§211κατιδὼν οὖν αὐτὸν ἀγωνιῶντα καὶ τεθορυβημένον ὑπὸ τῶν λεγομένων, ἀνεμνήσθην ὅτι καὶ προσεστὼς λανθάνειν τὸν λύσιν ἐβούλετο·
看到他因所说的话而焦虑和慌乱,我想起他虽然站在附近,却希望不被吕西斯注意到。
ἀνέλαβον οὖν ἐμαυτὸν καὶ ἐπέσχον τοῦ λόγου.
于是我收敛心神,止住了话头。
καὶ ἐν τούτῳ ὁ Μενέξενος πάλιν ἧκεν, καὶ ἐκαθέζετο παρὰ τὸν λύσιν, ὅθεν καὶ ἐξανέστη.
就在这时,梅内克塞诺回来了,在吕西斯身边坐下,也就是他刚才站起来的地方。
ὁ οὖν Λύσις μάλα παιδικῶς καὶ φιλικῶς, λάθρᾳ τοῦ Μενεξένου, σμικρὸν πρός με λέγων ἔφη· ὦ Σώκρατες, ἅπερ καὶ ἐμοὶ λέγεις, εἰπὲ καὶ Μενεξένῳ.
于是吕西斯带着十分孩子气和友好的神情,避开梅内克塞诺,小声对我说:“苏格拉底,把你对我说的话,也对梅内克塞诺说一遍吧。
καὶ ἐγὼ εἶπον, ταῦτα μὲν σὺ αὐτῷ ἐρεῖς, ὦ Λύσι·
”我说:“这些话你自己去对他说吧,吕西斯。
πάντως γὰρ προσεῖχες τὸν νοῦν.
因为你方才听得非常专心。
πάνυ μὲν οὖν,
ἔφη.
”“确实非常专心,”他说。
πειρῶ τοίνυν, ἦν δʼ ἐγώ, ἀπομνημονεῦσαι αὐτὰ ὅτι μάλιστα, ἵνα τούτῳ σαφῶς πάντα εἴπῃς·
“那么,”我说,“你就尽量把它们记清楚,以便向他讲得明明白白。
ἐὰν δέ τι αὐτῶν ἐπιλάθῃ, αὖθίς με ἀνερέσθαι ὅταν ἐντύχῃς πρῶτον.
如果你忘了其中什么,下次一见到我,就再问我。
ἀλλὰ ποιήσω,
ἔφη,
ταῦτα, ὦ Σώκρατες, πάνυ σφόδρα, εὖ ἴσθι.
”“苏格拉底,我一定会这样做的,”他说,“非常当真,请你放心。
ἀλλά τι ἄλλο αὐτῷ λέγε, ἵνα καὶ ἐγὼ ἀκούω, ἕως ἂν οἴκαδε ὥρα ᾖ ἀπιέναι.
不过,你再跟他说点别的吧,让我也能听听,直到该回家的时候。
ἀλλὰ χρὴ ποιεῖν ταῦτα, ἦν δʼ ἐγώ, ἐπειδή γε καὶ σὺ κελεύεις.
”“好吧,必须这样做,”我说,“既然你这么要求。
ἀλλὰ ὅρα ὅπως ἐπικουρήσεις μοι, ἐάν με ἐλέγχειν ἐπιχειρῇ ὁ Μενέξενος·
但是,如果梅内克塞诺试图反驳我,你可要注意帮我的忙。
ἢ οὐκ οἶσθα ὅτι ἐριστικός ἐστιν;
难道你不知道他是个好辩的人吗?
ναὶ μὰ Δία,
ἔφη,
σφόδρα γε·
”“是的,凭宙斯起誓,”他说,“非常明显。
διὰ ταῦτά τοι καὶ βούλομαί σε αὐτῷ διαλέγεσθαι.
正因如此,我才想让你和他谈谈。
ἵνα, ἦν δʼ ἐγώ, καταγέλαστος γένωμαι;
”“是为了让我成为笑柄吗? ”我说。
οὐ μὰ Δία,
ἔφη,
ἀλλʼ ἵνα αὐτὸν κολάσῃς.
