Humanitext Reader

柏拉图 · 赖西斯篇 §214

探讨同类相求即相似者为友之说

第 8 段,共 15 段 · 希腊语

内容简介

苏格拉底探讨了诗人和自然学家关于“相似者是相似者的朋友”的观点,得出只有善人之间才能成为朋友的结论,因为恶人自身就是矛盾的;但他随后提出质疑,即相似者之间是否能真正互惠。

§214ἀλλὰ ταύτῃ μὲν μηκέτι ἴωμεν— καὶ γὰρ χαλεπή τίς μοι φαίνεται ὥσπερ ὁδὸς ἡ σκέψις—ᾗ δὲ ἐτράπημεν, δοκεῖ μοι χρῆναι ἰέναι, σκοποῦντα κατὰ τοὺς ποιητάς· οὗτοι γὰρ ἡμῖν ὥσπερ πατέρες τῆς σοφίας εἰσὶν καὶ ἡγεμόνες.
但我们不要再走这条路了——因为在我看来,这一探求确实像是一条艰难的道路——而在我们转向的那个方向,我以为我们应当走下去,按照诗人们的说法来进行考察;因为他们对我们来说,就像是智慧的父亲和导师。
λέγουσι δὲ δήπου οὐ φαύλως ἀποφαινόμενοι περὶ τῶν φίλων, οἳ τυγχάνουσιν ὄντες· ἀλλὰ τὸν θεὸν αὐτόν φασιν ποιεῖν φίλους αὐτούς, ἄγοντα παρʼ ἀλλήλους.
关于那些碰巧是朋友的人,他们发表的见解想必绝非平庸;他们说,神亲自使他们成为朋友,把他们带到彼此身边。
λέγουσι δέ πως ταῦτα, ὡς ἐγᾦμαι, ὡδί— " αἰεί τοι τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον " καὶ ποιεῖ γνώριμον· ἢ οὐκ ἐντετύχηκας τούτοις τοῖς ἔπεσιν;
他们说这话的方式,依我之见,大致如下: “神总是把相似的人引向相似的人” 并且使他们相识;难道你没有读过这些诗句吗?
— ἔγωγʼ, ἔφη.
“我读过,”他说。
—οὐκοῦν καὶ τοῖς τῶν σοφωτάτων συγγράμμασιν ἐντετύχηκας ταῦτα αὐτὰ λέγουσιν, ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ ἀνάγκη ἀεὶ φίλον εἶναι;
“那么,你是否也读过那些最聪明的人的著作,他们也说着同样的话,即相似者对于相似者总是必然互为朋友?
εἰσὶν δέ που οὗτοι οἱ περὶ φύσεώς τε καὶ τοῦ ὅλου διαλεγόμενοι καὶ γράφοντες.
我想,这些人就是那些讨论并撰写关于自然和宇宙整体的人。
— ἀληθῆ, ἔφη, λέγεις.
” “你说得对,”他说。
—ἆρʼ οὖν, ἦν δʼ ἐγώ, εὖ λέγουσιν;
“那么,”我说,“他们说得对吗?
— ἴσως, ἔφη.
” “也许吧,”他说。
—ἴσως, ἦν δʼ ἐγώ, τὸ ἥμισυ αὐτοῦ, ἴσως δὲ καὶ πᾶν, ἀλλʼ ἡμεῖς οὐ συνίεμεν.
“也许,”我说,“说对了一半,也许甚至说全了,但我们没有理解。
δοκεῖ γὰρ ἡμῖν ὅ γε πονηρὸς τῷ πονηρῷ, ὅσῳ ἂν ἐγγυτέρω προσίῃ καὶ μᾶλλον ὁμιλῇ, τοσούτῳ ἐχθίων γίγνεσθαι.
因为在我们看来,恶人越是接近恶人,越是与他交往,就变得越是有敌意。
ἀδικεῖ γάρ· ἀδικοῦντας δὲ καὶ ἀδικουμένους ἀδύνατόν που φίλους εἶναι.
因为他行不义;而行不义者与受不义者,我想,是不可能成为朋友的。
οὐχ οὕτως;
难道不是这样吗?
— ναί, ἦ δʼ ὅς.
” “是的,”他说。
—ταύτῃ μὲν ἂν τοίνυν τοῦ λεγομένου τὸ ἥμισυ οὐκ ἀληθὲς εἴη, εἴπερ οἱ πονηροὶ ἀλλήλοις ὅμοιοι.
“那么,在这方面,如果恶人之间彼此相似的话,那么所说的话有一半就不是真的了。
— ἀληθῆ λέγεις.
” “你说得对。
