοιούτῳ, ἦν δʼ ἐγώ, ὁ μὲν φιλεῖ, ὁ δὲ φιλεῖται;
” “那么,在这种情况中,”我说,“是一方在爱,而另一方被爱,对吗?
— ναί.
” “是的。
—πότερος οὖν αὐτῶν ποτέρου φίλος ἐστίν;
” “那么,他们中谁是谁的朋友呢?
ὁ φιλῶν τοῦ φιλουμένου, ἐάντε καὶ ἀντιφιλῆται ἐάντε καὶ μισῆται, ἢ ὁ φιλούμενος τοῦ φιλοῦντος;
是爱者成为被爱者的朋友——无论他是被回爱还是被憎恨,还是被爱者成为爱者的朋友?
ἢ οὐδέτερος αὖ ἐν τῷ τοιούτῳ οὐδετέρου φίλος ἐστίν, ἂν μὴ ἀμφότεροι ἀλλήλους φιλῶσιν;
或者,在这种情况中,除非双方互爱,否则谁都不是谁的朋友?
— ἔοικε γοῦν οὕτως ἔχειν.
” “至少看起来是这样的。
—ἀλλοίως ἄρα νῦν ἡμῖν δοκεῖ ἢ πρότερον ἔδοξεν.
” “那么我们现在的看法与之前的看法不同了。
τότε μὲν γάρ, εἰ ὁ ἕτερος φιλοῖ, φίλω εἶναι ἄμφω· νῦν δέ, ἂν μὴ ἀμφότεροι φιλῶσιν, οὐδέτερος φίλος.
因为那时,如果一方爱,我们认为双方都是朋友;而现在,除非双方都爱,否则谁都不是朋友。
— κινδυνεύει, ἔφη.
” “看来是这样,”他说。
—οὐκ ἄρα ἐστὶν φίλον τῷ φιλοῦντι οὐδὲν μὴ οὐκ ἀντιφιλοῦν.
“那么,除非予以回爱,否则任何东西对爱者来说都不是朋友。
— οὐκ ἔοικεν.
” “看起来不是。
—οὐδʼ ἄρα φίλιπποί εἰσιν οὓς ἂν οἱ ἵπποι μὴ ἀντιφιλῶσιν, οὐδὲ φιλόρτυγες, οὐδʼ αὖ φιλόκυνές γε καὶ φίλοινοι καὶ φιλογυμνασταὶ καὶ φιλόσοφοι, ἂν μὴ ἡ σοφία αὐτοὺς ἀντιφιλῇ.
” “那么,如果马不回爱他们,他们就不是爱马者;如果鹌鹑不回爱他们,他们就不是爱鹌鹑者;同样,如果狗、酒、体育和智慧不回爱他们,他们也就不是爱狗者、爱酒者、爱体育者和爱智慧者(哲学家)。
ἢ φιλοῦσι μὲν ταῦτα ἕκαστοι, οὐ μέντοι φίλα ὄντα, ἀλλὰ ψεύδεθʼ ὁ ποιητής, ὃς ἔφη— " ὄλβιος, ᾧ παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι καὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός;
或者,他们确实爱着这些东西中的每一种,但这些东西并不是他们的朋友,难道那位写下这些话的诗人是在撒谎吗: ‘幸福啊,那拥有亲爱的孩子、单蹄的骏马、猎犬以及异国宾客的人。 ’?
" — οὐκ ἔμοιγε δοκεῖ, ἦ δʼ ὅς.
” “在我看来,他没有撒谎,”他说。
—ἀλλʼ ἀληθῆ δοκεῖ λέγειν σοι;
“那你认为他说的是真话吗?
— ναί.
” “是的。
§213τὸ φιλούμενον ἄρα τῷ φιλοῦντι φίλον ἐστίν, ὡς ἔοικεν, ὦ Μενέξενε, ἐάντε φιλῇ ἐάντε καὶ μισῇ·
” “那么,梅内克塞诺,看来被爱者是爱者的朋友,无论被爱者是爱他还是憎恨他。
οἷον καὶ τὰ νεωστὶ γεγονότα παιδία, τὰ μὲν οὐδέπω φιλοῦντα, τὰ δὲ καὶ μισοῦντα, ὅταν κολάζηται ὑπὸ τῆς μητρὸς ἢ ὑπὸ τοῦ πατρός, ὅμως καὶ μισοῦντα ἐν ἐκείνῳ τῷ χρόνῳ πάντων μάλιστά ἐστι τοῖς γονεῦσι φίλτατα.
正如刚出生的婴儿,他们还不会爱,或者甚至在被母亲或父亲惩罚时感到憎恨。 然而,即使在憎恨的时候,他们在那个时候对父母来说依然是万物中最亲爱的。
— ἔμοιγε δοκεῖ, ἔφη, οὕτως ἔχειν.
” “在我看来,”他说,“确实如此。
—οὐκ ἄρα ὁ φιλῶν φίλος ἐκ τούτου τοῦ λόγου, ἀλλʼ ὁ φιλούμενος.
” “那么根据这个推论,不是爱者是朋友,而是被爱者是朋友。
— ἔοικεν.
” “看来是这样。
—καὶ ὁ μισούμενος ἐχθρὸς ἄρα, ἀλλʼ οὐχ ὁ μισῶν.
” “而那被憎恨者是敌人,而不是憎恨者是敌人。
— φαίνεται.
” “显然如此。
