← プラトン

ラケス

§196

予言者の知と動物に勇気があるかどうかの問題

ニキアスは、予言者であっても未来の吉凶の兆候を知るだけで、それが本人にとって良いか悪いかを判断する知識(=勇気)は持たないと主張する。ソクラテスは彼の定義に従えば、動物はすべてその知識を持たないため、ライオンも鹿も等しく勇敢ではあり得ないと指摘する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§196

ΝΙ. ὧι ἐγὼ λέγω πολὺ μᾶλλον,1 ὦ βέλτιστε· ἐπεὶ μάντιν γε τὰ σημεῖα μόνον δεῖ γιγνώσκειν τῶν ἐσομένων, εἴτε τῳ θάνατος εἴτε νόσος εἴτε ἀποβολὴ χρημάτων ἔσται, εἴτε νίκη εἴτε ἧττα ἢ πολέμου ἢ καὶ ἄλλης τινὸς ἀγωνίας· ὅτι δέ τῳ ἄμεινον τούτων ἢ παθεῖν ἢ μὴ παθεῖν, τί μᾶλλον μάντει προσήκει κρῖναι ἢ ἄλλῳ ὁτῳοῦν; ΛΑ. ἀλλʼ ἐγὼ τούτου οὐ μανθάνω, ὦ Σώκρατες, ὅτι βούλεται λέγειν· οὔτε γὰρ μάντιν οὔτε ἰατρὸν οὔτε ἄλλον οὐδένα δηλοῖ ὅντινα λέγει τὸν ἀνδρεῖον, εἰ μὴ εἰ θεόν τινα λέγει αὐτὸν εἶναι. ἐμοὶ μὲν οὖν φαίνεται Νικίας οὐκ ἐθέλειν γενναίως ὁμολογεῖν ὅτι οὐδὲν λέγει, ἀλλὰ στρέφεται ἄνω καὶ κάτω ἐπικρυπτόμενος τὴν αὑτοῦ ἀπορίαν· καίτοι κἂν ἡμεῖς οἷοί τε ἦμεν ἄρτι ἐγώ τε καὶ σὺ τοιαῦτα στρέφεσθαι, εἰ ἐβουλόμεθα2 μὴ δοκεῖν ἐναντία ἡμῖν αὐτοῖς λέγειν. εἰ μὲν οὖν ἐν δικαστηρίῳ ἡμῖν οἱ λόγοι ἦσαν, εἶχεν ἄν τινα λόγον ταῦτα ποιεῖν· νῦν δὲ τί ἄν τις ἐν συνουσίᾳ τοιᾷδε μάτην κενοῖς λόγοις αὐτὸς αὑτὸν κοσμοῖ; ΣΩ. οὐδὲν οὐδʼ ἐμοὶ δοκεῖ, ὦ Λάχης· ἀλλʼ ὁρῶμεν μὴ Νικίας οἴεταί τι λέγειν καὶ οὐ λόγου ἕνεκα ταῦτα λέγει. αὐτοῦ οὖν σαφέστερον πυθώμεθα τί ποτε νοεῖ· καὶ ἐάν τι φαίνηται λέγων, συγχωρησόμεθα, εἰ δὲ μή, διδάξομεν. ΛΑ. σὺ τοίνυν, ὦ Σώκρατες, εἰ βούλει πυνθάνεσθαι, πυνθάνου· ἐγὼ δʼ ἴσως ἱκανῶς πέπυσμαι. ΣΩ. ἀλλʼ οὐδέν με κωλύει· κοινὴ γὰρ ἔσται ἡ πύστις ὑπὲρ ἐμοῦ τε καὶ σοῦ. ΛΑ. πάνυ μὲν οὖν. ΣΩ. λέγε δή μοι, ὦ Νικία—μᾶλλον δʼ ἡμῖν· κοινούμεθα γὰρ ἐγώ τε καὶ Λάχης τὸν λόγον—τὴν ἀνδρείαν ἐπιστήμην φῂς δεινῶν τε καὶ θαρραλέων εἶναι; ΝΙ. ἔγωγε. ΣΩ. τοῦτο δὲ οὐ παντὸς δὴ εἶναι ἀνδρὸς γνῶναι, ὁπότε γε μήτε ἰατρὸς μήτε μάντις αὐτὸ γνώσεται μηδὲ ἀνδρεῖος ἔσται, ἐὰν μὴ αὐτὴν ταύτην τὴν ἐπιστήμην προσλάβῃ· οὐχ οὕτως ἔλεγες; ΝΙ. οὕτω μὲν οὖν. ΣΩ. κατὰ τὴν παροιμίαν ἄρα τῷ ὄντι οὐκ ἂν πᾶσα ὗς γνοίη οὐδʼ ἂν ἀνδρεία γένοιτο. ΝΙ. οὔ μοι δοκεῖ. ΣΩ. δῆλον δή, ὦ Νικία, ὅτι οὐδὲ τὴν Κρομμυωνίαν ὗν πιστεύεις σύ γε ἀνδρείαν γεγονέναι. τοῦτο δὲ λέγω οὐ παίζων, ἀλλʼ ἀναγκαῖον οἶμαι τῷ ταῦτα λέγοντι μηδενὸς θηρίου ἀποδέχεσθαι ἀνδρείαν, ἢ συγχωρεῖν θηρίον τι οὕτω σοφὸν εἶναι, ὥστε ἃ ὀλίγοι ἀνθρώπων ἴσασι διὰ τὸ χαλεπὰ εἶναι γνῶναι, ταῦτα λέοντα ἢ πάρδαλιν ἤ τινα κάπρον φάναι εἰδέναι· ἀλλʼ ἀνάγκη ὁμοίως λέοντα καὶ ἔλαφον καὶ ταῦρον καὶ πίθηκον πρὸς ἀνδρείαν φάναι πεφυκέναι τὸν τιθέμενον ἀνδρείαν τοῦθʼ ὅπερ σὺ τίθεσαι.3