—ἀλλά μοι δοκοῦσιν λέγειν τοὺς ἀγαθοὺς ὁμοίους εἶναι ἀλλήλοις καὶ φίλους, τοὺς δὲ κακούς, ὅπερ καὶ λέγεται περὶ αὐτῶν, μηδέποτε ὁμοίους μηδʼ αὐτοὺς αὑτοῖς εἶναι, ἀλλʼ ἐμπλήκτους τε καὶ ἀσταθμήτους· ὃ δὲ αὐτὸ αὑτῷ ἀνόμοιον εἴη καὶ διάφορον, σχολῇ γέ τῳ ἄλλῳ ὅμοιον ἢ φίλον γένοιτʼ ἄν.
” “但我认为,他们的意思是指善人之间彼此相似且互为朋友,而恶人则正如人们对他们的评价那样,绝不相似,甚至对自己也不相似,而是反复无常、难以捉摸的;而与自身不相似且有分歧的东西,很难与别的东西相似或成为朋友。
ἢ οὐ καὶ σοὶ δοκεῖ οὕτως;
难道你不也是这样认为吗?
— ἔμοιγʼ, ἔφη.
” “是的,”他说。
—τοῦτο τοίνυν αἰνίττονται, ὡς ἐμοὶ δοκοῦσιν, ὦ ἑταῖρε, οἱ τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον λέγοντες, ὡς ὁ ἀγαθὸς τῷ ἀγαθῷ μόνος μόνῳ φίλος, ὁ δὲ κακὸς οὔτε ἀγαθῷ οὔτε κακῷ οὐδέποτε εἰς ἀληθῆ φιλίαν ἔρχεται.
“那么在我看来,我的同伴,那些说‘相似者是相似者的朋友’的人,他们所隐射的正是这一点:只有善人才是善人的朋友,唯有彼此,而恶人无论对善人还是恶人,都绝不能进入真正的友谊。
συνδοκεῖ σοι;
你同意吗?
—κατένευσεν.
” 他点头表示同意。
—ἔχομεν ἄρα ἤδη τίνες εἰσὶν οἱ φίλοι· ὁ γὰρ λόγος ἡμῖν σημαίνει ὅτι οἳ ἂν ὦσιν ἀγαθοί.
“那么,我们现在已经知道谁是朋友了;因为这一论证向我们表表明,凡是善人就是朋友。
— πάνυ γε, ἔφη, δοκεῖ.
” “非常明显,”他说,“看来是这样。
καὶ ἐμοί, ἦν δʼ ἐγώ.
” “我也这样认为,”我说。
καίτοι δυσχεραίνω τί γε ἐν αὐτῷ·
“然而,我对其中的某点感到有些不安。
φέρε οὖν, ὦ πρὸς Διός, ἴδωμεν τί καὶ ὑποπτεύω.
来吧,凭宙斯起誓,让我们看看我所怀疑的是什么。
ὁ ὅμοιος τῷ ὁμοίῳ καθʼ ὅσον ὅμοιος φίλος, καὶ ἔστιν χρήσιμος ὁ τοιοῦτος τῷ τοιούτῳ;
相似者对于相似者,只要他是相似的,就是朋友吗?
μᾶλλον δὲ ὧδε·
这样的人对于这样的人是有用的吗?
ὁτιοῦν ὅμοιον ὁτῳοῦν ὁμοίῳ τίνα ὠφελίαν ἔχειν ἢ τίνα βλάβην ἂν ποιῆσαι δύναιτο, ὃ μὴ καὶ αὐτὸ αὑτῷ;
或者不如这样说:任何相似的东西对于任何相似的东西,能有什么益处,或者能造成什么危害,是它自己不能对自己做到的? ”

词汇与语法注释

  1. 214aσκοποῦντα — 分词 σκοποῦντα 是单数阳性宾格。这是因为在非人称短语 δοκεῖ μοι χρῆναι 之后,不定式 ἰέναι 的逻辑主语被理解为单数的“我”(单数宾格 ἐμέ),而不是“我们”,从而使分词保持单数形式。
  2. 214dσχολῇ — σχολῇ 原本是表示“闲暇”的名词的与格形式,在此处用作副词,与表示潜在的 ἄν 连用,加强否定语气,意为“很难”、“绝不”或“简直不”。
  3. 214eὃ μὴ καὶ αὐτὸ αὑτῷ — 在关系从句 ὃ μὴ καὶ αὐτὸ αὑτῷ 中省略了动词。根据前文的动词短语 ὠφελίαν ἔχειν ἢ τίνα βλάβην ἂν ποιῆσαι δύναιτο,应补全理解为“那它自己也不能对自己拥有或做到的”。

引用这一段

柏拉图, 赖西斯篇 §214. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:214

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。