- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:212-213
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテスとメネクセノスは、能動的に愛する者と受動的に愛される者のどちらが「友」と呼ばれるべきかを議論するが、双方の定義において自己矛盾に陥る。この議論を熱心に聞いていたリュシスが思わず口を挟み、ソクラテスは対話の相手をリュシスに戻す。
ὑμᾶς οὖν ὁρῶν, σέ τε καὶ Λύσιν, ἐκπέπληγμαι καὶ εὐδαιμονίζω ὅτι οὕτω νέοι ὄντες οἷοι τʼ ἐστὸν τοῦτο τὸ κτῆμα ταχὺ καὶ ῥᾳδίως κτᾶσθαι,1 καὶ σύ τε τοῦτον οὕτω φίλον ἐκτήσω ταχύ τε καὶ σφόδρα, καὶ αὖ οὗτος σέ· ἐγὼ δὲ οὕτω πόρρω εἰμὶ τοῦ κτήματος, ὥστε οὐδʼ ὅντινα τρόπον γίγνεται φίλος ἕτερος ἑτέρου οἶδα, ἀλλὰ ταῦτα δὴ αὐτά σε βούλομαι ἐρέσθαι ἅτε ἔμπειρον. καί μοι εἰπέ· ἐπειδάν τίς τινα φιλῇ, πότερος ποτέρου φίλος γίγνεται, ὁ φιλῶν τοῦ φιλουμένου ἢ ὁ φιλούμενος τοῦ φιλοῦντος· ἢ οὐδὲν διαφέρει;— οὐδέν, ἔφη, ἔμοιγε δοκεῖ διαφέρειν. —πῶς λέγεις; ἦν δʼ ἐγώ· ἀμφότεροι ἄρα ἀλλήλων φίλοι γίγνονται, ἐὰν μόνος ὁ ἕτερος τὸν ἕτερον φιλῇ;— ἔμοιγε, ἔφη, δοκεῖ. —τί δέ; οὐκ ἔστιν φιλοῦντα μὴ ἀντιφιλεῖσθαι ὑπὸ τούτου ὃν ἂν φιλῇ;— ἔστιν. —τί δέ; ἆρα ἔστιν καὶ μισεῖσθαι φιλοῦντα; οἷόν που ἐνίοτε δοκοῦσι καὶ οἱ ἐρασταὶ πάσχειν πρὸς τὰ παιδικά· φιλοῦντες γὰρ ὡς οἷόν τε μάλιστα οἱ μὲν οἴονται οὐκ ἀντιφιλεῖσθαι, οἱ δὲ καὶ μισεῖσθαι. ἢ οὐκ ἀληθὲς δοκεῖ σοι τοῦτο;— σφόδρα γε, ἔφη, ἀληθές. —οὐκοῦν ἐν τῷ τοιούτῳ, ἦν δʼ ἐγώ, ὁ μὲν φιλεῖ, ὁ δὲ φιλεῖται;— ναί. —πότερος οὖν αὐτῶν ποτέρου φίλος ἐστίν; ὁ φιλῶν τοῦ φιλουμένου, ἐάντε καὶ ἀντιφιλῆται ἐάντε καὶ μισῆται, ἢ ὁ φιλούμενος τοῦ φιλοῦντος; ἢ οὐδέτερος αὖ ἐν τῷ τοιούτῳ οὐδετέρου φίλος ἐστίν, ἂν μὴ ἀμφότεροι ἀλλήλους φιλῶσιν;— ἔοικε γοῦν οὕτως ἔχειν. —ἀλλοίως ἄρα νῦν ἡμῖν δοκεῖ ἢ πρότερον ἔδοξεν. τότε μὲν γάρ, εἰ ὁ ἕτερος φιλοῖ, φίλω εἶναι ἄμφω· νῦν δέ, ἂν μὴ ἀμφότεροι φιλῶσιν, οὐδέτερος φίλος.— κινδυνεύει, ἔφη.