Humanitext Reader

柏拉图 · 拉凯斯篇 §196

预言者的知识与动物是否拥有勇气的问题

第 13 段,共 16 段 · 希腊语

内容简介

尼基亚斯主张,即使是预言家也只知道未来吉凶的征兆,而不具备判断这些事对人好坏的知识(即勇敢)。苏格拉底指出,根据这一定义,由于所有动物都不具备这种智慧,因此狮子和鹿在无法拥有勇敢这一点上是相同的。

§196ΝΙ. ὧι ἐγὼ λέγω πολὺ μᾶλλον, ὦ βέλτιστε·
尼基亚斯:对于我所说的那个人,这要合适得多,我最优秀的朋友。
ἐπεὶ μάντιν γε τὰ σημεῖα μόνον δεῖ γιγνώσκειν τῶν ἐσομένων, εἴτε τῳ θάνατος εἴτε νόσος εἴτε ἀποβολὴ χρημάτων ἔσται, εἴτε νίκη εἴτε ἧττα ἢ πολέμου ἢ καὶ ἄλλης τινὸς ἀγωνίας·
因为对于预言家来说,他只需要知道未来之迹的征兆,无论某人将面临死亡、疾病、财产损失,还是在战争或某种其他竞争中的胜利或失败。
ὅτι δέ τῳ ἄμεινον τούτων ἢ παθεῖν ἢ μὴ παθεῖν, τί μᾶλλον μάντει προσήκει κρῖναι ἢ ἄλλῳ ὁτῳοῦν;
但是,至于遭受还是不遭受这些事情对某人更好,为什么预言家比其他任何人更适合做出判定呢?
ΛΑ. ἀλλʼ ἐγὼ τούτου οὐ μανθάνω, ὦ Σώκρατες, ὅτι βούλεται λέγειν·
拉刻斯:但是,苏格拉底,我不明白他想说什么。
οὔτε γὰρ μάντιν οὔτε ἰατρὸν οὔτε ἄλλον οὐδένα δηλοῖ ὅντινα λέγει τὸν ἀνδρεῖον, εἰ μὴ εἰ θεόν τινα λέγει αὐτὸν εἶναι.
因为他既没有指出预言家,也没有指出医生,也没有指出任何其他人是他所说的勇敢者,除非他是说勇敢者是某种神明。
ἐμοὶ μὲν οὖν φαίνεται Νικίας οὐκ ἐθέλειν γενναίως ὁμολογεῖν ὅτι οὐδὲν λέγει, ἀλλὰ στρέφεται ἄνω καὶ κάτω ἐπικρυπτόμενος τὴν αὑτοῦ ἀπορίαν·
在我看来,尼基亚斯似乎不愿意坦率地承认自己说得毫无道理,而是上下翻转,掩饰他自己的困境。
καίτοι κἂν ἡμεῖς οἷοί τε ἦμεν ἄρτι ἐγώ τε καὶ σὺ τοιαῦτα στρέφεσθαι, εἰ ἐβουλόμεθα μὴ δοκεῖν ἐναντία ἡμῖν αὐτοῖς λέγειν.
然而,如果我们刚才不想显得自相矛盾,你和我也是能够这样翻转推托的。
εἰ μὲν οὖν ἐν δικαστηρίῳ ἡμῖν οἱ λόγοι ἦσαν, εἶχεν ἄν τινα λόγον ταῦτα ποιεῖν· νῦν δὲ τί ἄν τις ἐν συνουσίᾳ τοιᾷδε μάτην κενοῖς λόγοις αὐτὸς αὑτὸν κοσμοῖ;
如果我们的辩论是在法廷上,这样做还有些道理;但现在,在这样的聚会中,一个人何必徒劳地用空洞的话语来粉饰自己呢?
ΣΩ. οὐδὲν οὐδʼ ἐμοὶ δοκεῖ, ὦ Λάχης·
苏格拉底:拉刻斯,在我看来也完全不需要。
ἀλλʼ ὁρῶμεν μὴ Νικίας οἴεταί τι λέγειν καὶ οὐ λόγου ἕνεκα ταῦτα λέγει.
但让我们看看,尼基亚斯是否认为自己说了一些有道理的话,而不仅仅是为了辩论而说这些。
αὐτοῦ οὖν σαφέστερον πυθώμεθα τί ποτε νοεῖ· καὶ ἐάν τι φαίνηται λέγων, συγχωρησόμεθα, εἰ δὲ μή, διδάξομεν.
那么,让我们向他自己更清楚地询问他到底是怎么想的;如果他看起来说得有道理,我们就表示赞同,如果不然,我们就教导他。
ΛΑ. σὺ τοίνυν, ὦ Σώκρατες, εἰ βούλει πυνθάνεσθαι, πυνθάνου· ἐγὼ δʼ ἴσως ἱκανῶς πέπυσμαι.
拉刻斯:那么,苏格拉底,如果你想询问,你就问吧;我大概已经问得足够了。
ΣΩ. ἀλλʼ οὐδέν με κωλύει· κοινὴ γὰρ ἔσται ἡ πύστις ὑπὲρ ἐμοῦ τε καὶ σοῦ.
苏格拉底:但没有什么能阻碍我;因为这个询问将是我和你的共同询问。
ΛΑ. πάνυ μὲν οὖν.
拉刻斯:完全正是如此。
ΣΩ. λέγε δή μοι, ὦ Νικία—μᾶλλον δʼ ἡμῖν· κοινούμεθα γὰρ ἐγώ τε καὶ Λάχης τὸν λόγον—τὴν ἀνδρείαν ἐπιστήμην φῂς δεινῶν τε καὶ θαρραλέων εἶναι;
苏格拉底:那么,尼基亚斯,请告诉我——或者说是告诉我们,因为我和拉刻斯共同拥有这个论辩——你声称勇敢是关于可怕之事和激发信心之事的知识吗?
ΝΙ. ἔγωγε.
尼基亚斯:正是。
ΣΩ. τοῦτο δὲ οὐ παντὸς δὴ εἶναι ἀνδρὸς γνῶναι, ὁπότε γε μήτε ἰατρὸς μήτε μάντις αὐτὸ γνώσεται μηδὲ ἀνδρεῖος ἔσται, ἐὰν μὴ αὐτὴν ταύτην τὴν ἐπιστήμην προσλάβῃ·
苏格拉底:而这并不是每个人都能懂得的,因为既然医生和预言家都不能懂得它,而且除非他们获得这种知识本身,否则他们也不会是勇敢的。
οὐχ οὕτως ἔλεγες;
你难道不是这样说的吗?
ΝΙ. οὕτω μὲν οὖν.
尼基亚斯:正是如此。
ΣΩ. κατὰ τὴν παροιμίαν ἄρα τῷ ὄντι οὐκ ἂν πᾶσα ὗς γνοίη οὐδʼ ἂν ἀνδρεία γένοιτο.
苏格拉底:那么,根据那句谚语,真的不是任何一只母猪都会懂得它,也不会变得勇敢。
ΝΙ. οὔ μοι δοκεῖ.
尼基亚斯:我觉得不是。
ΣΩ. δῆλον δή, ὦ Νικία, ὅτι οὐδὲ τὴν Κρομμυωνίαν ὗν πιστεύεις σύ γε ἀνδρείαν γεγονέναι.
苏格拉底:显而易见,尼基亚斯,你甚至不相信那只克罗米翁的母猪是勇敢的。
τοῦτο δὲ λέγω οὐ παίζων, ἀλλʼ ἀναγκαῖον οἶμαι τῷ ταῦτα λέγοντι μηδενὸς θηρίου ἀποδέχεσθαι ἀνδρείαν, ἢ συγχωρεῖν θηρίον τι οὕτω σοφὸν εἶναι, ὥστε ἃ ὀλίγοι ἀνθρώπων ἴσασι διὰ τὸ χαλεπὰ εἶναι γνῶναι, ταῦτα λέοντα ἢ πάρδαλιν ἤ τινα κάπρον φάναι εἰδέναι·
我这么说并非开玩笑,但我认为,对于说出这些话的人来说,要么必须不承认任何野兽的勇敢,要么必须承认某种野兽是如此聪明,以至于狮子、豹子或某种野猪能够知道那些因为难以懂得而极少数人知道的事情。
ἀλλʼ ἀνάγκη ὁμοίως λέοντα καὶ ἔλαφον καὶ ταῦρον καὶ πίθηκον πρὸς ἀνδρείαν φάναι πεφυκέναι τὸν τιθέμενον ἀνδρείαν τοῦθʼ ὅπερ σὺ τίθεσαι.
相反,对于像你这样给勇敢下定义的人来说,必须声称狮子、鹿、公牛和猴子在勇敢方面具有同样的天性。

