Humanitext Reader

柏拉图 · 阿尔西比亚德篇之一 §103-104

苏格拉底沉默的原因与对话的开启

第 1 段,共 21 段 · 希腊语

内容简介

苏格拉底向阿尔基比亚德透露,他长期保持沉默并跟随对方是由于神灵(达蒙)的阻碍,并指出阿尔基比亚德的傲慢驱走了其他所有追求者。阿尔基比亚德回应称自己也正想询问苏格拉底的意图,两人的对话由此正式开始。

§103ΣΩ. ὦ παῖ Κλεινίου, οἶμαί σε θαυμάζειν ὅτι πρῶτος ἐραστής σου γενόμενος τῶν ἄλλων πεπαυμένων μόνος οὐκ ἀπαλλάττομαι, καὶ ὅτι οἱ μὲν ἄλλοι διʼ ὄχλου ἐγένοντό σοι διαλεγόμενοι, ἐγὼ δὲ τοσούτων ἐτῶν οὐδὲ προσεῖπον.
苏格拉底:克勒尼亚斯之子啊,我想你一定感到奇怪,为什么我作为你的第一个追求者,在其他人全都放弃之后,唯独我还不肯离开,而且其他人都在对你说话时纠缠不休,我却在这么多年里连一句话都没跟你说。
τούτου δὲ τὸ αἴτιον γέγονεν οὐκ ἀνθρώπειον, ἀλλά τι δαιμόνιον ἐναντίωμα, οὗ σὺ τὴν δύναμιν καὶ ὕστερον πεύσῃ.
这其中的原因并非出于人事,而是由于某种神灵的阻碍,其力量你以后也会明白。
νῦν δὲ ἐπειδὴ οὐκέτι ἐναντιοῦται, οὕτω προσελήλυθα· εὔελπις δʼ εἰμὶ καὶ τὸ λοιπὸν μὴ ἐναντιώσεσθαι αὐτό.
但现在,既然它不再阻拦,我便这样前来;并且我也满怀希望,它以后也不会再阻挠我。
σχεδὸν οὖν κατανενόηκα ἐν τούτῳ τῷ χρόνῳ σκοπούμενος ὡς πρὸς τοὺς ἐραστὰς ἔσχες· πολλῶν γὰρ γενομένων καὶ μεγαλοφρόνων οὐδεὶς ὃς οὐχ ὑπερβληθεὶς τῷ φρονήματι ὑπὸ σοῦ πέφευγεν.
因此,在这段时间里,我通过观察你对待追求者的态度,几乎已经完全明白:虽然他们人数众多且心高气傲,却没有一个不被你的傲慢所折服而逃走的。
§104ΣΩ. τὸν δὲ λόγον, ᾧ ὑπερπεφρόνηκας, ἐθέλω διελθεῖν.
苏格拉底:而我想向你说明,你之所以轻视他们的理由。
οὐδενὸς φῂς ἀνθρώπων ἐνδεὴς εἶναι εἰς οὐδέν· τὰ γὰρ ὑπάρχοντά σοι μεγάλα εἶναι, ὥστε μηδενὸς δεῖσθαι, ἀπὸ τοῦ σώματος ἀρξάμενα τελευτῶντα εἰς τὴν ψυχήν.
你说自己在任何事情上都不需要任何人;因为你认为自己所拥有的东西极其丰厚,以至于无求于人,这从身体开始,最终到灵魂。
οἴει γὰρ δὴ εἶναι πρῶτον μὲν κάλλιστός τε καὶ μέγιστος—καὶ τοῦτο μὲν δὴ παντὶ δῆλον ἰδεῖν ὅτι οὐ ψεύδῃ—ἔπειτα νεανικωτάτου γένους ἐν τῇ σεαυτοῦ ἐνταῦθα πρὸς πατρός τέ σοι φίλους καὶ συγγενεῖς πλείστους εἶναι καὶ ἀρίστους, οἳ εἴ τι δέοι ὑπηρετοῖεν ἄν σοι, τούτων δὲ τοὺς πρὸς μητρὸς οὐδὲν χείρους οὐδʼ ἐλάττους.
你认为自己首先是最美丽、最高大的——这一点显然谁都看得出来你没有撒谎——其次,在你自己的城市里,你出身于最显赫的家族,在父方,你拥有极多且最优秀的友人和亲属,若有需要,他们都会听你差遣;而在母方,你的亲属也毫不逊色,人数也不少。
συμπάντων δὲ ὧν εἶπον μείζω οἴει σοι δύναμιν ὑπάρχειν Περικλέα τὸν Ξανθίππου, ὃν ὁ πατὴρ ἐπίτροπον κατέλιπε σοί τε καὶ τῷ ἀδελφῷ· ὃς οὐ μόνον ἐν τῇδε τῇ πόλει δύναται πράττειν ὅτι ἂν βούληται, ἀλλʼ ἐν πάσῃ τῇ Ἑλλάδι καὶ τῶν βαρβάρων ἐν πολλοῖς καὶ μεγάλοις γένεσιν.
而在我所说的这一切之上,你认为自己还拥有一股更强大的力量,那就是克桑提波斯之子伯里克利,你父亲将他留作你和你兄弟的监护人;他不仅在这座城市里能为所欲为,而且在整个希腊以及野蛮人的许多强大民族中也是如此。
προσθήσω δὲ καὶ ὅτι τῶν πλουσίων· δοκεῖς δέ μοι ἐπὶ τούτῳ ἥκιστα μέγα φρονεῖν.
我还要加上一条,那就是你是富人之一;但在我看来,你最不以此为傲。
κατὰ πάντα δὴ ταῦτα σύ τε μεγαλαυχούμενος κεκράτηκας τῶν ἐραστῶν ἐκεῖνοί τε ὑποδεέστεροι ὄντες ἐκρατήθησαν, καί σε ταῦτʼ οὐ λέληθεν·
正是由于所有这些,你带着自豪战胜了你的追求者们,而他们因为处于劣势而被你击败,你也并非不知道这一点。
ὅθεν δὴ εὖ οἶδα ὅτι θαυμάζεις τί διανοούμενός ποτε οὐκ ἀπαλλάττομαι τοῦ ἔρωτος, καὶ ἥντινʼ ἔχων ἐλπίδα ὑπομένω τῶν ἄλλων πεφευγότων.
因此,我很清楚,你一定奇怪我是抱着怎样的想法才不放弃这爱意,又是怀着怎样的希望,在其他人纷纷逃离时,我却依然坚持。
ΑΛ. καὶ ἴσως γε, ὦ Σώκρατες, οὐκ οἶσθʼ ὅτι σμικρόν με ἔφθης.
阿尔基比亚德:也许,苏格拉底,你不知道你只比我领先了一点点。
ἐγὼ γάρ τοι ἐν νῷ εἶχον πρότερός σοι προσελθὼν αὐτὰ ταῦτʼ ἐρέσθαι, τί ποτε βούλει καὶ εἰς τίνα ἐλπίδα βλέπων ἐνοχλεῖς με, ἀεὶ ὅπου ἂν ὦ ἐπιμελέστατα παρών·
因为我心里确实一直盘算着,要先向你走过去,问你这些同样的事情:你到底想要什么,你看着怎样的希望来打扰我,无论我在哪里,你总是最殷勤地出现在那里?
τῷ ὄντι γὰρ θαυμάζω ὅτι ποτʼ ἐστὶ τὸ σὸν πρᾶγμα, καὶ ἥδιστʼ ἂν πυθοίμην.
因为我确实很奇怪你到底是什么意图,我很乐意听你说明。
ΣΩ. ἀκούσῃ μὲν ἄρα μου, ὡς τὸ εἰκός, προθύμως, εἴπερ, ὡς φῄς, ἐπιθυμεῖς εἰδέναι τί διανοοῦμαι, καὶ ὡς ἀκουσομένῳ καὶ περιμενοῦντι λέγω.
苏格拉底:那么,正如你所说,如果你确实渴望知道我的想法,那你自然会热心地听我说;我是把你看作会听我说并会等待的人才开口的。
ΑΛ. πάνυ μὲν οὖν· ἀλλὰ λέγε.
阿尔基比亚德:当然可以,请说吧。
ΣΩ. ὅρα δή· οὐ γάρ τοι εἴη ἂν θαυμαστὸν εἰ, ὥσπερ μόγις ἠρξάμην, οὕτω μόγις καὶ παυσαίμην.
苏格拉底:那么,请听好:如果我像艰难地开始一样,也同样艰难地结束,这可一点也不奇怪。
ΑΛ. ὠγαθὲ λέγε· ἀκούσομαι γάρ.
阿尔基比亚德:好人啊,请讲吧,因为我会听着的。