—οὐκ ἄρα ἐστὶν φίλον τῷ φιλοῦντι οὐδὲν μὴ οὐκ ἀντιφιλοῦν.2— οὐκ ἔοικεν. —οὐδʼ ἄρα φίλιπποί εἰσιν οὓς ἂν οἱ ἵπποι μὴ ἀντιφιλῶσιν, οὐδὲ φιλόρτυγες, οὐδʼ αὖ φιλόκυνές γε καὶ φίλοινοι καὶ φιλογυμνασταὶ καὶ φιλόσοφοι, ἂν μὴ ἡ σοφία αὐτοὺς ἀντιφιλῇ. ἢ φιλοῦσι μὲν ταῦτα ἕκαστοι, οὐ μέντοι φίλα ὄντα, ἀλλὰ ψεύδεθʼ ὁ ποιητής, ὃς ἔφη— "ὄλβιος, ᾧ παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι καὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός;" — οὐκ ἔμοιγε δοκεῖ, ἦ δʼ ὅς.—ἀλλʼ ἀληθῆ δοκεῖ λέγειν σοι;— ναί. —
「そこで君たち二人、君とリュシスを見ていると、私は驚嘆し、これほど若いのにこのように速く容易にこの所有物を手に入れることができるのを羨ましく思う。君はこの子を、このように速く、かつ深く、友として手に入れ、また逆にこの子も君を(友として手に入れた)。だが私はその所有物からあまりに遠く離れているので、一方が他方の友になるのがどのような仕方で起こるのかさえ知らない。そこで、このこと自体を、経験のある君に尋ねたいのだ。私に答えておくれ。誰かが誰かを愛するとき、どちらがどちらの友になるのだろうか。愛する人が愛される人の友になるのか、それとも愛される人が愛する人の友になるのか。それとも何の違いもないのだろうか」「何の違いもないように私には思われます」と彼は言った。 「どういうことかね」と私は言った。「それでは、一方が他方を愛するだけで、両方が互いに友になるというのかね」「私にはそう思われます」と彼は言った。 「何だって?愛する者が、自分が愛する相手から愛し返されないということはあり得ないだろうか」「あり得ます」「何だって?では、愛しているのに、憎まれることさえあり得るだろうか。ちょうど恋人たちが少年たちに対して時折被ると思われるようなことだ。彼らはできる限り深く愛しているのに、ある者は愛し返されていないと思い、ある者は憎まれているとさえ思う。これは真実だと思わないかね」「本当にその通り、真実です」と彼は言った。 「そうすると、このような場合において」と私は言った。「一方は愛し、他方は愛されているのだね」「はい」「では、彼らのどちらがどちらの友なのだろうか。愛し返されようと、憎まれようと、愛する者が愛される者の友なのか。それとも愛される者が愛する者の友なのか。あるいは、このような場合において、両方が互いに愛し合わなければ、どちらも他方の友ではないのだろうか」「そのように思われます」と彼は言った。 「そうすると、いま私たちは、以前考えたのとは異なるように考えている。そのときには、一方が愛すれば、両方が友であると考えたが、いまや、両方が愛し合わなければ、どちらも友ではない、ということになる」「そのようですね」と彼は言った。 「では、愛する者にとっては、愛し返さないものは何であれ友ではないのだね」「そうではないようですね」 「それでは、馬が愛し返してくれないなら、彼らは馬好きではないし、ウズラ好きでもないし、また犬好きでも、ワイン好きでも、体操好きでも、知恵が自分を愛し返してくれないなら知恵を愛する者(哲学者)でもない。あるいは、彼らはこれら各々を愛しているが、それらが友であるわけではなく、詩人の言ったことは嘘なのだろうか、彼(詩人)は言ったではないか。 『幸いなるかな、愛する子供たちと、単蹄の馬たちと、猟犬たちと、異国の賓客を持つ者は』」「私にはそう(嘘だとは)思われません」と彼は言った。 「では、彼は真実を言っていると思うかね」「はい」
