Humanitext Reader

柏拉图 · 拉凯斯篇 §194-195

尼基亚斯将勇敢定义为知识与拉刻斯的反驳

第 12 段,共 16 段 · 希腊语

内容简介

困惑的苏格拉底和拉刻斯邀请尼基亚斯加入讨论,尼基亚斯将勇敢定义为“关于可怕与激发信心之事的知识”。拉刻斯对这一观点提出强烈批评,认为这种知识会将勇敢与医生、手艺人或预言家的专业知识相混淆。

§194ΣΩ. τῷ λόγῳ ὃς καρτερεῖν κελεύει.
苏格拉底:听从那命令我们坚忍的言论。
εἰ οὖν βούλει, καὶ ἡμεῖς ἐπὶ τῇ ζητήσει ἐπιμείνωμέν τε καὶ καρτερήσωμεν, ἵνα καὶ μὴ ἡμῶν αὐτὴ ἡ ἀνδρεία καταγελάσῃ, ὅτι οὐκ ἀνδρείως αὐτὴν ζητοῦμεν, εἰ ἄρα πολλάκις αὐτὴ ἡ καρτέρησίς ἐστιν ἀνδρεία.
因此,如果你愿意,让我们在这场探求中也坚持并保持坚忍,以免勇敢本身嘲笑我们,说我们寻找它的方式并不勇敢——如果坚忍本身最终真的就是勇敢的话。
ΛΑ. ἐγὼ μὲν ἕτοιμος, ὦ Σώκρατες, μὴ προαφίστασθαι.
拉刻斯:我准备好了,苏格拉底,绝不中途放弃。
καίτοι ἀήθης γʼ εἰμὶ τῶν τοιούτων λόγων· ἀλλά τίς με καὶ φιλονικία εἴληφεν πρὸς τὰ εἰρημένα, καὶ ὡς ἀληθῶς ἀγανακτῶ εἰ οὑτωσὶ ἃ νοῶ μὴ οἷός τʼ εἰμὶ εἰπεῖν.
不过我并不习惯这种论辩;但某种好胜心已经抓住了我,让我去对抗刚才那些话,而且我真的很恼火,因为我竟然无法把我心里想的事情像这样表达出来。
νοεῖν μὲν γὰρ ἔμοιγε δοκῶ περὶ ἀνδρείας ὅτι ἔστιν, οὐκ οἶδα δʼ ὅπῃ με ἄρτι διέφυγεν, ὥστε μὴ συλλαβεῖν τῷ λόγῳ αὐτὴν καὶ εἰπεῖν ὅτι ἔστιν.
我自以为是懂得勇敢是什么的,但不知道它刚才怎么就从我这里溜走了,以至于我无法用言语捕捉它并说出它是什么。
ΣΩ. οὐκοῦν, ὦ φίλε, τὸν ἀγαθὸν κυνηγέτην μεταθεῖν χρὴ καὶ μὴ ἀνιέναι.
苏格拉底:那么,朋友,优秀的猎手应当继续追赶,而不能放弃。
ΛΑ. παντάπασι μὲν οὖν.
拉刻斯:完全正是如此。
ΣΩ. βούλει οὖν καὶ Νικίαν τόνδε παρακαλῶμεν ἐπὶ τὸ κυνηγέσιον, εἴ τι ἡμῶν εὐπορώτερός ἐστιν;
苏格拉底:那么,你愿意让我们把这边的尼基亚斯也请来参与这场狩猎吗,看看他是否比我们更有办法?
ΛΑ. βούλομαι· πῶς γὰρ οὔ;
拉刻斯:我愿意,怎么会不愿意呢?
ΣΩ. ἴθι δή, ὦ Νικία, ἀνδράσι φίλοις χειμαζομένοις ἐν λόγῳ καὶ ἀποροῦσιν βοήθησον, εἴ τινα ἔχεις δύναμιν.
苏格拉底:来吧,尼基亚斯,在言论中遭遇风暴而感到困惑的朋友们,如果你有什么能力,请来帮助他们。
τὰ μὲν γὰρ δὴ ἡμέτερα ὁρᾷς ὡς ἄπορα· σὺ δʼ εἰπὼν ὅτι ἡγῇ ἀνδρείαν εἶναι, ἡμᾶς τε τῆς ἀπορίας ἔκλυσαι καὶ αὐτὸς ἃ νοεῖς τῷ λόγῳ βεβαίωσαι.
你已经看到我们的处境是多么无助了;因此,请通过说出你认为勇敢是什么,将我们从困境中解救出来,并用言论巩固你自己的想法。
ΝΙ. δοκεῖτε τοίνυν μοι πάλαι οὐ καλῶς, ὦ Σώκρατες, ὁρίζεσθαι τὴν ἀνδρείαν·
尼基亚斯:苏格拉底,在我看来,你们两位很久以来对勇敢的定义就不对。
ὃ γὰρ ἐγὼ σοῦ ἤδη καλῶς λέγοντος ἀκήκοα, τούτῳ οὐ χρῆσθε.
因为你以前精彩论述过的那个观点,你们现在并没有使用。
ΣΩ. ποίῳ δή, ὦ Νικία;
苏格拉底:那是什么观点,尼基亚斯?
ΝΙ. πολλάκις ἀκήκοά σου λέγοντος ὅτι ταῦτα ἀγαθὸς ἕκαστος ἡμῶν ἅπερ σοφός, ἃ δὲ ἀμαθής, ταῦτα δὲ κακός.