词汇与语法注释

  1. 103aτῶν ἄλλων πεπαυμένων — 带有完成时分词 `πεπαυμένων` 的属格独立结构,表示让步或背景状况(“当其他人已经放弃时”)。它引入了一个与主句主语不同的独立主语。
  2. 104a — 原因或手段的与格(“借此”)。先行词是 `τὸν λόγον`(理由、依据)。虽然动词 `ὑπερπεφρονέω`(轻视)通常支配属格,但此处关系代词使用与格 `ᾧ`,表示阿尔基比亚德轻视他人的依据或方式。
  3. 104aἀρξάμενα — 中性复数主格分词,修饰前文的 `τὰ ὑπάρχοντά σοι`。这是惯用句式 `ἀπό τινος ἀρξάμενος εἰς...`(“从……开始,直到……”)的一部分。由于主语是中性复数,因此分词采用中性复数主格 `ἀρξάμενα` 以保持一致。
  4. 104cσμικρόν με ἔφθης — 动词 `φθάνω`(领先、先于)与宾格代词 `με`(我)及表示程度的副词性宾格 `σμικρόν`(一点点)连用的结构。虽然 `φθάνω` 通常伴随补充性分词,但此处分词被省略(或由上下文默示),意为“你只比我先了一步”。

引用这一段

柏拉图, 阿尔西比亚德篇之一 §103-104. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:103-104

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。