词汇与语法注释

  1. 196aὧι ἐγὼ λέγω πολὺ μᾶλλον — 关系代词 `ὧι` 是 `ἐκείνῳ ᾧ` 的缩合(并省略了先行词)。它采用与格形式,是为了回答前文中拉刻斯提出的问题 `τίνι γὰρ ἄλλῳ;`(“还能属于其他谁呢?”)。
  2. 196bκἂν ἡμεῖς οἷοί τε ἦμεν ἄρτι ... εἰ ἐβουλόμεθα — `κἂν` 是 `καὶ ἄν` 的缩合。这是一个与过去事实相反的虚拟条件句(反实虚拟),条件从句中使用了直陈式未完成过去时(`εἰ ἐβουλόμεθα`),主句中使用了 `ἄν` 加上直陈式未完成过去时(`ἦμεν`)。
  3. 196eτὸν τιθέμενον ἀνδρείαν τοῦθʼ ὅπερ σὺ τίθεσαι — `τὸν τιθέμενον` 是非人称动词 `ἀνάγκη` 引导的带对格不定式结构中的逻辑主语(对格主语)。分词 `τιθέμενον` 带有双对格(`ἀνδρείαν` 和 `τοῦθʼ`),意思是“将勇敢定义为你所定义的那种事物的人”。

引用这一段

柏拉图, 拉凯斯篇 §196. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:196

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。