ニキアス:私が言っている者には、はるかにそれ以上ふさわしいのです、友よ。なぜなら、予言者としては、将来起こることの兆候、すなわち、ある人にとって死、病気、財産の喪失が起こるのか、それとも戦争や他の何らかの競い合いにおいて勝利や敗北が起こるのか、それだけを知っていれば十分だからです。しかし、これらのことを被るのと被らないのとのどちらが、その人にとってより良いことであるかについて、なぜ他の誰よりも予言者に判定することがふさわしいと言えるでしょうか。 ラケス:しかし、ソクラテスよ、私はこの人が何を言おうとしているのか理解できません。というのも、彼は勇敢な者として、予言者も医師も、その他の誰をも指し示しておらず、もしや彼を何か神のようなものであると言っているのでなければ、誰のことなのか分かりません。私には、ニキアスは自分が中身のないことを言っていると潔く認めることを好まず、自分の行き詰まりを隠しながら、あちこちと言い逃れをしているように見えます。もっとも、もし私たちが自分自身に矛盾したことを言っていると思われたくないと望んでいたなら、先ほど私とあなたの二人もそのように言い逃れをすることができたでしょうに。ですから、もし私たちの対話が法廷で行われていたのなら、このようなことをするのにも道理があったでしょう。しかし今、このような集まりにおいて、どうして人が無駄に空虚な言葉で自分を飾り立てる必要があるでしょうか。 ソクラテス:ラケスよ、私にも全くその必要はないと思われます。しかし、ニキアスは自分が何か中身のあることを言っていると思っているのではないか、単に議論のための議論として言っているのではないか、見極めましょう。そこで、彼自身から、一体何を考えているのかもっとはっきりと尋ねてみましょう。そして、もし彼が何か中身のあることを言っているように見えれば、私たちは同意しましょう。そうでなければ、教え諭すことにしましょう。 ラケス:それなら、ソクラテスよ、あなたが尋ねたいのであれば、お尋ねなさい。私はおそらく十分に尋ねました。 ソクラテス:しかし、私が尋ねるのを妨げるものは何もありません。その質問は私とあなた、二人のための共同のものとなるでしょうから。 ラケス:全くその通りです。 ソクラテス:さあ、ニキアスよ、私に、いやむしろ私たちに語ってください。私とラケスは議論を共有しているのですから。あなたは勇気が恐ろしいことと恐るるに足りぬことに関する知識であると主張するのですか。 ニキアス:そうです。 ソクラテス:そして、医師も予言者もそれを知ることはなく、この知識そのものを身につけない限り勇敢にはならないのだから、これを知ることは誰にでもできることではない、と。あなたはそのように言っていたのではありませんか。 ニキアス:その通りです。 ソクラテス:そうすると、諺にあるように、本当にすべての豚がこれを知るわけでも、勇敢になるわけでもないでしょう。 ニキアス:そうは思われません。 ソクラテス:ニキアスよ、そうすると、あなたがあのクロミュオンの猪すら勇敢であったとは決して信じていないことは明らかですね。私はこれを冗談で言っているのではありません。むしろ、このように主張する者は、いかなる獣の勇敢さも認めないか、さもなければ、ある獣が非常に賢く、人間でも知るのが困難であるためにごく少数しか知らないような事柄を、ライオンや豹、あるいは何らかの野猪が知っていると認めるか、そのどちらか一方が不可避であると思うからです。むしろ、あなたが定義するように勇気を定義する者にとっては、ライオンも鹿も牡牛も猿も、勇気に関しては一様に同じ本性を持っていると主張せざるを得ないのです。

構文注3 件
  1. 196ὧι ἐγὼ λέγω πολὺ μᾶλλον

    関係代名詞 ὧι は、先行詞を含む ἐκείνῳ ὅν の逆吸引および先行詞省略である。前文のラケスの問い τίνι γὰρ ἄλλῳ;(「他に誰に[ふさわしいというのか]」)に対する返答であるため、与格の形を取っている。

  2. 196bκἂν ἡμεῖς οἷοί τε ἦμεν ἄρτι ... εἰ ἐβουλόμεθα

    κἂν は καὶ ἄν の縮約。条件節に直説法過去(εἰ ἐβουλόμεθα)、帰結節に ἄν +直説法過去(ἦμεν)を伴う、過去の事実に反する反実仮想の構文である。

  3. 196eτὸν τιθέμενον ἀνδρείαν τοῦθʼ ὅπερ σὺ τίθεσαι

    τὸν τιθέμενον は非人称動詞 ἀνάγκη の対格不定詞構文における意味上の主語(対格主語)。τιθέμενον は二重対格(ἀνδρείαν と τοῦθʼ)を伴い、「勇気を、あなたが規定するそれ(=知識)と規定する者」を意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:196