“绝非如此,凭宙斯起誓,”他说,“而是为了让你教训教训他。
πόθεν; ἦν δʼ ἐγώ.
”“怎么教训呢?
οὐ ῥᾴδιον·
”我说,“这可不容易。
δεινὸς γὰρ ὁ ἄνθρωπος, Κτησίππου μαθητής.
这人可厉害了,他是克特西波斯的弟子。
πάρεστι δέ τοι αὐτός—οὐχ ὁρᾷς; — Κτήσιππος.
而且克特西波斯本人就在这里——你没看到吗?
μηδενός σοι,
ἔφη,
μελέτω, ὦ Σώκρατες, ἀλλʼ ἴθι διαλέγου αὐτῷ.
”“谁也别管,苏格拉底,”他说,“去和他谈吧。
διαλεκτέον, ἦν δʼ ἐγώ.
”“那必须谈谈了,”我说。
ταῦτα οὖν ἡμῶν λεγόντων πρὸς ἡμᾶς αὐτούς,
τί ὑμεῖς,
ἔφη ὁ Κτήσιππος,
αὐτὼ μόνω ἑστιᾶσθον, ἡμῖν δὲ οὐ μεταδίδοτον τῶν λόγων;
正当我们自言自语说这些话时,“你们两个,”克特西波斯说,“怎么只顾自己享用宴席,却不让我们分享谈话呢?
ἀλλὰ μήν, ἦν δʼ ἐγώ, μεταδοτέον.
”“不过,确实,”我说,“必须分享。
ὅδε γάρ τι ὧν λέγω οὐ μανθάνει, ἀλλά φησιν οἴεσθαι Μενέξενον εἰδέναι, καὶ κελεύει τοῦτον ἐρωτᾶν.
因为这位说,我所说的有些话他听不懂,但他认为梅内克塞诺懂得,所以让我问问梅内克塞诺。
τί οὖν,
ἦ δʼ ὅς,
οὐκ ἐρωτᾷς;
”“那你为什么不问呢?
ἀλλʼ ἐρήσομαι, ἦν δʼ ἐγώ.
”他说。
καί μοι εἰπέ, ὦ Μενέξενε, ὃ ἄν σε ἔρωμαι.
“那我就问了,”我说。
τυγχάνω γὰρ ἐκ παιδὸς ἐπιθυμῶν κτήματός του, ὥσπερ ἄλλος ἄλλου.
“梅内克塞诺,回答我的问题。
ὁ μὲν γάρ τις ἵππους ἐπιθυμεῖ κτᾶσθαι, ὁ δὲ κύνας, ὁ δὲ χρυσίον, ὁ δὲ τιμάς·
因为我从小就渴望得到某种财产,就像别人渴望别的东西一样。
ἐγὼ δὲ πρὸς μὲν ταῦτα πρᾴως ἔχω, πρὸς δὲ τὴν τῶν φίλων κτῆσιν πάνυ ἐρωτικῶς, καὶ βουλοίμην ἄν μοι φίλον ἀγαθὸν γενέσθαι μᾶλλον ἢ τὸν ἄριστον ἐν ἀνθρώποις ὄρτυγα ἢ ἀλεκτρυόνα, καὶ ναὶ μὰ Δία ἔγωγε μᾶλλον ἢ ἵππον τε καὶ κύνα—οἶμαι δέ, νὴ τὸν κύνα, μᾶλλον ἢ τὸ Δαρείου χρυσίον κτήσασθαι δεξαίμην πολὺ πρότερον ἑταῖρον, μᾶλλον δὲ ἢ αὐτὸν Δαρεῖον—οὕτως ἐγὼ φιλέταιρός τίς εἰμι.
有人渴望拥有马匹,有人渴望狗,有人渴望金子,有人渴望荣誉。 而我对这些东西看得很淡,但对获得朋友却非常有热情。 我宁愿得到一个好朋友,也不愿得到人间最好的鹌鹑或公鸡。 是的,凭宙斯起誓,我宁愿要一个朋友,也不愿要马和狗——而且我认为,凭狗发誓,我宁愿在很早以前就获得一个伙伴,也不愿得到大流士的金子,甚至不愿得到大流士本人。 我就是这样一个极爱伙伴的人。 ”