尼基亚斯:我经常听你说,我们每个人在自己明智的事情上就是好的,而在自己无知的事情上就是坏的。
ΣΩ. ἀληθῆ μέντοι νὴ Δία λέγεις, ὦ Νικία.
苏格拉底:凭宙斯发誓,尼基亚斯,你说的确实是真的。
ΝΙ. οὐκοῦν εἴπερ ὁ ἀνδρεῖος ἀγαθός, δῆλον ὅτι σοφός ἐστιν.
尼基亚斯:因此,如果勇敢的人是好的,显而易见他就是明智的。
ΣΩ. ἤκουσας, ὦ Λάχης;
苏格拉底:你听到了吗,拉刻斯?
ΛΑ. ἔγωγε, καὶ οὐ σφόδρα γε μανθάνω ὃ λέγει.
拉刻斯:听到了,但我不太明白他所说的话。
ΣΩ. ἀλλʼ ἐγὼ δοκῶ μανθάνειν, καί μοι δοκεῖ ἁνὴρ σοφίαν τινὰ τὴν ἀνδρείαν λέγειν.
苏格拉底:但我似乎明白,在我看来,他是说勇敢是某种智慧。
ΛΑ. ποίαν, ὦ Σώκρατες, σοφίαν;
拉刻斯:苏格拉底,是什么样的智慧?
ΣΩ. οὐκοῦν τόνδε τοῦτο ἐρωτᾷς;
苏格拉底:那么你是在向他提问这个吗?
ΛΑ. ἔγωγε.
拉刻斯:正是。
ΣΩ. ἴθι δή, αὐτῷ εἰπέ, ὦ Νικία, ποία σοφία ἀνδρεία ἂν εἴη κατὰ τὸν σὸν λόγον.
苏格拉底:来吧,尼基亚斯,告诉他,根据你的说法,什么样的智慧会是勇敢。
οὐ γάρ που ἥ γε αὐλητική.
这总不可能是吹笛的技术吧。
ΝΙ. οὐδαμῶς.
尼基亚斯:绝不是。
ΣΩ. οὐδὲ μὴν ἡ κιθαριστική.
苏格拉底:当然也不是弹琴的技术。
ΝΙ. οὐ δῆτα.
尼基亚斯:确实不是。
ΣΩ. ἀλλὰ τίς δὴ αὕτη ἢ τίνος ἐπιστήμη;
苏格拉底:那么这到底是什么,或者说关于什么的知识?
ΛΑ. πάνυ μὲν οὖν ὀρθῶς αὐτὸν ἐρωτᾷς, ὦ Σώκρατες, καὶ εἰπέτω γε τίνα φησὶν αὐτὴν εἶναι.
拉刻斯:苏格拉底,你问得非常正确,让他说出他声称的那是什么吧。
§195ΝΙ. ταύτην ἔγωγε, ὦ Λάχης, τὴν τῶν δεινῶν καὶ θαρραλέων ἐπιστήμην καὶ ἐν πολέμῳ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν.
尼基亚斯:拉刻斯,我声称这就是:无论在战争中还是在其他一切事物中,关于“可怕之事”与“激发信心之事”的知识。
ΛΑ. ὡς ἄτοπα λέγει, ὦ Σώκρατες.
拉刻斯:苏格拉底,他说的真是太奇怪了。
ΣΩ. πρὸς τί τοῦτʼ εἶπες βλέψας, ὦ Λάχης;
苏格拉底:拉刻斯,你是着眼于什么才说出这话的?
ΛΑ. πρὸς ὅτι;
拉刻斯:着眼于什么?
χωρὶς δήπου σοφία ἐστὶν ἀνδρείας.
智慧显然是与勇敢分开的。
ΣΩ. οὔκουν φησί γε Νικίας.
苏格拉底:但尼基亚斯并不这么认为。
ΛΑ. οὐ μέντοι μὰ Δία· ταῦτά τοι καὶ ληρεῖ.
拉刻斯:凭宙斯发誓,他确实不这么认为;所以他是在胡说八道。
ΣΩ. οὐκοῦν διδάσκωμεν αὐτὸν ἀλλὰ μὴ λοιδορῶμεν.
苏格拉底:那我们应该教导他,而不是辱骂他。
ΝΙ. οὔκ, ἀλλά μοι δοκεῖ, ὦ Σώκρατες, Λάχης ἐπιθυμεῖν κἀμὲ φανῆναι μηδὲν λέγοντα, ὅτι καὶ αὐτὸς ἄρτι τοιοῦτός τις ἐφάνη.
尼基亚斯:不,但在我看来,苏格拉底,拉刻斯只是渴望让我也显得说不出什么名堂来,因为他自己刚才就被证明是处于这种状态。
ΛΑ. πάνυ μὲν οὖν, ὦ Νικία, καὶ πειράσομαί γε ἀποφῆναι· οὐδὲν γὰρ λέγεις.
拉刻斯:完全没错,尼基亚斯,我还要试着证明这点呢;因为你说的根本没有道理。
ἐπεὶ αὐτίκα ἐν ταῖς νόσοις οὐχ οἱ ἰατροὶ τὰ δεινὰ ἐπίστανται;
比如在疾病中,难道不是医生知道可怕的事情吗?
ἢ οἱ ἀνδρεῖοι δοκοῦσί σοι ἐπίστασθαι;
还是你认为勇敢的人知道?
ἢ τοὺς ἰατροὺς σὺ ἀνδρείους καλεῖς;