τὸ φιλούμενον ἄρα τῷ φιλοῦντι φίλον ἐστίν, ὡς ἔοικεν, ὦ Μενέξενε, ἐάντε φιλῇ ἐάντε καὶ μισῇ· οἷον καὶ τὰ νεωστὶ γεγονότα παιδία, τὰ μὲν οὐδέπω φιλοῦντα, τὰ δὲ καὶ μισοῦντα, ὅταν κολάζηται ὑπὸ τῆς μητρὸς ἢ ὑπὸ τοῦ πατρός, ὅμως καὶ μισοῦντα ἐν ἐκείνῳ τῷ χρόνῳ πάντων μάλιστά ἐστι τοῖς γονεῦσι φίλτατα.— ἔμοιγε δοκεῖ, ἔφη, οὕτως ἔχειν. —οὐκ ἄρα ὁ φιλῶν φίλος ἐκ τούτου τοῦ λόγου, ἀλλʼ ὁ φιλούμενος.— ἔοικεν. —καὶ ὁ μισούμενος ἐχθρὸς ἄρα, ἀλλʼ οὐχ ὁ μισῶν.— φαίνεται. —πολλοὶ ἄρα ὑπὸ τῶν ἐχθρῶν φιλοῦνται, ὑπὸ δὲ τῶν φίλων μισοῦνται, καὶ τοῖς μὲν ἐχθροῖς φίλοι εἰσίν, τοῖς δὲ φίλοις ἐχθροί, εἰ τὸ φιλούμενον φίλον ἐστὶν ἀλλὰ μὴ τὸ φιλοῦν. καίτοι πολλὴ ἀλογία, ὦ φίλε ἑταῖρε, μᾶλλον δὲ οἶμαι καὶ ἀδύνατον, τῷ τε φίλῳ ἐχθρὸν καὶ τῷ ἐχθρῷ φίλον εἶναι.— ἀληθῆ, ἔφη, ἔοικας λέγειν, ὦ Σώκρατες. —οὐκοῦν εἰ τοῦτʼ ἀδύνατον, τὸ φιλοῦν ἂν εἴη φίλον τοῦ φιλουμένου.— φαίνεται. —τὸ μισοῦν ἄρα πάλιν ἐχθρὸν τοῦ μισουμένου.— ἀνάγκη. —οὐκοῦν ταὐτὰ ἡμῖν συμβήσεται ἀναγκαῖον εἶναι ὁμολογεῖν, ἅπερ ἐπὶ τῶν πρότερον, πολλάκις φίλον εἶναι μὴ φίλου,3 πολλάκις δὲ καὶ ἐχθροῦ, ὅταν ἢ μὴ φιλοῦν τις φιλῇ ἢ καὶ μισοῦν φιλῇ· πολλάκις δʼ ἐχθρὸν εἶναι μὴ ἐχθροῦ ἢ καὶ φίλου, ὅταν ἢ μὴ μισοῦν τις μισῇ ἢ καὶ φιλοῦν μισῇ.— κινδυνεύει, ἔφη.—τί οὖν δὴ χρησώμεθα, ἦν δʼ ἐγώ, εἰ μήτε οἱ φιλοῦντες φίλοι ἔσονται μήτε οἱ φιλούμενοι μήτε οἱ φιλοῦντές τε καὶ φιλούμενοι; ἀλλὰ καὶ παρὰ ταῦτα ἄλλους τινὰς ἔτι φήσομεν εἶναι φίλους ἀλλήλοις γιγνομένους;— οὐ μὰ τὸν Δία, ἔφη, ὦ Σώκρατες, οὐ πάνυ εὐπορῶ ἔγωγε. —ἆρα μή, ἦν δʼ ἐγώ, ὦ Μενέξενε, τὸ παράπαν οὐκ ὀρθῶς ἐζητοῦμεν;— οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἔφη, ὁ Λύσις, καὶ ἅμα εἰπὼν ἠρυθρίασεν· ἐδόκει γάρ μοι ἄκοντʼ αὐτὸν ἐκφεύγειν τὸ λεχθὲν4 διὰ τὸ σφόδρα προσέχειν τὸν νοῦν τοῖς λεγομένοις, δῆλος δʼ ἦν καὶ ὅτε ἠκροᾶτο οὕτως ἔχων. ἐγὼ οὖν βουλόμενος τόν τε Μενέξενον ἀναπαῦσαι καὶ ἐκείνου ἡσθεὶς τῇ φιλοσοφίᾳ, οὕτω μεταβαλὼν πρὸς τὸν Λύσιν ἐποιούμην τοὺς λόγους, καὶ εἶπον· ὦ Λύσι, ἀληθῆ μοι δοκεῖς λέγειν ὅτι εἰ ὀρθῶς ἡμεῖς ἐσκοποῦμεν, οὐκ ἄν ποτε οὕτως ἐπλανώμεθα.
