Humanitext Reader

柏拉图 · 阿尔西比亚德篇之一 §106

向公民大会建言与检验阿尔基比亚德的知识

第 3 段,共 21 段 · 希腊语

内容简介

阿尔基比亚德承认苏格拉底看穿了他的野心,但追问为何没有苏格拉底他就无法实现目标。苏格拉底则假设阿尔基比亚德意图向雅典民众提供建议,并开始通过提问来检验其知识的来源。

§106ΑΛ. πολύ γέ μοι, ὦ Σώκρατες, νῦν ἀτοπώτερος αὖ φαίνῃ, ἐπειδὴ ἤρξω λέγειν, ἢ ὅτε σιγῶν εἵπου·
阿尔基比亚德:苏格拉底啊,自从你开始说话以来,我现在觉得你比你默默跟在我后面时还要怪异得多;尽管在那个时候,你看起来就已经非常怪异了。
καίτοι σφόδρα γε ἦσθʼ ἰδεῖν καὶ τότε τοιοῦτος. εἰ μὲν οὖν ἐγὼ ταῦτα διανοοῦμαι ἢ μή, ὡς ἔοικε, διέγνωκας, καὶ ἐὰν μὴ φῶ, οὐδέν μοι ἔσται πλέον πρὸς τὸ πείθειν σε.
至于我究竟是不是这样打算的,看来你已经看穿了,哪怕我否认,对我来说在说服你这件事上也毫无益处。
εἶεν·
好吧。
εἰ δὲ δὴ ὅτι μάλιστα ταῦτα διανενόημαι, πῶς διὰ σοῦ μοι ἔσται καὶ ἄνευ σοῦ οὐκ ἂν γένοιτο;
但如果我确实极力抱有这些打算,这又是如何能够通过你来实现,而没有你就无法实现呢?
ἔχεις λέγειν;
你能说清楚吗?
ΣΩ. ἆρʼ ἐρωτᾷς εἴ τινʼ ἔχω εἰπεῖν λόγον μακρόν, οἵους δὴ ἀκούειν εἴθισαι;
苏格拉底:你是在问我,我是不是要发表一篇长篇大论,就像你平时听惯了的那种?
οὐ γάρ ἐστι τοιοῦτον τὸ ἐμόν·
因为我的风格并不是那样的。
ἀλλʼ ἐνδείξασθαι μέν σοι, ὡς ἐγᾦμαι, οἷός τʼ ἂν εἴην ὅτι ταῦτα οὕτως ἔχει, ἐὰν ἓν μόνον μοι ἐθελήσῃς βραχὺ ὑπηρετῆσαι.
但是,只要你愿意在一件极小的事情上协助我,我想我就能向你证明这些确实如此。
ΑΛ. ἀλλʼ εἴ γε δὴ μὴ χαλεπόν τι λέγεις τὸ ὑπηρέτημα, ἐθέλω.
阿尔基比亚德:好啊,只要你说的这件协助并不困难,我愿意。
ΣΩ. ἦ χαλεπὸν δοκεῖ τὸ ἀποκρίνασθαι τὰ ἐρωτώμενα;
苏格拉底:回答所问的问题,难道看起来困难吗?
ΑΛ. οὐ χαλεπόν.
阿尔基比亚德:不困难。
ΣΩ. ἀποκρίνου δή.
苏格拉底:那你就回答吧。
ΑΛ. Ἐρώτα.
阿尔基比亚德:问吧。
ΣΩ. οὐκοῦν ὡς διανοουμένου σου ταῦτα ἐρωτῶ, ἅ φημί σε διανοεῖσθαι;
苏格拉底:那么,我就在假设你确实如此打算的前提下提问——也就是我所说你正在打算的那些事?
ΑΛ. ἔστω, εἰ βούλει, οὕτως, ἵνα καὶ εἰδῶ ὅτι καὶ ἐρεῖς.
阿尔基比亚德:如果你愿意,那就这样吧,好让我知道你究竟要说什么。
ΣΩ. φέρε δή·
苏格拉底:那好。
διανοῇ γάρ, ὡς ἐγώ φημι, παριέναι συμβουλεύσων Ἀθηναίοις ἐντὸς οὐ πολλοῦ χρόνου·
正如我所说,你正打算在不久之后站出来给雅典人提建议。
εἰ οὖν μέλλοντός σου ἰέναι ἐπὶ τὸ βῆμα λαβόμενος ἐροίμην· ὦ Ἀλκιβιάδη, ἐπειδὴ περὶ τίνος Ἀθηναῖοι διανοοῦνται βουλεύεσθαι, ἀνίστασαι συμβουλεύσων;
那么,如果你正要登上讲坛时,我拉住你问:“阿尔基比亚德啊,既然雅典人打算商议什么事情,你要站出来给他们提建议?
ἆρʼ ἐπειδὴ περὶ ὧν σὺ ἐπίστασαι βέλτιον ἢ οὗτοι;
是不是因为你在这些事情上比他们知道得更清楚?
τί ἂν ἀποκρίναιο;
”你会怎么回答?