—πολλοὶ ἄρα ὑπὸ τῶν ἐχθρῶν φιλοῦνται, ὑπὸ δὲ τῶν φίλων μισοῦνται, καὶ τοῖς μὲν ἐχθροῖς φίλοι εἰσίν, τοῖς δὲ φίλοις ἐχθροί, εἰ τὸ φιλούμενον φίλον ἐστὶν ἀλλὰ μὴ τὸ φιλοῦν.
” “那么,许多人被他们的敌人所爱,而被他们的朋友所憎恨,并且对他们的敌人来说是朋友,对他们的朋友来说是敌人——如果被爱者是朋友,而爱者不是朋友的话。
καίτοι πολλὴ ἀλογία, ὦ φίλε ἑταῖρε, μᾶλλον δὲ οἶμαι καὶ ἀδύνατον, τῷ τε φίλῳ ἐχθρὸν καὶ τῷ ἐχθρῷ φίλον εἶναι.
然而,我亲爱的同伴,这是极大的荒谬,或者不如说我认为是不可能的:成为自己朋友的敌人,而成为自己敌人的朋友。
— ἀληθῆ, ἔφη, ἔοικας λέγειν, ὦ Σώκρατες.
” “苏格拉底,你说的似乎确实是真理,”他说。
—οὐκοῦν εἰ τοῦτʼ ἀδύνατον, τὸ φιλοῦν ἂν εἴη φίλον τοῦ φιλουμένου.
“那么,如果这是不可能的,那么爱者就应该是被爱者的朋友。
— φαίνεται.
” “显然如此。
—τὸ μισοῦν ἄρα πάλιν ἐχθρὸν τοῦ μισουμένου.
” “而憎恨者反过来也应该是被憎恨者的敌人。
— ἀνάγκη.
” “必然如此。
—οὐκοῦν ταὐτὰ ἡμῖν συμβήσεται ἀναγκαῖον εἶναι ὁμολογεῖν, ἅπερ ἐπὶ τῶν πρότερον, πολλάκις φίλον εἶναι μὴ φίλου, πολλάκις δὲ καὶ ἐχθροῦ, ὅταν ἢ μὴ φιλοῦν τις φιλῇ ἢ καὶ μισοῦν φιλῇ· πολλάκις δʼ ἐχθρὸν εἶναι μὴ ἐχθροῦ ἢ καὶ φίλου, ὅταν ἢ μὴ μισοῦν τις μισῇ ἢ καὶ φιλοῦν μισῇ.
” “那么,我们将被迫承认与以前完全相同的事情:当一个人爱一个不爱他、甚至憎恨他的人时,他经常成为非朋友的朋友,甚至成为敌人的朋友;而当一个人憎恨一个不憎恨他、甚至爱他的人时,他经常成为非敌人的敌人,甚至成为朋友的敌人。
— κινδυνεύει, ἔφη.
” “看来是这样,”他说。
—τί οὖν δὴ χρησώμεθα, ἦν δʼ ἐγώ, εἰ μήτε οἱ φιλοῦντες φίλοι ἔσονται μήτε οἱ φιλούμενοι μήτε οἱ φιλοῦντές τε καὶ φιλούμενοι;
“那么我们该怎么办呢? ”我说,“如果既不是爱者成为朋友,也不是被爱者成为朋友,也不是既爱又被爱的人成为朋友?
ἀλλὰ καὶ παρὰ ταῦτα ἄλλους τινὰς ἔτι φήσομεν εἶναι φίλους ἀλλήλοις γιγνομένους;
除了这些之外,我们还要说有别的什么人互为朋友吗?
— οὐ μὰ τὸν Δία, ἔφη, ὦ Σώκρατες, οὐ πάνυ εὐπορῶ ἔγωγε.
” “凭宙斯起誓,苏格拉底,”他说,“我真的完全没有办法了。
—ἆρα μή, ἦν δʼ ἐγώ, ὦ Μενέξενε, τὸ παράπαν οὐκ ὀρθῶς ἐζητοῦμεν;
” “梅内克塞诺,是不是我们整个探求的方向都不对? ”我说。
— οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἔφη, ὁ Λύσις, καὶ ἅμα εἰπὼν ἠρυθρίασεν·
“苏格拉底,我不这么认为,”吕西斯说,一说出口他就红了脸。
ἐδόκει γάρ μοι ἄκοντʼ αὐτὸν ἐκφεύγειν τὸ λεχθὲν διὰ τὸ σφόδρα προσέχειν τὸν νοῦν τοῖς λεγομένοις, δῆλος δʼ ἦν καὶ ὅτε ἠκροᾶτο οὕτως ἔχων.
因为在我看来,由于他非常专心地听着所说的话,这句回答违背他的本意地从他那里逃逸了出来。 显而易见,甚至在他倾听的时候,他就是这种状态。
ἐγὼ οὖν βουλόμενος τόν τε Μενέξενον ἀναπαῦσαι καὶ ἐκείνου ἡσθεὶς τῇ φιλοσοφίᾳ, οὕτω μεταβαλὼν πρὸς τὸν λύσιν ἐποιούμην τοὺς λόγους, καὶ εἶπον·
因此,我为了让梅内克塞诺休息一下,同时也为吕西斯的爱智而高兴,便将谈话转到他身上,说道:“吕西斯,我认为你说的对。
ὦ Λύσι, ἀληθῆ μοι δοκεῖς λέγειν ὅτι εἰ ὀρθῶς ἡμεῖς ἐσκοποῦμεν, οὐκ ἄν ποτε οὕτως ἐπλανώμεθα.
因为如果我们以前的观察是对的,我们绝不会这样迷失方向。 ”