「それでは、メネクセノス、愛されるものが愛するものの友であるようだな、愛しようが、憎んでいようが。例えば、生まれたばかりの幼児たちがそうだ。彼らはまだ愛することを知らず、あるいは憎むことさえある。親に叱られるときなど。しかし、その時、憎んでいながらも、彼らは何よりも親にとって最愛の者なのだ」「そのように思われます」と彼は言った。 「そうすると、この議論からすれば、愛する者が友なのではなく、愛される者が友なのだね」「そのようです」「そして、憎まれる者が敵であって、憎む者が敵なのではない」「そのように見えます」「それでは、多くの者が敵に愛され、友に憎まれている。そして敵にとっての友であり、友にとっての敵である。もし愛される者が友であり、愛する者が友ではないとするならね。しかし、友よ、これは非常に不条理なことであり、むしろ不可能なことだと思う。友にとって敵であり、敵にとって友であるということはね」「あなたの言うことは本当にその通りだと思われます、ソクラテス」と彼は言った。 「それでは、もしそれが不可能であるなら、愛する者が愛される者の友なのだろう」「そのように見えます」「そうすると、逆に、憎む者が憎まれる者の敵なのだろう」「必然的にそうです」「そうすると、私たちは以前の議論とまったく同じことを認めざるを得なくなる。すなわち、愛していない者を愛したり、あるいは憎んでいる者さえ愛したりするとき、しばしば友ではない者の友になり、しばしば敵の友にさえなること。また、憎んでいない者を憎んだり、あるいは愛している者さえ憎んだりするとき、しばしば敵ではない者の敵になり、しばしば友の敵にさえなること」「そのようですね」と彼は言った。 「では、私たちはどうすればよいのだろうか」と私は言った。「愛する者たちも友でなく、愛される者たちも友でなく、愛しかつ愛される者たちも友でないとすれば。これら以外に、なお他に誰かが互いに友になるのだと私たちは言うのだろうか」「いや、ゼウスにかけて、ソクラテス、私はまったく見当がつきません」「メネクセノス、もしかしたら私たちは全く正しくないやり方で探求していたのではないか」と私は言った。 「私はそうは思いません、ソクラテス」とリュシスが言った。そして言うと同時に赤面した。彼は話されていることに強く注意を傾けていたため、思わずその言葉を口にしてしまったのだと私には思われた。彼が聞いている時もそのような様子であることは明らかだった。そこで私はメネクセノスを休ませたいと思い、また彼の哲学への情熱を嬉しく思って、語りかける相手をリュシスに切り替えて話を続け、こう言った。「リュシス、君の言うことは本当だと思う。もし私たちが正しく観察していたなら、このように迷い込むことは決してなかっただろうから」
- 212aοἷοι τʼ ἐστὸν τοῦτο τὸ κτῆμα ταχὺ καὶ ῥᾳδίως κτᾶσθαι
「〜できる」を表す οἷός τʼ εἰμί の形容詞 οἷος が、直前の目的語(対格)ὑμᾶς(σέ τε καὶ Λύσιν)を受ける複数主格形 οἷοι と2人称双数形 ἐστόν になっており、これに不定詞 κτᾶσθαι が続いている。
- 212dμὴ οὐκ ἀντιφιλοῦν
主節に否定語 οὐκ ... οὐδὲν が含まれているため、条件文に準ずる否定の分詞句(「愛し返さないもの」)において、通常の μή ではなく μὴ οὐ が用いられている。
- 213cπολλάκις φίλον εἶναι μὴ φίλου
非人称動詞 συμβήσεται に続く不定詞句の中の対格不定詞構文。φίλον は不定詞 εἶναι の述語対格であり、μὴ φίλου は名詞化された形容詞(「友ではない者」)で、φίλος が要求する属格(「〜の友」)として機能している。
- 213dἄκοντʼ αὐτὸν ἐκφεύγειν τὸ λεχθὲν
ἐκφεύγειν の主語は中性名詞化された分詞 τὸ λεχθὲν(口にされた言葉)であり、αὐτόν は ἐκφεύγω(〜から逃れる、思わず漏れ出る)の目的語(対格)。形容詞 ἄκοντα(意に反して)は αὐτόν(彼)にかかり、「彼が望まないのに、言葉が彼から逃れ出た(思わず口をついて出た)」という比喩的表現を形作っている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(6 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 2 件
- 2026-11-15 AI校閲 — 原文 1 件
- 2026-11-15 AI校閲 — 訳文 3 件