或者你称医生为勇敢的人?
ΝΙ. οὐδʼ ὁπωστιοῦν.
尼基亚斯:绝不是。
ΛΑ. οὐδέ γε τοὺς γεωργοὺς οἶμαι.
拉刻斯:我想对农夫也是如此。
καίτοι τά γε ἐν τῇ γεωργίᾳ δεινὰ οὗτοι δήπου ἐπίστανται, καὶ οἱ ἄλλοι δημιουργοὶ ἅπαντες τὰ ἐν ταῖς αὑτῶν τέχναις δεινά τε καὶ θαρραλέα ἴσασιν·
然而在农业中可怕的事情,他们当然是知道的。
ἀλλʼ οὐδέν τι μᾶλλον οὗτοι ἀνδρεῖοί εἰσιν.
其他所有手艺人也都知道他们自己技艺中可怕的与激发信心的事情;但他们并不因此而更勇敢一点。
ΣΩ. τί δοκεῖ Λάχης λέγειν, ὦ Νικία;
苏格拉底:尼基亚斯,你觉得拉刻斯说得怎么样?
ἔοικεν μέντοι λέγειν τι.
他看起来说得还是有些道理的。
ΝΙ. καὶ γὰρ λέγει γέ τι, οὐ μέντοι ἀληθές γε.
尼基亚斯:他确实说了一些话,但并不对。
ΣΩ. πῶς δή;
苏格拉底:这是怎么说?
ΝΙ. ὅτι οἴεται τοὺς ἰατροὺς πλέον τι εἰδέναι περὶ τοὺς κάμνοντας ἢ τὸ ὑγιεινὸν εἰπεῖν οἷόν τε καὶ νοσῶδες.
尼基亚斯:因为他以为,医生除了能说出什么是健康的、什么是病态的之外,对病人还知道更多。
οἱ δὲ δήπου τοσοῦτον μόνον ἴσασιν·
但他们当然只知道这么多。
εἰ δὲ δεινόν τῳ τοῦτό ἐστιν τὸ ὑγιαίνειν μᾶλλον ἢ τὸ κάμνειν, ἡγῇ σὺ τουτί, ὦ Λάχης, τοὺς ἰατροὺς ἐπίστασθαι;
但是,对于某人来说,健康是否比生病更可怕,拉刻斯,你认为医生知道这个吗?
ἢ οὐ πολλοῖς οἴει ἐκ τῆς νόσου ἄμεινον εἶναι μὴ ἀναστῆναι ἢ ἀναστῆναι;
难道你认为对许多人来说,病后不能康复不比康复更好吗?
τοῦτο γὰρ εἰπέ· σὺ πᾶσι φῂς ἄμεινον εἶναι ζῆν καὶ οὐ πολλοῖς κρεῖττον τεθνάναι;
告诉我这个:你难道认为对所有人来说活着都更好,对许多人来说死掉不更好吗?
ΛΑ. οἶμαι ἔγωγε τοῦτό γε.
拉刻斯:我个人认为,有些时候死掉更好。
ΝΙ. οἷς οὖν τεθνάναι λυσιτελεῖ, ταὐτὰ οἴει δεινὰ εἶναι καὶ οἷς ζῆν;
尼基亚斯:那么对于那些死掉有益的人,你认为可怕的事情和那些活着有益的人是一样的吗?
ΛΑ. οὐκ ἔγωγε.
拉刻斯:我可不这么认为。
ΝΙ. ἀλλὰ τοῦτο δὴ σὺ δίδως τοῖς ἰατροῖς γιγνώσκειν ἢ ἄλλῳ τινὶ δημιουργῷ πλὴν τῷ τῶν δεινῶν καὶ μὴ δεινῶν ἐπιστήμονι, ὃν ἐγὼ ἀνδρεῖον καλῶ;
尼基亚斯:但是,你把这种认识能力归给医生,或者归给除了那个精通什么是可怕的、什么不是可怕的人(我称之为勇敢的人)之外的其他任何手艺人吗?
ΣΩ. κατανοεῖς, ὦ Λάχης, ὅτι λέγει;
苏格拉底:拉刻斯,你理解他在说什么了吗?
ΛΑ. ἔγωγε, ὅτι γε τοὺς μάντεις καλεῖ τοὺς ἀνδρείους·
拉刻斯:理解了,他是在称预言家为勇敢的人。
τίς γὰρ δὴ ἄλλος εἴσεται ὅτῳ ἄμεινον ζῆν ἢ τεθνάναι;
因为除了他们,还有谁会知道对于谁来说活着不如死掉更好呢?
καίτοι σύ, ὦ Νικία, πότερον ὁμολογεῖς μάντις εἶναι ἢ οὔτε μάντις οὔτε ἀνδρεῖος;
然而,尼基亚斯,你承认自己是预言家吗,还是你既不是预言家也不是勇敢的人?
ΝΙ. τί δέ;
尼基亚斯:什么?
μάντει αὖ οἴει προσήκει τὰ δεινὰ γιγνώσκειν καὶ τὰ θαρραλέα;
难道你又认为知道什么是可怕的和什么是激发信心的是属于预言家的事情吗?
ΛΑ. ἔγωγε· τίνι γὰρ ἄλλῳ;
拉刻斯:我是这么认为的;不然还能属于谁呢?