ΑΛ. εἴποιμʼ ἂν δήπου, περὶ ὧν οἶδα βέλτιον ἢ οὗτοι.
阿尔基比亚德:我自然会说,是在那些我比他们知道得更清楚的事情上。
ΣΩ. περὶ ὧν ἄρʼ εἰδὼς τυγχάνεις, ἀγαθὸς σύμβουλος εἶ.
苏格拉底:那么,对于你刚好知道的这些事,你是个好参谋。
ΑΛ. πῶς γὰρ οὔ;
阿尔基比亚德:那当然。
ΣΩ. οὐκοῦν ταῦτα μόνον οἶσθα, ἃ παρʼ ἄλλων ἔμαθες ἢ αὐτὸς ἐξηῦρες;
苏格拉底:那么,你所知道的,只有那些你从别人那里学来的,或是你自己发现的事情吗?
ΑΛ. ποῖα γὰρ ἄλλα;
阿尔基比亚德:还能有别的什么呢?
ΣΩ. ἔστιν οὖν ὅπως ἄν ποτε ἔμαθές τι ἢ ἐξηῦρες μήτε μανθάνειν ἐθέλων μήτʼ αὐτὸς ζητεῖν;
苏格拉底:那么,如果你既不想学,又不想自己去寻找,你还有可能学到或发现什么吗?
ΑΛ. οὐκ ἔστιν.
阿尔基比亚德:不可能。
ΣΩ. τί δέ;
苏格拉底:那又怎样?
ἠθέλησας ἂν ζητῆσαι ἢ μαθεῖν ἃ ἐπίστασθαι ᾤου;
对于那些你以为自己已经知道的事情,你还会想去寻找或学习吗?
ΑΛ. οὐ δῆτα.
阿尔基比亚德:当然不会。
ΣΩ. ἃ ἄρα νῦν τυγχάνεις ἐπιστάμενος, ἦν χρόνος ὅτε οὐχ ἡγοῦ εἰδέναι;
苏格拉底:因此,对于你现在刚好知道的事情,必然曾有一个时期,你认为自己是不知道它们的?
ΑΛ. ἀνάγκη.
阿尔基比亚德:必然如此。
ΣΩ. ἀλλὰ μὴν ἅ γε μεμάθηκας σχεδόν τι καὶ ἐγὼ οἶδα·
苏格拉底:然而,你所学过的东西,我几乎也都知道。
εἰ δέ τι ἐμὲ λέληθεν, εἰπέ.
如果我漏掉了什么,请告诉我。
ἔμαθες γὰρ δὴ σύ γε κατὰ μνήμην τὴν ἐμὴν γράμματα καὶ κιθαρίζειν καὶ παλαίειν· οὐ γὰρ δὴ αὐλεῖν γε ἤθελες μαθεῖν.
根据我的记忆,你确实学过读写、弹奏竖琴和摔跤;因为你当然不想学习吹笛子。
ταῦτʼ ἐστὶν ἃ σὺ ἐπίστασαι, εἰ μή πού τι μανθάνων ἐμὲ λέληθας· οἶμαι δέ γε, οὔτε νύκτωρ οὔτε μεθʼ ἡμέραν ἐξιὼν ἔνδοθεν.
这些就是你所知道的,除非你在我没注意的时候偷偷学了什么;但我认为你没有,因为你无论白天还是黑夜都不曾离开家。
ΑΛ. ἀλλʼ οὐ πεφοίτηκα εἰς ἄλλων ἢ τούτων.
阿尔基比亚德:没错,我并没有去过这些老师以外的任何人的学校。

词汇与语法注释

  1. 106aἰδεῖν — 说明性不定式(epexegetical infinitive),用以限定形容词 `τοιοῦτος` 的意义,表示“在外观上”或“看起来”。
  2. 106aοὐδέν μοι ἔσται πλέον — 比较级中性单数 `πλέον` 在此用作表语,表示“更多利益”,整体构成惯用表达,意为“对我而言将毫无益处”。
  3. 106cὡς διανοουμένου σου — 带有接续词 `ὡς` 的独立属格结构(genitive absolute),用于表示主观的前提或假设(“在假设你正如此打算的前提下”)。
  4. 106cἐπειδὴ περὶ τίνος — 一种复杂的句式结构,疑问代词 `τίνος` 被嵌入到由 `ἐπειδὴ` 引导的表示原因的从句中,意为“既然雅典人打算就什么事情进行商议,你才要站出来?”
  5. 106eεἰς ἄλλων — 介词 `εἰς` 后面直接接属格 `ἄλλων`,这是一种常见的省略表达,省略了诸如 `διδασκάλων`(老师们的学校/家)之类的名词。

引用这一段

柏拉图, 阿尔西比亚德篇之一 §106. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:106

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。