词汇与语法注释

  1. 212aοἷοι τʼ ἐστὸν τοῦτο τὸ κτῆμα ταχὺ καὶ ῥᾳδίως κτᾶσθαι — 表能力(能够……)的短语 `οἷός τʼ εἰμί` 中的形容词 `οἷος` 采用了第二人称双数形式 `οἷοί τʼ ἐστὸν`,以呼应前面作宾语的 `ὑμᾶς`(即 `σέ τε καὶ Λύσιν`),后接不定式 `κτᾶσθαι`。
  2. 212dμὴ οὐκ ἀντιφιλοῦν — 由于主句中含有否定词(`οὐκ ... οὐδὲν`),表示条件的分词短语(“如果不予以回报地爱”)中使用了双重否定 `μὴ οὐ`,而非单一的 `μή`。
  3. 213cπολλάκις φίλον εἶναι μὴ φίλου — 这是隶属于非人称动词 `συμβήσεται` 之后不定式句的“带对格的不定式”结构。`φίλον` 是不定式 `εἶναι` 的说明语(对格),而 `μὴ φίλου` 是名词化的形容词(“非朋友之辈”),作为 `φίλον` 所要求的属格(“……的朋友”)发挥作用。
  4. 213dἄκοντʼ αὐτὸν ἐκφεύγειν τὸ λεχθὲν — 不定式 `ἐκφεύγειν` 的主语是中性名词化分词 `τὸ λεχθὲν`(所说的话),而 `αὐτόν` 是动词 `ἐκφεύγω`(逃逸、漏出)的宾语(对格)。形容词 `ἄκοντα`(非其本意地)修饰 `αὐτόν`(他),构成比喻性表达:“说出的话违背他的本意地从他那里逃逸出来(脱口而出)”。

引用这一段

柏拉图, 赖西斯篇 §212-213. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:212-213

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。