词汇与语法注释

  1. 194aεἰ ἄρα πολλάκις αὐτὴ ἡ καρτέρησίς ἐστιν ἀνδρεία — 在条件从句中,`πολλάκις` 并非表示“经常”,而是用于软化假设,意为“或许”或“说不定”,而 `ἄρα` 则表示基于对方观点的推论或带有讽刺色彩的意识到(“毕竟”、“其实”),回应了拉刻斯先前关于“坚忍”的定义。
  2. 194bὥστε μὴ συλλαβεῖν τῷ λόγῳ αὐτὴν καὶ εἰπεῖν ὅτι ἔστιν — 由表示结果的 `ὥστε` 引导的不定式从句,其中 `συλλαβεῖν` 和 `εἰπεῖν` 的逻辑主语是拉刻斯自己(这从语境中显而易见),其直接宾语阴性单数代词 `αὐτήν` 指代前文的“勇敢”(`ἀνδρεία`)。
  3. 194dταῦτα ἀγαθὸς ἕκαστος ἡμῶν ἅπερ σοφός — 由指示代词 `ταῦτα` 与关系代词 `ἅπερ` 构成的对应比较结构。字面意思是“我们每个人在自己聪明的那些事情上就是好的”。两处分句中系动词均被省略,`ἀγαθός` 和 `σοφός` 分别充当主语 `ἕκαστος ἡμῶν` 的表语。
  4. 195cεἰ δὲ δεινόν τῳ τοῦτό ἐστιν τὸ ὑγιαίνειν μᾶλλον ἢ τὸ κάμνειν — 带冠词的不定式 `τὸ ὑγιαίνειν`(健康)与 `τὸ κάμνειν`(生病)构成句子的真正主语。在 `δεινόν τῳ` 中,`τῳ`(不定代词 `τινί` 的与格形式)作利害与格(“对某人而言”)。该句式支持了尼基亚斯的论点,即医生只提供医学事实判断,而无法做出关于何种状态对特定人真正有益或可怕的价值判断。

引用这一段

柏拉图, 拉凯斯篇 §194-195. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:194-195

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。